Αποκάλυψις Εσδράμ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 2
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 3
Γραμμή 75:
'''31''' καὶ εἶπεν ὁ προφήτης· οὐ μὴ παύσομαι δικαζόμενός σε, ἐὰν μὴ ἴδω τὴν ἡμέραν τῆς συντελείας.
'''32''' καὶ εἶπεν ὁ θεός· ἐξαρίθμησον τοὺς ἀστέρας καὶ τὴν ἄμμον τῆς θαλάσσης· καὶ εἰ δυνήσει ταύτην ἐξαριθμῆσαι, δύνασαι καὶ μετ´ ἐμοῦ δικάζεσθαι.
 
===III===
'''1''' καὶ εἶπεν ὁ προφήτης· κύριε, οἶδας ὅτι σάρκα φορῶ ἀνθρωπίνην,
'''2''' καὶ πῶς δύναμαι ἀριθμῆσαι τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ τὴν ἄμμον τῆς θαλάσσης;
'''3''' καὶ εἶπεν ὁ θεός· προφῆτά μου ἐκλεκτέ, οὐδεὶς ἄνθρωπος γνώσεται τὴν ἡμέραν ἐκείνην τὴν μεγάλην καὶ ἐπιφάνειαν τὴν κατέχουσαν κρῖναι τὸν κόσμον·
'''4''' διὰ σέ, προφῆτά μου, εἶπόν σοι τὴν ἡμέραν, τὴν δὲ ὥραν οὐκ εἶπόν σοι.
'''5''' καὶ εἶπεν ὁ προφήτης· κύριε, εἰπέ μοι καὶ τὰ ἔτη.
'''6''' καὶ εἶπεν ὁ θεός· ἐὰν ἴδω τὴν δικαιοσύνην τοῦ κόσμου, ὅτι ἐπλεόνασεν, μακροθυμήσω ἐπ´ αὐτούς· εἰ δὲ μή, ἐκτενῶ τὴν χεῖρά μου καὶ ἀπὸ τῶν τεσσάρων περάτων δράξομαι τὴν οἰκουμένην καὶ συνάξω πάντας εἰς τὴν κοιλάδα τοῦ Ἰωσαφὰτ καὶ ἐξαλείψω τὸ γένος τῶν ἀνθρώπων, καὶ οὐκέτι ᾖ κόσμος.
'''7''' καὶ εἶπεν ὁ προφήτης· καὶ πῶς ἔχει δοξάζεσθαι ἡ δεξιά σου;
'''8''' καὶ εἶπεν ὁ θεός· ἐγὼ δοξάζομαι ὑπὸ τῶν ἀγγέλων μου.
'''9''' καὶ εἶπεν ὁ προφήτης· κύριε, εἰ ἐλογίζου ταῦτα, διὰ τί ἔπλασας τὸν ἄνθρωπον;
'''10''' σὺ εἶπας πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν· πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· καὶ ποῦ ἐστὶν ἡ ἐπαγγελία σου;
'''11''' καὶ εἶπεν ὁ θεός· πρῶτον ποιήσω σεισμὸν εἰς πτῶσιν τετραπόδων καὶ ἀνθρώπων·
'''12''' καὶ ὅταν ἴδητε ὅτι ἀδελφὸς ἀδελφὸν παραδίδει εἰς θάνατον καὶ τέκνα ἐπὶ γονεῖς ἀναστήσονται καὶ γυνὴ τὸν ἄνδραν τὸν ἴδιον καταλιμπάνει,
'''13''' καὶ ὅταν ἔθνος πρὸς ἔθνος ἐπαναστῇ ἐν πολέμῳ, τότε γνώσεσθε ὅτι ἐγγύς ἐστιν τὸ τέλος.
'''14''' τότε οὖν οὔτε ἀδελφὸς ἀδελφὸν ἐλεεῖ οὔτε ἀνὴρ γυναῖκα, οὐ τέκνα γονεῖς, οὐ φίλοι φίλους, οὐ δοῦλος τὸν κύριον·
'''15''' αὐτὸς ἀναβήσεται γὰρ ὁ ἀντικείμενος τοῖς ἀνθρώποις ἀπὸ τῶν ταρτάρων καὶ ἐνδείξεται πολλὰ τοῖς ἀνθρώποις.
'''16''' τί σε ποιῶ, Ἐσδράμ, καὶ δικάζῃ μετ´ ἐμοῦ;
 
[[Κατηγορία:Θρησκευτικά κείμενα]]