Χρονική Διήγησις/Ιωάννης Κομνηνός/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 4:
| μεταφραστής=
| ενότητα = Ιωάννης Κομνηνός (3)
| επόμενο = [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης../Ιωάννης Κομνηνός (4)|Ιωάννης Κομνηνός (4)]]
| προηγούμενο= [[Χρονική Διήγησις, Νικήτας Χωνιάτης../2|Ιωάννης Κομνηνός|Ιωάννης Κομνηνός(2)]]
| σημειώσεις = Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.
}}
Γραμμή 15:
Ἀλλ΄ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο͵ καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή͵ καθ΄ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν͵ κατ΄ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται, καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν μετόχῳ παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν͵ τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο͵ ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν '''[8A]''' ἐρρύθμιστο μάθησιν. τάχα δ΄ ἂν καὶ νυκτὸς ἐπέθεντο μεθ΄ ὅπλων τῶν φονουργῶν αὐλιζομένῳ τῷ βασιλεῖ κατὰ τὸ μικρὸν ἄποθεν τῶν χερσαίων πυλῶν ἱππήλατον Φιλοπάτιον͵ δώροις προδιαφθείραντες ἁδροῖς τὸν ἐπὶ τῶν εἰσόδων τῆς πόλεως͵ εἰ μὴ τὸ εἰωθὸς ὑπόνωθρον καὶ χαλαρὸν πρὸς βασιλείας ἐπίθεσιν τῆς ἐγχειρήσεως ἔπαυσε τὸν Βρυέννιον͵ αὐτόν τε μένειν κατὰ χώραν παραβιάσαν τῶν ξυνθηκῶν λαθόμενον͵ καὶ κατασβέσαν τὸ θερμὸν τῶν συνελθόντων φρόνημα, ὅτε καὶ λέγεται τὴν Καισάρισσαν Ἄνναν πρὸς τὸ χαῦνον τοῦ ταύτης ἀνδρὸς δυσχεραίνουσαν ὡς πάσχουσαν δεινὰ διαπρίεσθαι καὶ τῇ φύσει τὰ πολλὰ ἐπιμέμφεσθαι͵ ὑπ΄ '''[8B]'''αἰτίαν τιθεῖσαν οὐχὶ μικρὰν ὡς αὐτῇ μὲν ἐνδιασχοῦσαν τὸ ἄρθρον καὶ ἐγκοιλάνασαν͵ τῷ δὲ Βρυεννίῳ τὸ μόριον ἀποτείνασαν καὶ σφαιρώσασαν. φωραθέντων δ΄ ἡμέρας τῶν ὀμοτῶν οὐδένες μὲν αὐτῶν ἐς τὸ σῶμα διελωβήθησαν ἢ καθυπεβλήθησαν μάστιξι͵ τῶν δὲ οὐσιῶν ἐστέρηνται ἁπαξάπαντες. μετὰ δέ τινα καιρὸν καὶ αὗται τοῖς πλείοσιν αὐτῶν ἀπεδόθησαν͵ ἐξ αὐτῆς τῆς πρωτεργάτιδος τῆς ἐπιβουλῆς Ἄννης τῆς Καισαρίσσης τοῦ βασιλέως ἀρξαμένου φιλανθρωπεύεσθαι. ἀρχὴν δ΄ ἔσχε τοιάνδε τὸ οὑτωσὶ γεγονέναι. τὴν ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ πλούτῳ παντοδαπῷ καὶ ποικίλοις ἐσθήμασιν οὐσίαν τῆς Καισαρίσσης καθ΄ ἕνα δόμον συνειλεγμένην ὁ βασιλεὺς Ἰωάννης ἐπιστὰς ἐθεᾶτο͵ ναὶ μὴν καὶ εἰπὼν '''[8C]''' ὡς «ἡ τάξις ἐπ΄ ἐμοί πως ἀντέστραπται· τὸ μὲν γὰρ συγγενὲς πολέμιον εὕρηται͵ τὸ δ΄ ἀλλότριον φίλιον· καὶ διὰ τοῦτο χρεὼν καὶ τὰ τοῦ πλούτου πρὸς τοὺς φιλοῦντας μεταρρυῆναι» πάντα εἰληφέναι τὸν μέγαν προσετετάχει δομέστικον. ὁ δ΄ εὐχαριστήσας ἐπὶ τούτοις τῷ βασιλεῖ φιλοδωρίαν μεγίστην μεταδιώκοντι, ᾔτησεν ἐνδοθῆναί οἱ τὰ εἰκότα διαλεχθῆναι. ὡς οὖν ἔλαβε τὸ ἐνδόσιμον͵ «εἰ καὶ βιαίων» ἔφη «πραγμάτων καὶ πολλῆς ἀδικίας γεμόντων ἦρξεν͵ ὦ βασιλεῦ͵ ἡ σὴ ἀδελφὴ καὶ ἔργοις αὐτοῖς τὸ συγγενὲς ἀπωμόσατο͵ ἀλλ΄ οὐχὶ καὶ τὴν ἐκ τῆς φύσεως κλῆσιν καθάπερ καὶ τὴν σχέσιν ἀπεβάλετο. ἀγαθοῦ τοίνυν βασιλέως εἰσέτι κασίγνητος '''[8D]''' μένουσα ἐκ μετανοίας τὸ φίλτρον αὖθις ἀνακαλέσεται͵ ὅ νῦν ἐκ παρανοίας ἀπώλεσε͵ τῇ φύσει χρησαμένη συλλήπτορι. φεῖσαι οὖν͵ ὦ δέσποτα͵ τῆς τῷ σῷ κράτει προσκεκρουκυίας ὁμογενοῦς καὶ κόλασον τῷ φιλανθρώπῳ λαμπρῶς ἤδη τῆς σῆς ἀρετῆς ἡττᾶσθαι ὁμολογοῦσαν· δὸς δὲ αὐτῇ καὶ τὰ κατ΄ ὄψιν προκείμενα͵ οὐχ ὡς ὄφλημα δίκαιον ἀλλ΄ ὡς δόμα ἑκούσιον͵ ἐπεὶ καὶ δικαιότερον ταῦτα ἐμοῦ κτήσαιτο͵ κλῆρον ὄντα πατρῷον κἀπὶ τὸ γένος αὖθις διαβησόμενα.» τούτοις ὁ βασιλεὺς πεισθείς͵ ἢ ἀληθέστερον εἰπεῖν αἰδεσθείς͵ σὺν προθυμίᾳ περατοῖ τὴν παραίφασιν͵ φάμενος ὡς «εἴην τοῦ ἄρχειν ἀνάξιος͵ εἰ σὺ περὶ τὸ γένος τοὐμὸν κριθείης φιλανθρωπότερος καὶ κέρδους περιττοῦ καὶ προχείρου ἀνώτερος». ἀμέλει τοι καὶ δίδωσι πάντα τῇ Καισαρίσσῃ καὶ σπένδεται. Εἰρήνη δὲ ἡ μήτηρ καὶ βασιλὶς κατ΄ οὐδένα τρόπον ἐλήλεγκται τῆς ἐπιβουλῆς μετέχουσα κατὰ τοῦ υἱοῦ· μᾶλλον μὲν οὖν '''[9A]''' ἐσέπειτα καὶ σοφόν τι λόγιον γνωματεῦσαι λέγεται͵ μαθοῦσα τὰ μελετώμενα͵ ὡς δεῖ βασιλέα μὲν οὐχ ὑπόντα ζητεῖν͵ παρόντα δὲ μὴ μετακινεῖν͵ καὶ ὡς «οἵας μοι τὰς ὠδῖνας οἱ σφαγεῖς ἐχάλκευον τοῦ υἱοῦ͵ δριμυτέρας δήπουθεν ὧν ἐν τῷ τίκτειν ὠδίνων πεπείραμαι͵ ὅτι καὶ πρὸς φῶς αἱ μὲν κατήπειγον τὸ κυοφορούμενον͵ αἱ δ΄ ἐξ ᾅδου κευθμώνων διὰ μέσων μου τῶν σπλάγχνων χωροῦσαι λυπεῖν ἀθάνατα ἤμελλον».
</div>
{{Πλοήγηση|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός|Χρονική Διήγησις, Νικήτας Χωνιάτης|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (4)}}