Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Γ/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
συνεχίζεται ...
 
Flyax (συζήτηση | Συνεισφορά)
τελος του Γ3
Γραμμή 14:
 
 
Πλήσας οὖν ἐπ’ ἀνδρείᾳ τοὺς Ἀντιοχεῖς θαύματος, ὄψεσι παρειληφότας ἅπερ ἀκοαῖς ἐνηχοῦντο πρότερον, ἔγνω παλινῳδίαν ᾆσαι πρὸς τὴν Κωνσταντίνου τραπόμενος. ἔνθεν τοι καὶ ὡς διὰ φιλίας μέλλων ἰέναι διαφίησι τὸ στρατόπεδον, ὅποι φίλον ἑκάστῳ μεθίστασθαι. τοῦτο δὲ μὴ καθ’ ἡγεμόνα ὁποῖος ἦν αὐτὸς βουλευσάμενος, ἔλαθε παραπολέσας τὸ πολὺ '''[72D]''' τοῦ στρατοῦ καὶ κακῶς τὰ κατ’ οὐρὰν διαθέμενος· ἡ γὰρ πρὸς πορείαν ὀξεῖα τούτου ῥοπὴ καὶ ἡ πρὸς τὰ οἰκεῖα ἤθη τῶν στρατιωτῶν ἀχαλίνωτος ἄπαρσις καὶ ἀλόγιστος οὐκ ὀλίγα τῶν ταγμάτων διαλυθέντα παρελυμήνατο, τῶν Τούρκων ἐπεισπεσόντων ἀθρόως αὐτοῖς, ὡς πείρᾳ γνῶναι τὸ τότε πολλούς οἷον ἀγαθὸν ἡ προμήθεια, τὴν δ’ ὑστεροβουλίαν πρᾶγμα ἀνόνητον καὶ ἀξύμφορον, καὶ ὡς κρεῖσσον τὸ μεθ’ ἡμέραν, εἰ σώζει καὶ δίδωσιν εὔκλειαν, τοῦ κατασπῶντος αὐτίκα εἰς θάνατον, κἂν ὑποσαίνῃ χρηστότητι. τάχα δ’ ἂν καὶ εἰς χείριστον προύβη τὰ οἴκτιστα, εἰ μὴ βασιλεὺς ἐπαναστραφεὶς τῶν Τούρκων ἀνέστειλε τὴν φορὰν, καὶ προύπεμψε τὰ στρατόπεδα μεθ’ οἵας ἔδει συντάξεως πρότερον, ὅτε καὶ λέγεται '''[73A]''' τοῖς τῶν πεσόντων ἐπιστάντα πτώμασι, καὶ τὸ πλῆθος τῶν διαφθαρέντων ὅσον κατανοήσαντα, πλῆξαί τε τῇ χειρὶ τὸν μηρὸν ἀχθόμενον καὶ περιψοφῆσαι τὰ χείλη πυκνὰ καὶ ἀνοιμῶξαι βύθιον καὶ δακρῦσαι, ταῦτα δὴ τὰ τῶν παθαινομένων σημαντικὰ ἐπὶ τοῖς ὁρωμένοις ἢ καὶ ἐνωτιζομένοις ἀλγεινοῖς θεάμασι καὶ ἀκούσμασι, καὶ ὁρμῆσαι μὲν τὸ ἐν ὀφθαλμοῖς ἀναμαχέσασθαι ὄνειδος, γενναῖον δέ τι ἐξ ὑπογυίου δρᾶσαι μὴ ἔχοντα ὁδοῦ τῆς προκειμένης αὖθις ἔχεσθαι.
<references/>
 
</div></center>