Χρονική Διήγησις/Ιωάννης Κομνηνός/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις, Νικήτας Χωνιάτης | συγγραφέας = Νικήτας Χωνιάτης | με...
 
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 10:
<div align=center>'''ΙΩΑΝΝΗΣ ΚΟΜΝΗΝΟΣ (3)'''</div>
<center><div style="width: 40em; text-align: justify">
Ἡμερῶν δὲ οὐ συχνῶν διαγενομένων τὴν εἰς τὰ ἀρχεῖα πάροδόν τε καὶ ἔξοδον ἀνῆκε τῷ βουλομένῳ παντὶ τῶν τε κοινῶν πραγμάτων ἐφήπτετο καθάπερ ᾑρεῖτο͵ ὡς ἤδη ἐν τῷ ἀσφαλεῖ καθεστώς. ἀλλὰ καὶ τοῖς ἐκ γένους καὶ οἰκειώσεως αὐτῷ προσεγγίζουσι κατὰ τὸ ἀνάλογον προσφερόμενος ἁρμοδίους ἑκάστῳ ἀπένεμε τὰς τιμάς, τῷ γε μὴν Ἰσαακίῳ τῷ κασιγνήτῳ προστετηκὼς συμφυὴς καὶ ὁμόπνους ἐδείκνυτο͵ καὶ ὡς φιλοῦντι μὲν ὑπὲρ ἅπαντας͵ μάλιστα δ΄ ὡς τὰ πάντα ἢ τὰ πλείω εἰσενέγκαντι πρὸς τὴν κατάσχεσιν τῆς ἀρχῆς· τοῦτον γὰρ καθισταμένης ἔτι τῆς βασιλείας καθέδρας τε καὶ τραπέζης ἐξ ἴσου κοινωνὸν παρελάμβανε καὶ μετεδίδου τῆς '''[9] ''' ἀναρρήσεως͵ ὁποία ἐπιπρεπὴς τῷ τοῦ σεβαστοκράτορος ἀξιώματι͵ ᾧ πρὸς τοῦ πατρὸς Ἀλεξίου τετίμητο Ἰσαάκιος. καὶ φροντιστὰς δὲ τῶν δημοσίων πραγμάτων προυβάλετο ἐκ τoῦ καθ΄ αἷμά οἱ προσεγγιζόντων τὸν Κομνηνὸν Ἰωάννην͵ ὃν καὶ τῷ τοῦ παρακοιμωμένου τετίμηκεν ἀξιώματι͵ καὶ τὸν Ταρωνίτην Γρηγόριον͵ γεγονότα πρωτοβεστιάριον. ἀλλ΄ ὁ μέν ὅτι μὴ τῷ δακτύλῳ τὸ πᾶν διεπέττευε͵ σοβαρὰν προφαίνων ὀφρὺν '''[7B]'''καὶ φρονηματώδης ὡς οὔ τις ἄλλος δεικνύμενος, τὸν φροντιστὴν ἀπεφορτίσατο τάχιον· ὁ δέ γε Γρηγόριος τῆς προκειμένης ἐχόμενος, μηδὲ μακρὰ βιβὰς ἢ γοῦν ἐκτείνων πόδας ὑπερβαθμίους, μονιμωτέρας ἰσχύος μετείληχε. παρεζεύχθη δ΄ ἐς ὕστερον τουτωῒ καί τις Γρηγόριος ἕτερος͵ ᾧ Καματηρὸς ἡ ἐπίκλησις. ὁ δ΄ ἀνὴρ οὗτος ἐλλόγιμος μέν͵ τὸ δὲ γένος οὐκ εὐπρεπὴς οὐδ΄ ἐπίπαν εὐπάρυφος͵ τῷ βασιλεῖ δὲ προσληφθεὶς Ἀλεξίῳ καὶ τοῖς ὑπογραμματευομένοις καταλεγεὶς τὰς ἐπαρχίας ἀμφεποτᾶτο, κἀκ τοῦ τάσσειν φόρους ταύταις πλοῦτον τιθαιβώσσων βαθὺν ἠράσθη κατὰ κῆδος βασιλεῖ συναφθῆναι. οὐκοῦν καὶ προσπλακεὶς μιᾷ τῶν ἐκείνου συγγενῶν λογοθέτης τῶν σεκρέτων προυβέβλητο. ἴσχυε δ΄ ὑπὲρ πάντας παρὰ τῷδε τῷ βασιλεῖ καὶ τὰς πρώτας ἐκαρποῦτο τιμὰς ὁ Ἀξοῦχος Ἰωάννης. ἦν δ΄ οὗτος Πέρσης τὸ '''[7C]'''γένος͵ τῆς δὲ Βιθυνῶν προκαθημένης πόλεως Νικαίας τῆς τῶν Περσῶν δυναστείας ἀπαλλαγείσης, ὅτε Βαϊμοῦνδος τῆς ἐς Παλαιστίνην πορείας εἴχετο, συνέχεται καὶ αὐτὸς καὶ τῷ βασιλεῖ Ἀλεξίῳ δῶρον παρέχεται. ἧλιξ δ΄ ὢν Ἰωάννῃ τῷ βασιλεῖ συμπαίστωρ αὐτῷ προσείληπτο καὶ τῶν οἰκιδίων καὶ προκοίτων ὁ προσφιλέστερος κρίνεται. ἐπεὶ δ΄ ἐπέβη τῆς βασιλείας͵ πᾶσαν ὑπερανέβη πρεσβυτέραν παραδυνάστευσιν͵ μέγας τιμηθεὶς δομέστικος͵ ὡς καὶ πολλοὺς τῶν ἐριτίμων κατὰ γένος βασίλειον ἀποβαίνειν τοῦ ἵππου καὶ τούτῳ ἀπονέμειν προσκύνησιν κατὰ συγκυρίαν ὑπαντιάζοντας. ἦσαν δὲ τῷ ἀνδρὶ τῷδε οὐ μόνον χεῖρες δεδιδαγμέναι πρὸς '''[7D]'''πόλεμον͵ ἀλλὰ καὶ πρὸς εὐποιΐαν τῶν δεομένων ὀξεῖαί τινες καὶ εὐκίνητοι. ἀτὰρ τὸ εὐγενὲς τῆς γνώμης καὶ ἐλευθέριον τὸ μὴ ἔχον οὕτω τοῦ γένους τὰ πολλὰ συνεσκίαζε καὶ ποθεινὸν παρὰ πᾶσι τὸν Ἀξοῦχον ἀπειργάζετο.
 
Ἀλλ΄ οὔπω ἐνιαυτὸς ἀκριβῶς τῷ βασιλεῖ διεγένετο͵ καὶ καττύεται τούτῳ παρὰ τῶν ἐκ γένους ἐπιβουλή͵ καθ΄ ὃν οὐκ ἔχει τις τρόπον εἰπεῖν͵ κατ΄ αὐτοῦ βαρυμηνιώντων καὶ ὄμμα οἱ ἐπιρριπτούντων βάσκανον. ἀμέλει τοι καὶ σύστρεμμα τεκτήναντες πονηρὸν καὶ πίστεις δόντες ἀλλήλοις τῷ Βρυεννίῳ πάντες προστίθενται, καὶ παραχωροῦσι τούτῳ τῆς βασιλείας ὡς λογικῶν μετόχῳ παιδεύσεων καὶ εἶδος τυραννικὸν προφαίνοντι καὶ κατὰ κῆδος προφερεστέρῳ βασιλικόν· ὡς γὰρ φθάσαντες εἴπομεν͵ τῇ τοῦ βασιλέως ἀδελφῇ τῇ καισαρίσσῃ Ἄννῃ συνέζευκτο͵ ἥτις δὴ τῆς τῶν ἐπιστημῶν πασῶν ἐπόχου φιλοσοφίας ἐδείκνυτο μέλημα καὶ πρὸς πᾶσαν '''[8A]''' ἐρρύθμιστο μάθησιν.
 
 
</div>