Αποκάλυψις Εσδράμ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Batchheizer (συζήτηση | Συνεισφορά)
Start, Text follows
 
Batchheizer (συζήτηση | Συνεισφορά)
Chapter 1
Γραμμή 15:
<center>'''Αποκάλυψις Εσδράμ'''<br>
APOCALYPSIS ESDRAE</center>
 
===I===
'''1'''&nbsp;Λόγος καὶ ἀποκάλυψις τοῦ ἁγίου προφήτου Ἐσδρὰμ καὶ ἀγαπητοῦ τοῦ θεοῦ.
'''2'''&nbsp;Ἐγένετο ἐν τῷ τριακοστῷ ἔτει δευτέρᾳ καὶ εἰκάδι τοῦ μηνὸς ἤμην ἐν τῷ οἴκῳ μου, καὶ ἔκραξα λέγων πρὸς τὸν ὕψιστον· κύριε, δὸς τὴν δόξαν, ἵνα ἴδω τὰ μυστήριά σου.
'''3'''&nbsp;καὶ νυκτὸς γεναμένης ἦλθεν ἄγγελος Μιχαὴλ ὁ ἀρχάγγελος, καὶ λέγει μοι· ἄρτι τὸν προφήτην Ἐσδρὰμ ἄφησον ἑβδομάδας ἑβδομήκοντα. καὶ ἐνήστευσα καθὼς εἶπέν μοι.
'''4'''&nbsp;καὶ ἦλθε Ῥαφαὴλ ὁ ἀρχιστράτηγος, καὶ ἔδωκέν μοι ῥάβδον στυρακίνην.
'''5'''&nbsp;καὶ ἐνήστευσα δὶς ἑξήκοντα ἑβδομάδας. καὶ ἴδον τὰ μυστήρια τοῦ θεοῦ καὶ τοὺς ἀγγέλους αὐτοῦ,
'''6'''&nbsp;καὶ εἶπον πρὸς αὐτούς· θέλω δικάσασθαι τὸν θεὸν περὶ τὸ γένος τῶν Χριστιανῶν· καλὸν μὴ γεννηθῆναι τὸν ἄνθρωπον ἢ εἰσελθεῖν ἐν τῷ κόσμῳ.
'''7'''&nbsp;ἀνελήφθην οὖν εἰς τὸν οὐρανόν, καὶ ἴδον ἐν τῷ πρώτῳ οὐρανῷ στρατηγίαν ἀγγέλων μεγάλην, καὶ ἀπήγαγόν με εἰς τὰς κρίσεις.
'''8'''&nbsp;καὶ ἤκουσα φωνῆς λεγούσης μοι· ἐλέησον ἡμᾶς, ἐκλεκτὲ τοῦ θεοῦ, Ἐσδράμ.
'''9'''&nbsp;τότε ἠρξάμην λέγειν· οὐαὶ τοὺς ἁμαρτωλούς, ὅταν ἴδωσιν τὸν δίκαιον ὑπὲρ ἀγγέλων, καὶ αὐτοί εἰσιν εἰς τὴν γέενναν τοῦ πυρός.
'''10'''&nbsp;καὶ εἶπεν Ἐσδράμ· ἐλέησον τὰ ἔργα τῶν χειρῶν σου, εὔσπλαγχνε καὶ πολυέλεος·
'''11'''&nbsp;ἐμὲ κρῖνον ὑπὲρ τῶν ψυχῶν τῶν ἁμαρτωλῶν· συμφέρει γὰρ μίαν ψυχὴν κολάσασθαι, καὶ μὴ ὅλον τὸν κόσμον εἰς ἀπώλειαν ὑπάγειν.
'''12'''&nbsp;καὶ εἶπεν ὁ θεός· ἐγὼ τοὺς δικαίους ἀναπαύσωμαι ἐν τῷ παραδείσῳ, καὶ ἐλεήμων καθέστηκα.
'''13'''&nbsp;καὶ εἶπεν Ἐσδράμ· κύριε, τοὺς δικαίους τί χαρίζεις;
'''14'''&nbsp;ὥσπερ γὰρ μίσθιος ἐξυπηρετησάμενος τὸν χρόνον αὐτοῦ ...., οὕτως καὶ ὁ δίκαιος ἀπέλαβεν τὸν μισθὸν αὐτοῦ ἐν οὐρανοῖς.
'''15'''&nbsp;ἀλλὰ τοὺς ἁμαρτωλοὺς ἐλέησον· οἴδαμεν γὰρ ὅτι ἐλεήμων εἶ.
'''16'''&nbsp;καὶ εἶπεν ὁ θεός· οὐκ ἔχω πῶς αὐτοὺς ἐλεήσω.
'''17'''&nbsp;καὶ εἶπεν Ἐσδρὰμ ὅτι τὴν ὀργήν σου οὐχ ὑποφέρουσιν.
'''18'''&nbsp;καὶ εἶπεν ὁ θεὸς ὅτι τῶν τοιούτων ταῦτα.
'''19'''&nbsp;καὶ εἶπεν ὁ θεός· θέλω ἔχειν σε ὡς καὶ Παῦλον καὶ Ἰωάννην·
'''20'''&nbsp;σὺ διδούς μοι ἀδιάφθορον τὸν ἀσύλητον θησαυρόν, τὸ κειμήλιον τῆς παρθενίας, τὸ τεῖχος τῶν ἀνθρώπων.
'''21'''&nbsp;καὶ εἶπεν Ἐσδράμ· καλὸν τὸ μὴ γεννηθῆναι τὸν ἄνθρωπον, καλὸν τὸ μὴ εἶναι ἐν βίῳ·
'''22'''&nbsp;τὰ ἄλογα κάλλιόν εἰσιν παρὰ τὸν ἄνθρωπον, ὅτι κόλασιν οὐκ ἔχουσιν·
'''23'''&nbsp;ἡμᾶς δὲ ἔλαβες καὶ εἰς κρίσιν παρέδωκας.
'''24'''&nbsp;οὐαὶ τοὺς ἁμαρτωλοὺς ἐν τῷ μέλλοντι αἰῶνι, ὅτι ἀτελεύτητος αὐτῶν ἡ κρίσις καὶ ἡ φλὸξ ἄσβεστος.