Χρονική Διήγησις/Ιωάννης Κομνηνός/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Flyax (συζήτηση | Συνεισφορά)
μΧωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{Κεφαλίδα|
| τίτλος = [[Χρονική Διήγησις,]]
| συγγραφέας = [[Νικήτας Χωνιάτης]]
| συγγραφέας = Νικήτας Χωνιάτης
| μεταφραστής=
| ενότητα = Ιωάννης Κομνηνός (3)
Γραμμή 10:
<div align=center>'''ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (3)'''</div>
<center><div style="width: 40em; text-align: justify">
Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφήπτετο καθάπερ ᾑρεῖτο͵ᾑρεῖτο, ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερόμενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς, τῷ γε μὴν Ἰσαακίῳ τῷ κασιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο͵ἐδείκνυτο, καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας͵ἅπαντας, μάλιστα δ΄ ὡς τὰ πάντα '''[7A]''' ἢ τὰ πλείω εἰσενέγκαντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς ἀναρρήσεως͵ἀναρρήσεως, ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι͵ἀξιώματι, ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τoῦ καθ΄ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην͵Ἰωάννην, ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν ἀξιώματι͵ἀξιώματι, καὶ τὸν Ταρωνίτην Γρηγόριον͵Γρηγόριον, γεγονότα πρωτοβεστιάριον. ἀλλ΄ ὁ μέν ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε͵διεπέττευε, σοβαρὰν προφαίνων ὀφρὺν '''[7B]'''καὶ φρονηματώδης ὡς οὔ τις ἄλλος δεικνύμενος, τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος, μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐκτείνων πόδας ὑπερβαθμίους, μονιμωτέρας ἰσχύος μετείληχε. παρεζεύχθη δ΄ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος͵ἕτερος, ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ΄ ἀνὴρ οὗτος ἐλλόγιμος μέν͵μέν, τὸ δὲ γένος οὐκ εὐπρεπὴς οὐδ΄ ἐπίπαν εὐπάρυφος͵εὐπάρυφος, τῷ βασιλεῖ δὲ προσληφθεὶς Ἀλεξίῳ καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο, κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν ἐκείνου συγγενῶν λογοθέτης τῶν σεκρέτων προυβέβλητο. ἴσχυε δ΄ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρποῦτο τιμὰς ὁ Ἀξοῦχος Ἰωάννης. ἦν δ΄ οὗτος Πέρσης τὸ '''[7C]'''γένος͵γένος, τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας τῆς τῶν Περσῶν δυναστείας ἀπαλλαγείσης, ὅτε Βαϊμοῦνδος τῆς ἐς Παλαιστίνην πορείας εἴχετο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ΄ ὢν Ἰωάννῃ τῷ βασιλεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ΄ ἐπέβη τῆς βασιλείας͵βασιλείας, πᾶσαν ὑπερανέβη πρεσβυτέραν παραδυνάστευσιν͵παραδυνάστευσιν, μέγας τιμηθεὶς δομέστικος͵δομέστικος, ὡς καὶ πολλοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τούτῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς '''[7D]'''πόλεμον͵πόλεμον, ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοῦχον ἀπειργάζετο.
 
 
Ἀλλ΄ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο͵διεγένετο, καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή͵ἐπιβουλή, καθ΄ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν͵εἰπεῖν, κατ΄ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται, καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν μετόχῳ παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν͵εἴπομεν, τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο͵συνέζευκτο, ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν '''[8A]''' ἐρρύθμιστο μάθησιν. τάχα δ΄ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ΄ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον͵Φιλοπάτιον, δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως͵πόλεως, εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον͵Βρυέννιον, αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον͵λαθόμενον, καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα, ὅτε καὶ λέγεται τὴν Καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι͵ἐπιμέμφεσθαι, ὑπ΄ '''[8B]'''αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν ἐνδιασχοῦσαν τὸ ἄρθρον καὶ ἐγκοιλάνασαν͵ἐγκοιλάνασαν, τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν. φωραθέντων δ΄ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι͵μάστιξι, τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν͵ἀπεδόθησαν, ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς Καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι. ἀρχὴν δ΄ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς Καισαρίσσης καθ΄ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο͵ἐθεᾶτο, ναὶ μὴν καὶ εἰπὼν '''[8C]''' ὡς «ἡ τάξις ἐπ΄ ἐμοί πως ἀντέστραπται· τὸ μὲν γὰρ συγγενὲς πολέμιον εὕρηται͵εὕρηται, τὸ δ΄ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι» πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ΄ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι, ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον͵ἐνδόσιμον, «εἰ καὶ βιαίων» ἔφη «πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν͵ἦρξεν,βασιλεῦ͵βασιλεῦ, ἡ σὴ ἀδελφὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο͵ἀπωμόσατο, ἀλλ΄ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασιλέως εἰσέτι κασίγνητος '''[8D]''' μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακαλέσεται͵ἀνακαλέσεται, ὅ νῦν ἐκ παρανοίας ἀπώλεσε͵ἀπώλεσε, τῇ φύσει χρησαμένη συλλήπτορι. φεῖσαι οὖν͵οὖν,δέσποτα͵δέσποτα, τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμογενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡττᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ΄ ὄψιν προκείμενα͵προκείμενα, οὐχ ὡς ὄφλημα δίκαιον ἀλλ΄ ὡς δόμα ἑκούσιον͵ἑκούσιον, ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο͵κτήσαιτο, κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.» τούτοις ὁ βασιλεὺς πεισθείς͵πεισθείς, ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς͵αἰδεσθείς, σὺν προθυμίᾳ περατοῖ τὴν παραίφασιν͵παραίφασιν, φάμενος ὡς «εἴην τοῦ ἄρχειν ἀνάξιος͵ἀνάξιος, εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος». ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ Καισαρίσσῃ καὶ σπένδεται. Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ΄ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα κατὰ τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν '''[9A]''' ἐσέπειτα καὶ σοφόν τι λόγιον γνωματεῦσαι λέγεται͵λέγεται, μαθοῦσα τὰ μελετώμενα͵μελετώμενα, ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν͵ζητεῖν, παρόντα δὲ μὴ μετακινεῖν͵μετακινεῖν, καὶ ὡς «οἵας μοι τὰς ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ͵υἱοῦ, δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν ὠδίνων πεπείραμαι͵πεπείραμαι, ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμενον͵κυοφορούμενον, αἱ δ΄ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον».
</div>