Χρονική Διήγησις/Ιωάννης Κομνηνός/4: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Flyax (συζήτηση | Συνεισφορά)
μΧωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{Κεφαλίδα|
| τίτλος = [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης]]
| συγγραφέας = Νικήτας Χωνιάτης
| μεταφραστής=
Γραμμή 10:
<div align=center>'''ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (4)'''</div>
<center><div style="width: 40em; text-align: justify">
Ὁ δὲ βασιλεὺς τοὺς Πέρσας ὁρῶν παρ΄ οὐδὲν θεμένους τὰς πρὸς τὸν ἑαυτοῦ πατέρα ξυνθήκας, καὶ παμπληθεὶ τῶν πόλεων καταθέοντας͵καταθέοντας, ὁπόσαι περὶ Φρυγίαν καὶ ποταμὸν τὸν Μαίανδρον ἵδρυνται͵ἵδρυνται, ἔαρος ἐπιστάντος ἔξεισι κατ΄ αὐτῶν, '''[9B]''' καὶ συμβαλὼν μάχαις πολλάκις ἐκράτησε, τήν τε Λαοδίκειαν χειρωσάμενος τείχεσι περιέβαλε, καὶ τὸν Ἀλπιχαρὰν μετανάστην ἔθετο͵ἔθετο, ὃς τὴν ταύτης φρουρὰν ἐπεπίστευτο. καὶ τὰ λοιπὰ πρὸς τὸ δέον καταστησάμενος νόστου ἐμνήσατο, καὶ τὸ χρᾶσθαι μεγαλαυχίᾳ καὶ σὺν κόμπῳ τραχύτερον ἐπιέναι τὸ βάρβαρον, εἰς μνήμην ἄγων, ὡς ἔοικε, τὰ πονηθέντα οἳ πρότερον, ἡνίκα τὰ Ῥωμαίων σκῆπτρα διεῖπεν ὁ Κομνηνὸς Ἀλέξιος, ὅτε εἴχετο Θρᾴκη καὶ τὰ πλεῖστα τῆς Μακεδονίας ἠρήμωτο. τὰ μὲν οὖν πρῶτα στρατηγικῇ μεθόδῳ χρώμενος ὁ βασιλεὺς δι΄ ἀποστολῆς ὁμογλώττων τοῦ τῶν Σκυθῶν ἀποπειρᾶται '''[9C]''' στρατεύματος͵στρατεύματος, εἴ πως ἐς ὁμολογίας ξυμβαῖεν καὶ τοῦ διὰ μάχης χωρεῖν ἀποσταῖεν πάντες ἢ γοῦν ἔνιοι͵ἔνιοι, εἰς πλείους διῃρημένοι φυλὰς καὶ διακριδὸν στρατήγια βάλλοντες. ἐφελκυσάμενος οὖν τόνδε τὸν τρόπον τινὰς τῶν παρ΄ αὐτοῖς τὰ πρῶτα φερόντων, πᾶσαν φιλοφροσύνην ἐπ΄ αὐτοῖς ἐπιδείκνυται͵ἐπιδείκνυται, οὐ μόνον περιττὰς ἑστιάσεις αὐτοῖς παραθέμενος͵παραθέμενος, ἀλλὰ καὶ σηρικοῖς καταγοητεύσας ἱματισμοῖς καὶ κυπέλλοις καὶ λέβησιν ἀργυρέοις ὑπαγαγόμενος. καὶ τοῖς δελέασι τούτοις τὰ τῶν Σκυθῶν ὑποχαυνώσας φρονήματα, ἔγνω μὴ καιρὸν εἶναι μελλήσεως͵μελλήσεως, ἀλλ΄ ἐπάγειν αὐτοῖς τὰς δυνάμεις κἀκ τοῦ αὐτίκα συντάξασθαι͵συντάξασθαι, ἕως ἔτι τὰς γνώμας ἔχοντές εἰσιν ἀμφιβόλους '''[9D]''' καὶ ῥέπουσι πρὸς ἀμφότερα͵ἀμφότερα, καὶ Ῥωμαίοις μὲν διανοούμενοι σπείσασθαι διὰ τά σφίσιν ἐπαγγελλόμενα͵ἐπαγγελλόμενα, θαρροῦντες δὲ καὶ τὸν πόλεμον ὡς τοῦ νικᾶν ἐθάδες πάλαι γενόμενοι. ἄρας τοίνυν ἐκ τῶν τῆς Βερόης μερῶν (ἐκεῖσε γὰρ ἐστρατοπεδεύετο) κνεφαῖος τοῖς Σκύθαις συρρήγνυται. γίνεται τοίνυν φρικαλέα τις συμβολὴ καὶ καταπληκτικωτέρα τῶν πώποτε μάχη συνίσταται· οἵ τε γὰρ Σκύθαι γενναίως ἐδέξαντο τὸ ἡμέτερον στράτευμα τῇ τῶν ἵππων ἐπελάσει καὶ τῇ τῶν τοξευμάτων ἐπαφέσει καὶ ταῖς βοαῖς ἐν ταῖς ἐμβολαῖς δυσαντίβλεπτοι δεικνύμενοι͵δεικνύμενοι, καὶ Ῥωμαῖοι καθάπαξ ἐν τῷ ἀγῶνι γενόμενοι ὡς ἡττήσοντες ἢ θανούμενοι προύθεντο μάχεσθαι. καὶ αὐτὸς δὲ βασιλεύς͵βασιλεύς, τοὺς ἑταίρους ἔχων μεθ΄ ἑαυτοῦ, καὶ ὅσον περὶ τὴν τοῦ σώματος φυλακὴν ἀποτέτακτο͵ἀποτέτακτο, ἀεί πως ἐπεβοήθει τοῖς κάμνουσι μέρεσιν. αὐτὸ μέντοι τὸ Σκυθικὸν κατὰ τόνδε τὸν πόλεμον καὶ τοιοῦτόν τι ἐκακοτέχνησεν ἐκ '''[11A]''' προσκέψεως͵προσκέψεως, ποριζούσης αὐτῷ τῆς ἀνάγκης τὰ δέοντα. συναγαγὸν δὴ πᾶσαν ἅμαξαν εἰς σχῆμα περιφερὲς αὐτὰς διατίθησι, καὶ τούτων ἄνωθεν στήσαντες μοῖραν οὐκ ὀλίγην ἐκ τοῦ σφῶν στρατεύματος ὅσα καὶ χαρακώματι ἀπεχρῶντο τῷ μηχανήματι, καὶ πολλὰς δι΄ αὐτῶν ἐγκαρσίους παρόδους ῥυμοτομήσαντες͵ῥυμοτομήσαντες, βιαζόμενοι μὲν ὑπὸ Ῥωμαίων καὶ τὰ νῶτα πρὸς τὴν τάξιν τῶν προσώπων μετατιθέντες͵μετατιθέντες, ὥσπερ τεῖχος ἐχυρὸν τὰς ἁμάξας εἰσέτρεχον καὶ διετίθουν οὕτω τὴν φυγὴν πρὸς τὸ εὖ͵εὖ, εἶτ΄ αὖθις ἐκεῖθεν μετ΄ ἀνοχὴν ὡσεὶ διὰ πυλῶν ἀνακλινομένων ἐκπίπτοντες ἔργα χειρὸς ἀνδρείας ἐδείκνυον. καὶ ἦν τὸ γινόμενον τοῦτο τειχομαχία τις ἀκριβὴς ἐν μέσῃ '''[11B]''' πεδιάδι σχεδιασθεῖσα παρὰ Σκυθῶν͵Σκυθῶν, ὡς συμβαίνειν ἐκ τοῦδε τὰ Ῥωμαίων ἐπ΄ ἀτελέστοις μογεῖν. ἦν οὖν τηνικαῦτα τὸν Ἰωάννην ὁρᾶν σοφόν τι χρῆμα τοῖς ὑπ΄ αὐτὸν καθιστάμενον· οὐ γὰρ ἀγαθὸς μόνον καὶ ποικίλος τὸ ἦθος ἐδείκνυτο σύμβουλος͵σύμβουλος, ἀλλὰ καὶ πρῶτος παρεῖχε πέρατι ὁπόσα στρατηγοῖς καὶ τάγμασιν ὑπετίθετο. τὸ δὲ δὴ καινὸν καὶ πολλὴν ἐκείνῳ μαρτυροῦν τὴν εὐσέβειαν͵εὐσέβειαν, ὁπότε τῶν Ῥωμαίων αἱ φάλαγγες ἔκαμνον ἐπιβριθόντων τῶν πολεμίων καὶ συμπιπτόντων παραβολώτερον͵παραβολώτερον, τὴν τῆς θεομήτορος εἰκόνα παρεστῶσαν ἔχων͵ἔχων, μετ΄ οἰμωγῆς ἐμβλέπων͵ἐμβλέπων, ἐλεεινοῖς τοῖς σχήμασι θερμότερα τῶν ἐναγωνίων ἱδρώτων κατέλειβε δάκρυα. καὶ ἦν οὔκουν εἰς κενὸν διαπραττόμενος οὑτωσί͵οὑτωσί, ἀλλ΄ ἐκ τοῦ μάλα '''[11C]''' αὐτίκα τὴν ἐξ ὕψους θωρακιζόμενος δύναμιν τὰς Σκυθικὰς ἐτροποῦτο παρεμβολάς͵παρεμβολάς, ὡς Μωϋσῆς πρότερον τῇ τῶν χειρῶν ἐκτάσει τὰς Ἀμαληκίτιδας ἴλας ἐνέκλινεν. ἀναλαβὼν δὲ καὶ τοὺς ὑπασπιστάς͵ὑπασπιστάς, οἳ περιμήκεσιν ἀσπίσι καὶ πέλυξιν ἑτεροστόμοις φράγνυνται͵φράγνυνται, ὡσεὶ τεῖχος ἄρρηκτον τοῖς Σκύθαις ἀντιπροβάλλεται. ἀμέλει καὶ ὑπ΄ αὐτῶν διαλυθέντος τοῦ ἐκ τῶν ἁμαξῶν ἐρύματος, καὶ εἰς χεῖρας οὕτω τοῦ πολέμου συνερχομένου͵συνερχομένου, γίνεται τῶν ἐναντίων τροπὴ καὶ φυγὴ ἀκλεὴς καὶ Ῥωμαίων εὐθαρσὴς ἐπιδίωξις. κατὰ χιλιοστύας τοίνυν πίπτει τὸ ἁμαξόβιον, καὶ διαρπάζονται χάρακες· τὸ δὲ '''[11D]''' συλληφθὲν δορυάλωτον καὶ ἀριθμοῦ κρεῖττον ὁρᾶται͵ὁρᾶται, ὥσπερ καὶ τὸ προσρυὲν αὐτόμολον τῷ πόθῳ τῶν ζωγρηθέντων ὁμογενῶν͵ὁμογενῶν, ὡς ἐκ τούτου καὶ κώμας συνοικισθῆναι καθ΄ ἑσπέριόν τινα λῆξιν Ῥωμαϊκήν͵Ῥωμαϊκήν, ὧν καὶ εἰσέτι μικρά τινα ἐμπυρεύματα σώζονται͵σώζονται, οὐκ ὀλίγους δὲ καὶ εἰς σπείρας καταλεγῆναι συμμαχικάς͵συμμαχικάς, ἀποδοθῆναι δὲ καὶ μοίρας πλείονας συνειλημμένας ὑπὸ τῆς στρατιᾶς.
</div>