Χρονική Διήγησις/Ιωάννης Κομνηνός/7: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 4:
| μεταφραστής=
| ενότητα = Ιωάννης Κομνηνός (7)
| επόμενο = [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης../Ιωάννης Κομνηνός (8)|Ιωάννης Κομνηνός (8)]]
| προηγούμενο= [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης../Ιωάννης Κομνηνός (6)|Ιωάννης Κομνηνός (6)]]
| σημειώσεις = Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.
}}
Γραμμή 19:
Ὁμοίως δὲ καὶ τὰ πέριξ ταυτησί τῆς πόλεως φρούρια μετελθὼν ἐς τὴν κοίλην Συρίαν ἄπεισι, καὶ τὴν καλλίπολιν Ἀντιόχειαν εἰσιών͵ ἣν δίεισιν Ὀρόντης καὶ περιβομβεῖ '''[18C]''' Ζέφυρος ἄνεμος͵ ὑπτίαις χερσὶ παρά τε τοῦ πρίγκιπος Ῥαϊμούνδου καὶ τοῦ πλήθους παντὸς τῶν ἀστυνόμων προσδέχεται. ἐφ΄ ἱκαναῖς δ΄ ἡμέραις τῇ πόλει ἐνδιατρίψας, καὶ λίζιον ἑαυτῷ τὸν πρίγκιπα δείξας͵ σὺν αὐτῷ δὲ καὶ τὸν Τριπόλεως κόμητα͵ ἔγνω προσβαλεῖν ταῖς περὶ τὴν Ἀντιόχου ἱδρυμέναις καὶ παρ΄ Ἀγαρηνῶν κατεχομέναις Συροφοινίσσαις πόλεσι. τοίνυν καὶ τῷ ποταμῷ προσεγγίσας Εὐφράτῃ ἀφικνεῖται εἴς τι πολίχνιον ἐγχωρίως Πιζὰ καλούμενον͵ ἔνθα καὶ πολλὴν ἐνδειξαμένων τῶν πολεμίων περὶ τὴν συμβολὴν γενναιότητα ὑπονοστεῖ τὸ Ῥωμαϊκὸν, καὶ μέχρι τινὸς καταδίωξις γίνεται μέρους τοῦ προελάσαντος μὴ ἀντισχεῖν ἔχοντος πρὸς πάθος μανικὸν καὶ φορὰν παράλογον τῶν ἐναντίων. μετ΄ '''[18D]''' οὐ πολὺ δ΄ ἐγγυτέρω τοῦ βασιλέως φανέντος ἐκ τῆς περὶ αὐτὸν φάλαγγος συχνοὶ τοῖς ἀντιπάλοις συρρήγνυνται· οἱ δὲ μὴ ἐνεγκόντες τὴν κατ΄ αὐτῶν ἐπέλασιν τῶν Ῥωμαίων συγκλείονται εἴσω τοῦ τειχισμοῦ, καὶ οὐκέτι ἐπεκτρέχειν προέθεντο. τεῖχος μὲν οὖν καὶ περίτειχος ὑπῆν τῷ πολίσματι, καὶ βαθεῖα τάφρος ἐν μέρει τοῦτο περιεζώννυε, καὶ λίθος αὐτοφυὴς ἐνιαχοῦ κατεφράγνυε· πολλὰ δὲ τῶν πυργωμάτων ὑπενδόντα ταῖς τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ καθεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες ἄμετρα͵ εἰς δειλίαν τιθεμένων αὐτοῖς τῶν ὀχυρωμάτων͵ ὑπέρ τε τῆς οἰκείας ἀντιβολοῦσι ζωῆς καὶ τῶν ἐνόντων πάντων αὐτὴν ἀλλάσσονται͵ βασιλεῖ τὰς χεῖρας προτείναντες. ἐκ δὲ τούτου μοῖραν διαφεὶς στρατεύματος κατὰ τῶν ἐπέκεινα τοῦ Εὐφράτου πόλεων καὶ φρουρίων '''[19A]''' πλῆθος λαφύρων συνέλεξε, καὶ τὸ Πιζὰ τῷ τῆς Ἐδέσσης δωρησάμενος κόμητι͵ τὸ Βέμπετζ παραλλάξας ὡς εὐκαταγώνιστον κριθὲν κἀπὶ πεδίου κείμενον ὑπτιάζοντος͵ κατὰ τοῦ Χάλεπ καὶ τοῦ Φέρεπ ἐξώρμησε͵ τοῦτο αἰτησαμένου τοῦ τῆς Ἀντιοχείας πρίγκιπος͵ ἐπεὶ καὶ οὗτος τῷ βασιλεῖ συνεστράτευεν. ἐπιστὰς δὲ τῷ Χάλεπ (τὸ δέ ἐστιν ἡ πάλαι λεγομένη Βέρροια) ὁρᾷ πολυάνθρωπον πόλιν καὶ στέγουσαν ἔνδον πλεῖστον ὅσον ὁπλιτικόν, οἳ καὶ ἐξιόντες τοῦ τείχους ἅμα θέᾳ Ῥωμαίων συμπλέκονται μετὰ ῥύμης τοῖς περὶ τὸν βασιλέα στρατεύμασι. τὸ δὲ ἧττον ἀπενεγκάμενοι τὸν περίβολον ὑπεισῄεσαν. οὐχ ἅπαξ δέ͵ ἀλλὰ κατὰ τὸ πάλιν καὶ πάλιν '''[19B]''' ἐπεκδρομὰς θέμενοι κατ΄ οὐδεμίαν τὸ κράτος ἤραντο· ἐνίοτε δὲ καὶ αὐτῷ τῷ βασιλεῖ περιιόντι τὴν πόλιν καὶ κατασκοποῦντι τὸ τεῖχος δι΄ ἑκηβόλων λάθρα ἐπιβουλεύσαντες καὶ τῆς προθέσεως ταύτης ἐξέπεσον. οὐδὲν δέ τι δράσειν ἐξ ὑπογυίου δυνάμενος καὶ διὰ τὴν ὀχυρότητα μὲν ταυτησὶ τῆς πόλεως καὶ τὴν ἔνδον εὔοπλον καὶ εὔιππον στρατιάν͵ οὐχ ἧττον δὲ καὶ τὸ ἐπιλιπεῖν τὰ ἐφόδια καὶ τὴν πυρὸς ὁμοῦ καὶ ὕδατος ὑποσπάνισιν͵ ἐκεῖθεν μεθίσταται. καὶ τὸ Φέρεπ ἐξ ἐφόδου παραστησάμενος, καὶ τοῦτο κόμητί τινι τῆς Ἀντιοχέων ἀποχαρισάμενος πόλεως, πρὸς ἑτέραν πόλιν μεταχωρεῖ κατὰ φράσιν ἐγχώριον Καφαρδὰ λεγομένην. μεγίστης δὲ χώρας αὕτη '''[19C]''' προκαθέζεται καὶ περὶ αὐτὴν αὐχεῖ καθυπείκοντα οὐκ ἐλάχιστα φρούρια͵ στερρότητι τειχέων κομπάζουσα.
</div></center>
{{Πλοήγηση|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (6)|Χρονική Διήγησις, Νικήτας Χωνιάτης|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (8)}}