Χρονική Διήγησις/Ιωάννης Κομνηνός/7: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις, Νικήτας Χωνιάτης | συγγραφέας = Νικήτας Χωνιάτης | με...
 
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 16:
Οὐ μόνον δὲ κατὰ τὴν ἅλωσιν τοῦ Βακὰ μετ΄ ἐργωδίας ὁ βασιλεὺς ἐκονίσατο͵ ἀλλὰ καὶ κατὰ τὴν Ἀνάβαρζαν πρότερον τὰ πλεῖστα ἐμόγησεν. ἡ γὰρ πόλις αὕτη͵ κουροτρόφος οὖσα καὶ πολυάνθρωπος͵ ἐρυμνοῖς τε διειλημμένη τείχεσι καὶ πετρῶν ἀποτόμων ὕπερθεν ἱδρυμένη͵ τότε μᾶλλον ἀσφαλεστέρα γεγένηται παρὰ τῶν εἰς αὐτὴν ὡς εἰς κρησφύγετον συνελθόντων͵ ἁπάντων ὄντων καταφράκτων καὶ κρατίστων͵ ἐπιτειχίσματα προσειληφυῖα καὶ μηχαναῖς παντοίαις διαληφθεῖσα. βασιλεὺς μὲν οὖν μέρος τῆς αὐτοῦ στρατιᾶς προπέπομφεν εἰς αὐτήν͵ καὶ τοῦτο Περσικοῖς κατειλεγμένον τέλεσιν͵ '''[17C]''' ὧν ηὐμοίρησε πρότερον τὴν Γάγγραν παραστησάμενος͵ πεῖραν λαβεῖν ἐντεῦθεν τῆς τῶν Ἀρμενίων γνώμης βουλόμενος καὶ ἀκριβῶς γνῶναι πρὸς οἷς εἰσιν. οἱ δὲ καὶ πρὸς μόνην τὴν θέαν τούτων θυμῷ ὑπερζέσαντες ὡς ἀπολουμένων αὐτίκα καὶ μηδὲ τὴν πρώτην αὐτῶν ὑποστησομένων ὁρμὴν, τὰς πύλας ἀνακλίναντες κατ΄ αὐτῶν ἐξερρύησαν͵ καὶ συμβολῆς γενομένης ἡττῶσί τε τούτους τὰ νῶτα στρέψαντας καὶ ἐπὶ πλεῖστον καταδιώκουσι. συστάντων δὲ μετὰ βραχὺ τῶν φευγόντων Περσῶν ἐν τῷ τὴν ὄψιν μεταβαλεῖν οἷα καὶ Ῥωμαϊκῶν αὐτοῖς ἐπαρηξάντων ταγμάτων͵ ἡ μάχη παλίνστροφος '''[17D]''' γίνεται, καὶ ἄκοντες εἰς τὸ τεῖχος ἐγκλείονται οἱ Ἀρμένιοι. μικρῷ δὲ ὕστερον καὶ τοῖς τείχεσιν αἱ μηχαναὶ προσάγονται, καὶ οἱ λίθοι ἐκσφενδονῶνται σφαιροειδεῖς καὶ τὰς βάρεις βάλλουσιν. ἀλλ΄ οὐδὲ τὸ βάρβαρον ἐπὶ τούτοις ἤρεμον ἦν͵ τῶν δ΄ ἐπάλξεων ἄνωθεν ἐξ ἀντιπάλου στῆσαν καὶ αὐτὸ μηχανήματα βάρη τε λίθων ἠκόντιζεν ἐς τὸ στράτευμα καὶ σιδήρια σπινθηρακίζοντα ἐξετίνασσε καὶ ἦν κατὰ τοῦτο Ῥωμαίων ὡς ἐπίπαν ἐπικρατέστερον. ὅθεν τὰ μὲν πρῶτα πλεῖστοι τῶν Ῥωμαίων ἐσίνοντο· εἶτα καὶ εἰς παράλογον ὡς εἰπεῖν καὶ συώδη ὁρμὴν ὑποθήξαντες ἑαυτοὺς οἱ Ἀρμένιοι ἐξιόντες καταπιμπρῶσι τὰς ἑλεπόλεις͵ εὐφυᾶ πρὸς ἁφὴν εὑράμενοι τοῦ πυρὸς τὰ ἐκ δονάκων ἐπισυνθέματά τε καὶ πήγματα͵ ἃ πρὸς ἔρυμα τῶν μηχανῶν προετέτατο. τὰ δ΄ ἐπὶ τούτοις καγχασμοὶ τῶν ἀντιπάλων καὶ βρασμοὶ σώματος πρὸς διάχυσιν καὶ Ῥωμαίων παλίγλωσσοι χλευασμοὶ καὶ στομφασμοὶ κατὰ βασιλέως καὶ λῆροι μακροί. ἀνοχῆς δὲ γενομένης καὶ τῆς μάχης ληξάσης ἐπὶ βραχύ τά τε πετροβόλα ἐπισκευάζονται πρὸς '''[18A]''' Ῥωμαίων ὄργανα, καὶ τὰ τούτων προταθέντα παραπετάσματά τε καὶ ἱμαντώματα ἐκ πηλίνων πλίνθων συντίθενται, καὶ οὕτω τῇ ἑξῆς τὰ τείχη πάλιν ἐτύπτετο. ἀμέλει καὶ ὡς τὰ παρὰ τῶν Ἀρμενίων ἐκτινασσόμενα φλογερὰ σιδήρια κατὰ μηδὲν τὰς μηχανὰς ἐλυμαίνοντο͵ εἰς κενὸν συνέβαινε σχάζειν τὰ τούτων διανοήματα καὶ εἰς κοπετὸν μεταπίπτειν τὸν πρώην τωθασμὸν καὶ καταγέλων. ὁ γὰρ σφενδονούμενος ἐκ τῶν ἔσωθεν μύδρος εἰ καὶ ἦν ἀντήρης καὶ πρὸς τὰς πληγὰς ἀνένδοτος͵ ἀλλ΄ οὖν ἐπεγχρίπτων τῷ μανῷ καὶ πλαδῶντι διακένῳ τε καὶ γηΐνῳ καὶ σομφώδει προβλήματι ἄπρακτος ἠκοντίζετο· εἶχε μὲν γὰρ ὑποχαλᾶν τὸ βαλλόμενον͵ σβεννύμενος δ΄ οὖν ὅμως ἔδρα οὐδὲν ὧν ἕνεκα διηφίετο. ὅθεν κατὰ πολλὰ '''[18B]''' μέρη διαρραγέντος τοῦ περιβόλου τῆς πόλεως εὐέφοδα τὰ ἔνδον γίνεται, καὶ τῷ τρόπῳ τούτῳ ὑποκλίνεται βασιλεῖ τὸ πρὶν ἀναιδὲς καὶ βρέμον τoῖς ὅπλοις μέγα πολέμιον, καὶ τὴν πόλιν Ἀναβάρζαν ἀνάγκῃ μᾶλλον ἢ γνώμῃ αὐτῷ παραδίδωσιν͵ οὐκ ἐκ τοῦ παραχρῆμα δέ͵ ἀλλὰ μετὰ πεῖραν δευτέραν καὶ τὴν πολλάκις ἀντίταξιν καὶ τὴν ἐς τὸ προσεχὲς ἕτερον τεῖχος ἀναχώρησιν καὶ τὴν αὖθις ἐκ τοῦδε καθάπερ ἀπὸ τοῦ πρώτου μεθ΄ αἵματος ἔκκρουσίν τε καὶ ἀποσάλευσιν.
 
 
Ὁμοίως δὲ καὶ τὰ πέριξ ταυτησί τῆς πόλεως φρούρια μετελθὼν ἐς τὴν κοίλην Συρίαν ἄπεισι, καὶ τὴν καλλίπολιν Ἀντιόχειαν εἰσιών͵ ἣν δίεισιν Ὀρόντης καὶ περιβομβεῖ [18C] Ζέφυρος ἄνεμος͵ ὑπτίαις χερσὶ παρά τε τοῦ πρίγκιπος Ῥαϊμούνδου καὶ τοῦ πλήθους παντὸς τῶν ἀστυνόμων προσδέχεται. ἐφ΄ ἱκαναῖς δ΄ ἡμέραις τῇ πόλει ἐνδιατρίψας, καὶ λίζιον ἑαυτῷ τὸν πρίγκιπα δείξας͵ σὺν αὐτῷ δὲ καὶ τὸν Τριπόλεως κόμητα͵ ἔγνω προσβαλεῖν ταῖς περὶ τὴν Ἀντιόχου ἱδρυμέναις καὶ παρ΄ Ἀγαρηνῶν κατεχομέναις Συροφοινίσσαις πόλεσι. τοίνυν καὶ τῷ ποταμῷ προσεγγίσας Εὐφράτῃ ἀφικνεῖται εἴς τι πολίχνιον ἐγχωρίως Πιζὰ καλούμενον͵ ἔνθα καὶ πολλὴν ἐνδειξαμένων τῶν πολεμίων περὶ τὴν συμβολὴν γενναιότητα ὑπονοστεῖ τὸ Ῥωμαϊκὸν, καὶ μέχρι τινὸς καταδίωξις γίνεται μέρους τοῦ προελάσαντος μὴ ἀντισχεῖν ἔχοντος πρὸς πάθος μανικὸν καὶ φορὰν παράλογον τῶν ἐναντίων. μετ΄ [18D] οὐ πολὺ δ΄ ἐγγυτέρω τοῦ βασιλέως φανέντος ἐκ τῆς περὶ αὐτὸν φάλαγγος συχνοὶ τοῖς ἀντιπάλοις συρρήγνυνται· οἱ δὲ μὴ ἐνεγκόντες τὴν κατ΄ αὐτῶν ἐπέλασιν τῶν Ῥωμαίων συγκλείονται εἴσω τοῦ τειχισμοῦ, καὶ οὐκέτι ἐπεκτρέχειν προέθεντο. τεῖχος μὲν οὖν καὶ περίτειχος ὑπῆν τῷ πολίσματι, καὶ βαθεῖα τάφρος ἐν μέρει τοῦτο περιεζώννυε, καὶ λίθος αὐτοφυὴς ἐνιαχοῦ κατεφράγνυε· πολλὰ δὲ τῶν πυργωμάτων ὑπενδόντα ταῖς τῶν λίθων νιφάσι καὶ πρὸς γῆν καταρρεύσαντα τῶν ἐκ τῆς Ἄγαρ καθεῖλε τὸ φρόνημα. ἐντεῦθεν οἱ τολμητίαι καὶ φυσῶντες ἄμετρα͵ εἰς δειλίαν τιθεμένων αὐτοῖς τῶν ὀχυρωμάτων͵ ὑπέρ τε τῆς οἰκείας ἀντιβολοῦσι ζωῆς καὶ τῶν ἐνόντων πάντων αὐτὴν ἀλλάσσονται͵ βασιλεῖ τὰς χεῖρας προτείναντες. ἐκ δὲ τούτου μοῖραν διαφεὶς στρατεύματος κατὰ τῶν ἐπέκεινα τοῦ Εὐφράτου πόλεων καὶ φρουρίων [19A] πλῆθος λαφύρων συνέλεξε, καὶ τὸ Πιζὰ τῷ τῆς Ἐδέσσης δωρησάμενος κόμητι͵ τὸ Βέμπετζ παραλλάξας ὡς εὐκαταγώνιστον κριθὲν κἀπὶ πεδίου κείμενον ὑπτιάζοντος͵ κατὰ τοῦ Χάλεπ καὶ τοῦ Φέρεπ ἐξώρμησε͵ τοῦτο αἰτησαμένου τοῦ τῆς Ἀντιοχείας πρίγκιπος͵ ἐπεὶ καὶ οὗτος τῷ βασιλεῖ συνεστράτευεν. ἐπιστὰς δὲ τῷ Χάλεπ (τὸ δέ ἐστιν ἡ πάλαι λεγομένη Βέρροια) ὁρᾷ πολυάνθρωπον πόλιν καὶ στέγουσαν ἔνδον πλεῖστον ὅσον ὁπλιτικόν, οἳ καὶ ἐξιόντες τοῦ τείχους ἅμα θέᾳ Ῥωμαίων συμπλέκονται μετὰ ῥύμης τοῖς περὶ τὸν βασιλέα στρατεύμασι. τὸ δὲ ἧττον ἀπενεγκάμενοι τὸν περίβολον ὑπεισῄεσαν. οὐχ ἅπαξ δέ͵ ἀλλὰ κατὰ τὸ πάλιν καὶ πάλιν [19B] ἐπεκδρομὰς θέμενοι κατ΄ οὐδεμίαν τὸ κράτος ἤραντο· ἐνίοτε δὲ καὶ αὐτῷ τῷ βασιλεῖ περιιόντι τὴν πόλιν καὶ κατασκοποῦντι τὸ τεῖχος δι΄ ἑκηβόλων λάθρα ἐπιβουλεύσαντες καὶ τῆς προθέσεως ταύτης ἐξέπεσον. οὐδὲν δέ τι δράσειν ἐξ ὑπογυίου δυνάμενος καὶ διὰ τὴν ὀχυρότητα μὲν ταυτησὶ τῆς πόλεως καὶ τὴν ἔνδον εὔοπλον καὶ εὔιππον στρατιάν͵ οὐχ ἧττον δὲ καὶ τὸ ἐπιλιπεῖν τὰ ἐφόδια καὶ τὴν πυρὸς ὁμοῦ καὶ ὕδατος ὑποσπάνισιν͵ ἐκεῖθεν μεθίσταται. καὶ τὸ Φέρεπ ἐξ ἐφόδου παραστησάμενος, καὶ τοῦτο κόμητί τινι τῆς Ἀντιοχέων ἀποχαρισάμενος πόλεως, πρὸς ἑτέραν πόλιν μεταχωρεῖ κατὰ φράσιν ἐγχώριον Καφαρδὰ λεγομένην. μεγίστης δὲ χώρας αὕτη [19C] προκαθέζεται καὶ περὶ αὐτὴν αὐχεῖ καθυπείκοντα οὐκ ἐλάχιστα φρούρια͵ στερρότητι τειχέων κομπάζουσα.
</div></center>
{{Πλοήγηση|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (6)|Χρονική Διήγησις, Νικήτας Χωνιάτης|Χρονική Διήγησις, Νικήτας Χωνιάτης/Ιωάννης Κομνηνός (8)}}