Χρονική Διήγησις/Μανουήλ Κομνηνός/Β/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
συνεχίζεται ...
 
Flyax (συζήτηση | Συνεισφορά)
συνεχίζεται ...
Γραμμή 12:
<center><div style="width: 40em; text-align: justify">
 
πέρας δὲ ἡ ἐπ᾿ αὐτῷ πρόρρησις εἴληφε τοῦ πατριάρχου Κοσμᾶ '''[53D]''' τοῦ Ἀττικοῦ, ὃς μετὰ τὸν Ὀξείτην Μιχαὴλ τοὺς τῆς ἐκκλησίας ἐγχειρίζεται οἴακας, ὑπεκστάντα τῆς ὑπερτάτης τῷ βουλομένῳ καθέδρας καὶ πρὸς τὴν νῆσον τὴν Ὀξεῖαν ἀποφοιτήσαντα, καθ᾿ ἣν τὸν ἄσκευον βίον καὶ ἀπέριττον ἐκ παιδὸς ἐπανῄρητο· ἔνθα καὶ τὸν οἰκεῖον ἀποδοχμώσας αὐχένα πρὸς τῇ εἰσόδῳ τοῦ προνάου πατεῖν παρεῖχε τῷ εἰσιόντι παντὶ μοναχῷ, λέγων ἀξυμφόρως ἑαυτῷ τὴν ἡλικιώτιδα καὶ φίλην ἡσυχίαν παρώσασθαι καὶ ἐπ᾿ οὐδενὶ ξυνοίσοντι τὸν θρόνον ἀναβῆναι τὸν ὑπερύψηλον. ὁ δὲ Κοσμᾶς ἦν μὲν τοῖς διακόνοις ἐνάριθμος, εἶχε δὲ πατρίδα τὴν Αἴγιναν, σοφίας δ᾿ ἁπάσης μεταλαχὼν ἐκ τοῦ τῶν ἀρετῶν ὁρμαθοῦ πλέον ηὔχει τοὐπίσημον. μάλιστα δὲ τῷ πολλῷ τῆς ἐλεημοσύνης ἐκέκαστο, ἥτις ὡς ἐν περιδερραίῳ κόσμῳ πολυτελεῖ προσπεπηγυῖα τῇ ποικιλίᾳ τῶν ἀρετῶν δίκην ἀκτινώδους λίθου ἐπάμφαινεν· οὕτω γὰρ τὸν εἰς ἀνθρώπους ἔλεον ἔρρωτο ὡς καὶ τὸν ἐπενδύτην '''[54A]''' αὐτὸν καὶ τὸν χιτῶνα ἑαυτοῦ τοῦ σώματος καὶ τὴν ὀθονοσκεπῆ καλύπτραν τῆς κεφαλῆς διαδιδόναι πένησι, καὶ πράγματα παρέχειν τοῖς ἀφ᾿ ἑστίας μὴ διφῶσι μόνον αὐτά ἀλλὰ καὶ πρὸς εὐπορίαν ἄλλων τυρβαζομένοις. διὰ ταῦτα καὶ παρὰ πᾶσι μὲν ἦν αἰδέσιμος ὁ ἀνήρ·
 
</div>