Αποκάλυψις Εσδράμ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 6
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 7 (now complete)
Γραμμή 195:
'''25''' κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, τὸν πολλὰ δικασάμενον καὶ θανάτῳ παραδιδόμενον·
'''26''' κλαύσατέ με, πάντες οἱ ἅγιοι καὶ δίκαιοι, ὅτι εἰς τὸ τρύβλιον τοῦ ᾅδου εἰσῆλθον.
 
===VII===
'''1''' καὶ εἶπεν αὐτῷ ὁ θεός· ἄκουσον, Ἐσδράμ, ἀγαπητέ μου· ἐγὼ ἀθάνατος ὢν σταυρὸν κατεδεξάμην, ὄξος καὶ χολὴν ἐγευσάμην, ἐν τάφῳ κατετέθην,
'''2''' καὶ τοὺς ἐκλεκτούς μου ἀνέστησα, τὸν Ἀδὰμ ἐκ τοῦ ᾅδου ἀνεκαλεσάμην, ἵνα τῶν ἀνθρώπων τὸ γένος .... μὴ οὖν φοβηθῇς τὸν θάνατον·
'''3''' τὸ γὰρ ἐξ ἐμοῦ, ἤγουν ἡ ψυχή, ἀπέρχεται εἰς τὸν οὐρανόν· τὸ δὲ ἐκ τῆς γῆς, ἤγουν τὸ σῶμα, ἀπέρχεται εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη.
'''4''' καὶ εἶπεν ὁ προφήτης· οἴμμοι, οἴμμοι· τί ποιήσω; τί πράξω; οὐκ οἶδα.
'''5''' καὶ τότε ἤρξατο λέγειν ὁ μακάριος Ἐσδράμ· ὁ θεὸς ὁ αἰώνιος, ὁ πάσης τῆς κτίσεως δημιουργός, ὁ τὸν οὐρανὸν μετρήσας σπιθαμὴν καὶ τὴν γῆν κατέχων δρακήν,
'''6''' ὁ ἡνιοχῶν τὰ Χερουβίμ, ὁ ἅρματι πυρίνῳ εἰς τοὺς οὐρανοὺς ἄρας τὸν προφήτην Ἡλίαν,
'''7''' ὁ διδοὺς τροφὴν πάσῃ σαρκί, ὃν πάντα φρίσσει καὶ τρέμει ἀπὸ προσώπου δυνάμεώς σου,
'''8''' ἐπάκουσόν μου τὸν πολλὰ δικασάμενον,
'''9''' καὶ δὸς πᾶσι τοῖς μεταγράφουσιν τὸ βιβλίον τοῦτο καὶ ἔχουσιν αὐτὸ καὶ μνημονεύουσιν τοῦ ὀνόματός μου καὶ ἐπιτελοῦσιν τὴν μνήμην μου, δὸς αὐτοῖς εὐλογίαν οὐρανόθεν·
'''10''' καὶ εὐλόγησον αὐτοῦ πάντα ὥσπερ καὶ τὰ ἔσχατα τοῦ Ἰωσήφ,
'''11''' καὶ μὴ μνησθῇς ἀνομιῶν ἀρχαίων αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως αὐτοῦ.
'''12''' ὅσοι δὲ μὴ πιστεύσαντες τὸ βιβλίον τοῦτο, κατακαυθήσονται ὡς τὰ Σόδομα καὶ Γόμορρα.
'''13''' καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἐσδράμ, ἀγαπητέ μου, πάντα ὅσα ᾐτήσω ἀποδώσω ἑνὶ ἑκάστῳ.
'''14''' καὶ εὐθέως παρέδωκεν τὴν τιμίαν αὐτοῦ ψυχὴν μετὰ πολλῆς τιμῆς μηνὶ Ὀκτωβρίῳ εἰς τὰς ιηʹ.
'''15''' καὶ κηδεύσαντες αὐτὸν μετὰ θυμιαμάτων καὶ ψαλμῶν, τὸ τίμιον καὶ ἅγιον αὐτοῦ σῶμα νέμει ῥῶσιν ψυχῶν καὶ σωμάτων ἀεννάως τοῖς προστρέχουσιν αὐτῷ ἐκ πόθου.
'''16''' ᾧ πρέπει δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
 
[[Κατηγορία:Θρησκευτικά κείμενα]]