Λόγοι Κατά Ιουδαίων: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-ῤῥ +ρρ)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 1:
{{σ|48.843}}
{{Πολυτονικό}}
 
{{Τίτλος|Λόγοι Κατὰ Ἰουδαίων|Adversus Judaeos|[[Ιωάννης Χρυσόστομος|Ἰωάννου Χρυσοστόμου]]}}
</div>
 
{{Πολυτονικό}}
 
 
 
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
 
ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ
 
48.843
==Λόγος πρῶτος.==
 
{{π|αʹ.}} Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἡσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ
αὐτῆς τῆς προνοίας μέρος μικρὸν ἀπολαβὼν, ὃ περὶ τὴν τῶν ἐθνῶν κλῆσιν ἐπεδείξατο, ὥσπερ πέλαγος ἀχανὲς καὶ ἀκατάληπτον ἰδὼν, οὕτως ἐβόησεν· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Καὶ ἦν μὲν ἱκανὴ ἡ διὰ τούτων ἀπόδειξις· ἐγὼ δὲ οὐκ ἠρκέσθην τοῖς προφήταις, οὐκ ἔστην μέχρι τῶν ἀποστόλων, ἀλλ' ἀνέβην εἰς τὸν οὐρανὸν, ἔδειξα ὑμῖν τὸν χορὸν τῶν ἀγγέλων λέγοντα, Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ἠκούσατε τῶν σεραφεὶμ πάλιν
ἐκπληττομένων καὶ μετὰ φρίκης κραζόντων, Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Προσέθηκα καὶ τὰ χερουβὶμ βοῶντα· Εὐλογημένη ἡ δόξα αὐτοῦ {{σ|48.844}} ἐκ τοῦ τόπου αὐτοῦ. Κάτω τρεῖς μάρτυρες, ἄνω τρεῖς μάρτυρες, τὸ ἀπρόσιτον τῆς τοῦ Θεοῦ δόξης δηλοῦντες. Ἀναμφισβήτητος λοιπὸν ἡ ἀπόδειξις, καὶ πολὺς ὁ κρότος ἐγίνετο, καὶ διεθερμαίνετο τὸ θέατρον, καὶ ἐπυροῦτο ὁ σύλλογος. Ἐγὼ δὲ ἔχαιρον, οὐχ ὅτι αὐτὸς ἐπῃνούμην, ἀλλ' ὅτι ὁ Δεσπότης ὁ ἐμὸς ἐδοξάζετο. Ὁ γὰρ κρότος ἐκεῖνος καὶ ὁ ἔπαινος τὸ φιλόθεον τῆς ὑμετέρας ψυχῆς ἐνεδείκνυτο. Καὶ καθάπερ οἰκέται φιλόστοργοι, ἐπειδὰν ἀκούσωσί τινος τὸν ἑαυτῶν ἐπαινοῦντος δεσπότην, ἐκκαίονται τῷ πόθῳ περὶ τὸν λέγοντα διὰ τὸ πρὸς τὸν δεσπότην φίλτρον, οὕτω καὶ ὑμεῖς ἐποιήσατε τότε· τῇ τῶν κρότων ὑπερβολῇ τὴν πολλὴν περὶ τὸν Δεσπότην ἐπεδείκνυσθε εὔνοιαν. Ἐβουλόμην μὲν οὖν καὶ σήμερον ἐπαγωνίσασθαι τοῖς παλαίσμασι τούτοις. Εἰ γὰρ οἱ ἐχθροὶ τῆς ἀληθείας κόρον οὐ λαμβάνουσι βλασφημοῦντες τὸν εὐεργέτην, πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς εὐφημίαν τοῦ τῶν ὅλων Θεοῦ. Ἀλλὰ τί πάθω; Ἕτερον
νόσημα χαλεπώτατον τὴν ἡμετέραν γλῶσσαν πρὸς ἰατρείαν καλεῖ, νόσημα ἐν τῷ σώματι τῆς Ἐκκλησίας πεφυτευμένον. Δεῖ δὲ πρότερον τοῦτο ἀνασπάσαντας, τότε φροντίσαι τῶν ἔξωθεν· πρότερον τοὺς οἰκείους θεραπεῦσαι, καὶ τότε τῶν ἀλλοτρίων ἐπιμελήσασθαι. Τί δέ ἐστι τὸ νόσημα; Ἑορταὶ τῶν ἀθλίων καὶ ταλαιπώρων Ἰουδαίων μέλλουσι προσελαύνειν συνεχεῖς καὶ ἐπάλληλοι, αἱ σάλπιγγες, αἱ σκηνοπηγίαι, αἱ νηστεῖαι· καὶ πολλοὶ τῶν μεθ' ἡμῶν τεταγμένων καὶ τὰ ἡμέτερα λεγόντων φρονεῖν, οἱ μὲν ἐπὶ τὴν θέαν ἀπαντῶσι τῶν ἑορτῶν, οἱ δὲ καὶ συνεορτάζουσι καὶ τῶν νηστειῶν κοινωνοῦσι· καὶ τοῦτο τὸ πονηρὸν ἔθος βούλομαι τῆς Ἐκκλησίας ἀπελάσαι νῦν. Οἱ μὲν γὰρ {{σ|48.845}} πρὸς Ἀνομοίους λόγοι καὶ ἐν ἑτέρῳ δύνανται γενέσθαι καιρῷ, καὶ οὐδεμία ἀπὸ τῆς ἀναβολῆς γένοιτ' ἂν βλάβη· τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι. Ἂν γὰρ μηδὲν ἀκούσαντες σήμερον νηστεύσωσι μετ' ἐκείνων, μετὰ τὸ τελεσθῆναι τὴν ἁμαρτίαν, εἰκῆ λοιπὸν τὸ φάρμακον ἐπιθήσομεν. Διόπερ ἐπείγομαι καὶ προκαταλαβεῖν. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· πρὸς τὰ κατεπείγοντα καὶ ὀξύτατα τῶν νοσημάτων ἵστανται πρότερον· πάντως δὲ συγγενὴς καὶ οὗτος ὁ ἀγὼν τῷ προτέρῳ. Ἐπειδὴ γὰρ συγγενῆ τὰ τῆς ἀσεβείας Ἀνομοίοις καὶ Ἰουδαίοις, συγγενῆ καὶ τὰ ἀγωνίσματα ἡμῖν γίνεται τοῖς πρότερον τὰ νῦν. Καὶ γὰρ ὅπερ ἐνεκάλουν Ἰουδαῖοι, τοῦτο ἐγκαλοῦσι καὶ Ἀνόμοιοι. Τί δὲ ἐνεκάλουν ἐκεῖνοι; Ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ. Τοῦτο ἐγκαλοῦσι καὶ
οὗτοι, μᾶλλον δὲ οὐκ ἐγκαλοῦσιν, ἀλλὰ καὶ ἐξαλείφουσι τὸ ῥητὸν μετὰ τῆς διανοίας, εἰ καὶ μὴ τῇ χειρὶ, ἀλλὰ τῇ γνώμῃ.
 
{{π|βʹ.}} Μηδὲ θαυμάσητε, εἰ ἀθλίους ἐκάλεσα τοὺς Ἰουδαίους. Ὄντως γὰρ ἄθλιοι
καὶ ταλαίπωροι, τοσαῦτα ἀπὸ τῶν οὐρανῶν ἀγαθὰ εἰς τὰς χεῖρας αὐτῶν ἐλθόντα
ἀπωσάμενοι καὶ ῥίψαντες μετὰ πολλῆς τῆς σπουδῆς. Ἀνέτειλεν ἐκείνοις πρώϊμος ὁ
Γραμμή 46 ⟶ 33 :
φιλονεικοῦσιν αὐτὸν τηρεῖν. Τί γένοιτ' ἂν αὐτῶν ἐλεεινότερον, οἳ μὴ τῇ παραβάσει
τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῇ φυλακῇ τοῦ νόμου τὸν Θεὸν παροξύνουσι; Διὰ τοῦτό
φησι, Σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ, ὑμεῖς {{σ|48.846}} ἀεὶ τῷ Πνεύματι τῷ
ἁγίῳ ἀντιπίπτετε· οὐ τῷ παραβαίνειν τὰ νόμιμα μόνον, ἀλλὰ καὶ τῷ φυλάττειν
ἐθέλειν ἀκαίρως. Σκληροτράχηλοι. Καὶ καλῶς εἶπε, σκληροτράχηλοι· οὐ γὰρ
Γραμμή 86 ⟶ 73 :
Ἄκουσον πῶς κελεύει νηστεύειν ὁ προφήτης· Ἁγιάσατε νηστείαν, φησίν· οὐκ εἶπε,
πομπεύσατε νηστείαν· Κηρύξατε θεραπείαν, συναγάγετε πρεσβυτέρους. Οὗτοι δὲ
χοροὺς μαλακῶν συναγαγόντες, καὶ πολὺν πεπορνευ48πεπορνευ{{σ|48.847}} μένων γυναικῶν
συρφετὸν, τὸ θέατρον ἅπαν καὶ τοὺς ἀπὸ τῆς σκηνῆς εἰς τὴν συναγωγὴν ἐπισύρουσι·
θεάτρου γὰρ καὶ συναγωγῆς οὐδὲν τὸ μέσον. Καὶ οἶδα μὲν ὅτι τινὲς τόλμαν
Γραμμή 93 ⟶ 80 :
ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.
 
{{π|γʹ.}} Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων
πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόρριζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον
ὅτι θεάτρου ἡ συναγωγὴ οὐδὲν ἄμεινον διάκειται, καὶ ἀπὸ προφήτου παράγω τὴν
Γραμμή 125 ⟶ 112 :
προσκυνεῖν, ἐπὶ τὰ σπήλαια τῶν Ἰουδαίων, τῶν σταυρωσάντων αὐτὸν, ἕλκοι τινά·
καὶ μακρὸν κατέτεινα πρὸς αὐτὸν λόγον, πρῶτον μὲν, ὅτι οὐ θέμις ὅλως ὀμνύναι,
οὐδὲ ἀνάγκην ἐπάγειν ὅρκων, διδάσκων ἀπὸ τῶν θείων Εὐαγγελίων· ἔπειτα, {{σ|48.848}}
ὅτι οὐ μόνον οὐχὶ πιστὴν καὶ μεμυημένην, ἀλλ' οὐδὲ ἀμύητόν τινα πρὸς ταύτην
ἕλκειν ἐχρῆν τὴν ἀνάγκην. Ὡς δὲ ἐξέβαλον διὰ πολλῶν καὶ μακρῶν λόγων τὴν
Γραμμή 154 ⟶ 141 :
προσκεκρουκότων, τὰ τῶν ἠτιμωμένων, τὰ τῶν καταδίκων;
 
{{π|δʹ.}} Ἀλλ' οὐ τὰ ἡμέτερα τοιαῦτα, ἀλλ' ὄντως φοβερὰ καὶ φρίκης ἀνάμεστα.
Ἔνθα γὰρ Θεός ἐστι ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχων, οὗτος φοβερὸς ὁ τόπος· ἔνθα
μυρίοι περὶ κολάσεων ἀθανάτων λόγοι, περὶ τῶν πυρίνων ποταμῶν, περὶ τοῦ σκώληκος τοῦ ἰοβόλου, περὶ τῶν δεσμῶν τῶν ἀρρήκτων, περὶ τοῦ σκότους. τοῦ
Γραμμή 166 ⟶ 153 :
τις εἶναι λέγοι τοῖς εὐδοκιμοῦσι καὶ παρρησίαν ἔχουσιν; Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ
ἔστιν· ἐπεὶ μηδὲ πανδοχεῖα τῶν βασιλικῶν αὐλῶν σεμνότερα, μᾶλλον δὲ καὶ
πανδοχείου παντὸς ἀτιμότερον τὸ τῆς συναγωγῆς χωρίον {{σ|48.849}} ἐστίν. Οὐ γὰρ
λῃστῶν οὐδὲ καπήλων ἁπλῶς, ἀλλὰ δαιμόνων ἐστὶ καταγώγιον, μᾶλλον δὲ οὐχ αἱ
συναγωγαὶ μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ ψυχαὶ τῶν Ἰουδαίων· καὶ τοῦτο πρὸς τῷ τέλει
Γραμμή 204 ⟶ 191 :
τῷ κινδύνῳ. Καὶ γὰρ ἐπὶ τῶν ἔξω στρατοπέδων, ἂν ἁλῷ τις βαρβαρίζων καὶ τὰ
Περσικὰ φρονῶν ἐν μέσοις τοῖς στρατιώταις, οὐκ αὐτὸς κινδυνεύει μόνος, ἀλλὰ καὶ
ἕκαστος τῶν συνειδότων μὲν, οὐ ποιησάντων δὲ αὐτὸν τῷ στρατηγῷ φανερόν. Ἐπεὶ οὖν καὶ ὑμεῖς στρατόπεδόν ἐστε τοῦ Χριστοῦ, μετὰ ἀκριβείας δι48δι{{σ|48.850}} ερευνᾶτε καὶ
περιεργάζεσθε, εἴ τις τῶν ἀλλοφύλων ὑμῖν ἀναμέμικται, καὶ ποιεῖτε δῆλον, οὐχ ἵνα
ἀποκτείνωμεν, καθάπερ ἐκεῖνοι, οὐδ' ἵνα κολάσωμεν καὶ τιμωρησώμεθα, ἀλλ' ἵνα
Γραμμή 216 ⟶ 203 :
μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.
 
{{π|εʹ.}} Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν. Ἐννοήσατε τοίνυν
τίσι κοινωνοῦσιν οἱ νηστεύοντες νῦν· τοῖς βοῶσι, Σταύρωσον, σταύρωσον· τοῖς
λέγουσι, Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Εἴ τινες ἁλόντες ἐπὶ
Γραμμή 247 ⟶ 234 :
αὐτῶν αἱ χεῖρες, ἐπειδὴ τὰ σώματα τῶν ἁγίων κατέσχον; Μὴ γένοιτο! Εἶτα χεῖρες
μὲν, σώματα κατασχοῦσαι ἁγίων, βέβηλοι μένουσι δι' αὐτὸ δὴ τοῦτο, ἐπειδὴ
κατέσχον κακῶς· οἱ δὲ γράμματα κατ48κατ{{σ|48.851}} έχοντες ἁγίων καὶ ὑβρίζοντες οὐκ
ἔλαττον ἢ οἱ δήμιοι τῶν μαρτύρων τὰ σώματα, αἰδέσιμοι διὰ τοῦτο ἔσονται; Καὶ πῶς
οὐκ ἐσχάτης ἀλογίας ταῦτα ἂν εἴη; Εἰ γὰρ σώματα κατεχόμενα κακῶς, οὐ μόνον οὐχ
Γραμμή 275 ⟶ 262 :
ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.
 
{{π|ςʹ.}} Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ
τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν. Πτολεμαῖος ὁ
Φιλάδελφος τὰς πανταχόθεν βίβλους συναγαγὼν, καὶ μαθὼν ὅτι καὶ παρὰ Ἰουδαίοις
Γραμμή 284 ⟶ 271 :
βιβλία; Μὴ γένοιτο! ἀλλ' ἐκεῖνα μὲν ἔχει τὴν οἰκείαν ἁγιότητα, τῷ τόπῳ δὲ οὐ
μεταδίδωσι, διὰ τὴν τῶν συνιόντων ἐκεῖ μιαρίαν. Τὸ αὐτὸ τοίνυν καὶ περὶ τῆς
συναγωγῆς λογιστέον. Εἰ γὰρ καὶ μὴ εἴδωλον ἕστηκεν ἐκεῖ, {{σ|48.852}} ἀλλὰ δαίμονες
οἰκοῦσι τὸν τόπον. Καὶ τοῦτο οὐ περὶ τῆς ἐνταῦθα λέγω συναγωγῆς μόνον, ἀλλὰ καὶ
τῆς ἐν Δάφνῃ· πονηρότερον γὰρ ἐκεῖ τὸ βάραθρον, ὃ δὴ καλοῦσι Ματρώνης. Καὶ γὰρ
Γραμμή 323 ⟶ 310 :
υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· τὴν φύσιν ἠγνόησαν, ὠδίνων
ἐπελάθοντο, παιδοτροφίαν κατεπάτησαν, τῆς συγγενείας τοὺς νόμους ἐξ αὐτῶν τῶν
βάθρων ἀνέτρεψαν, θηρίων ἁπάντων γεγόνασιν ἀγριώτεροι. Τὰ {{σ|48.853}} θηρία μὲν
γὰρ καὶ τὴν ψυχὴν ἐπιδίδωσι πολλάκις, καὶ τῆς οἰκείας καταφρονεῖ σωτηρίας, ὥστε
ὑπερασπίσαι τῶν ἐκγόνων· οὗτοι δὲ οὐδεμιᾶς ἀνάγκης οὔσης τοὺς ἐξ αὐτῶν φύντας
Γραμμή 335 ⟶ 322 :
ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.
 
{{π|ζʹ.}} Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων
προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει
τὴν διήγησιν ἡ ἡμέρα. Ἀλλ' αἱ ἑορταὶ αὐτῶν σεμνὸν ἔχουσί τι καὶ μέγα; Καὶ αὐτὰς
Γραμμή 364 ⟶ 351 :
βαρβαρικαῖς χερσὶ παραδοὺς, ὕστερον δὲ εἰς τέλος καθελών· ὅμως δὲ καὶ πρὸ τῆς
καταστροφῆς διὰ τοῦ προφήτου βοᾷ καὶ λέγει, Μὴ πεποίθατε ἐπὶ λόγοις ψευδέσιν,
ὅτι οὐκ ὠφελήσουσιν ὑμᾶς, {{σ|48.854}} λέγοντες, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν. Οὐχ ὁ
ναὸς ἁγιάζει, φησὶ, τοὺς συνιόντας, ἀλλ' οἱ συνιόντες τὸν ναὸν ἅγιον ποιοῦσιν. Εἰ δὲ
τότε οὐκ ὠφέλει ὁ ναὸς, ὅτε τὰ Χερουβὶμ, ὅτε ἡ κιβωτὸς, πολλῷ μᾶλλον ὅτε πάντα
Γραμμή 403 ⟶ 390 :
μετὰ τὸ ποιῆσαι τὸ σημεῖον, καλέσῃ σε εἰς ἀσέβειαν, μὴ πεισθῇς διὰ τὴν ἔκβασιν τοῦ
σημείου. Διὰ τί; Πειράζει γάρ σε Κύριος ὁ Θεός σου ἰδεῖν, εἰ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης τῆς
καρδίας {{σ|48.855}} σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου. Ὅθεν δῆλον, ὅτι δαίμονες οὐ
θεραπεύουσιν. Εἰ δέ ποτε καὶ συγχωροῦντος τοῦ Θεοῦ ἐπιτύχοιέν τινος θεραπείας,
καθάπερ ἄνθρωποι, εἰς δοκιμὴν τὴν σὴν ἡ συγχώρησις γίνεται, οὐκ ἐπειδὴ Θεὸς
Γραμμή 436 ⟶ 423 :
λαμπρότερον ποιῆσαι βουλόμενος, ἀφίησι ταῖς ἀρρωστίαις ἐμπεσεῖν πολλάκις. Μένε
τοίνυν καρτερῶν, ἵνα καὶ σὺ ἀκούσῃς, Μὴ ἄλλως με οἴει σοι κεχρηματικέναι, ἢ ἵνα
δίκαιος ἀναφανῇς; {{π|θʹ.}} Ἐνῆν μὲν οὖν καὶ τούτων πλείω εἰπεῖν, ἀλλ' ὥστε μὴ τῶν
εἰρημένων τὴν μνήμην λυμήνασθαι, ἐνταῦθα καταλύσω τὸν λόγον, τὰ τοῦ Μωσέως
ῥήματα εἰπών· Διαμαρτύρομαι ὑμῖν τὸν οὐρανὸν καὶ τὴν γῆν, ὅτι ἐάν τις ἢ τῶν
Γραμμή 444 ⟶ 431 :
ἀπὸ τοῦ αἵματος ὑμῶν πάντων. Οὗτοι οἱ λόγοι παραστήσονται ἐν τῇ ἡμέρᾳ τοῦ
Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐμοὶ καὶ ὑμῖν, κἂν μὲν πεισθῆτε, πολλὴν ὑμῖν
παρέξουσι τὴν παρρησίαν· ἂν δὲ παρ48παρ{{σ|48.856}} ακούσητε, ἤ τινας τῶν τὰ τοιαῦτα
τολμώντων ἀποκρύψητε, ὥσπερ κατήγοροι σφοδροὶ ἀντικαταστήσονται ὑμῖν. Οὐ
γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ, ἀλλὰ καὶ
Γραμμή 489 ⟶ 476 :
 
 
{{σ|48.857}} Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ
πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲπρὸ πέντε ἡμερῶν τῆς νηστείας
αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης.
Γραμμή 495 ⟶ 482 :
==Λόγος δεύτερος.==
 
{{π|αʹ.}} Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ
θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ
γνώμην Θεοῦ γινόμενον, κἂν θυσία, κἂν νηστεία ᾖ, πάντων ἐστὶν ἐναγέστερον. Ἡ μὲν οὖν παράνομος αὐτῶν νηστεία μετὰ πέντε λοιπὸν ἡμέρας ἐφίσταται· ἐγὼ δὲ πρὸ
Γραμμή 528 ⟶ 515 :
τοῦ φόβου, συνελαυνόμενα δὲ τῇ τῆς φωνῆς ἀνάγκῃ, καὶ ἄκοντα πολλάκις ὑπὸ τῆς
βοῆς συνωθούμενα, εἰς αὐτὰ ἐμπίπτει τὰ θήρατρα· οὕτω καὶ οἱ ἀδελφοὶ οἱ ὑμέτεροι,
οἱ καθάπερ ἐν θάμνῳ τινὶ, τῷ ἰουδαϊσμῷ, κρυπτόμενοι, ἂν {{σ|48.858}} τῆς Παύλου φωνῆς
ἀκούσωσιν, εὖ οἶδ' ὅτι ῥᾳδίως εἰς τὰ τῆς σωτηρίας ἐμπεσοῦνται δίκτυα, καὶ πᾶσαν
τὴν Ἰουδαϊκὴν ἀποθήσονται πλάνην. Οὐδὲ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ' ὁ
Γραμμή 553 ⟶ 540 :
τῆς ἁμαρτίας ἀφιείς.
 
{{π|βʹ.}} Οἱ μὲν οὖν προσδραμόντες ἅπαντες ἀπολαύουσι τῆς δωρεᾶς,
σωζόμενοι χάριτι· οἱ δὲ ἀπὸ νόμου δικαιοῦσθαι θέλοντες, καὶ τῆς χάριτος
ἐκπεσοῦνται. Οὔτε γὰρ τῆς φιλανθρωπίας ἀπολαῦσαι δυνήσονται τῆς βασιλικῆς,
Γραμμή 565 ⟶ 552 :
δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. Ἐθανατώθης τῷ νόμῳ, νεκρὸς γέγονας, οὐκέτι
λοιπὸν ἐπὶ τὸν ζυγὸν, οὐδὲ ὑπὸ τὴν ἀνάγκην εἶ τὴν ἐκείνου. Τί τοίνυν φιλονεικεῖς
σαυτῷ πράγματα παρέχειν εἰκῆ καὶ μάτην; Ἀλλὰ γὰρ καὶ {{σ|48.859}} τίνος ἕνεκεν τὸ
ὄνομα τὸ ἑαυτοῦ τέθεικεν ὁ Παῦλος ἐνταῦθα, καὶ οὐκ εἶπεν ἁπλῶς· Ἴδε ἐγὼ λέγω
ὑμῖν; Ἀναμνῆσαι βουλόμενος αὐτοὺς τῆς σπουδῆς ἧς περὶ τὸν ἰουδαϊσμὸν
Γραμμή 605 ⟶ 592 :
ἀρνηθείην ποτέ. Ἀλλ' ὁ παρὰ καιρὸν ἀντεχόμενος αὐτοῦ σὺ οὐ συγχωρεῖς φανῆναι
τῆς ὠφελείας αὐτοῦ τὸ μέγεθος. Καθάπερ γὰρ παιδαγωγοῦ μέγιστον ἐγκώμιον
γένοιτ' ἂν, τὸ μηκέ48μηκέ{{σ|48.860}} τι δεῖσθαι τῆς παρ' αὐτοῦ φυλακῆς εἰς σωφροσύνην τὸν
ὑπ' αὐτοῦ παιδαγωγηθέντα νέον, εἰς μείζονα ἐπιδόντα ἀρετήν· οὕτω καὶ νόμῳ
μέγιστος ἔπαινος γένοιτ' ἂν, τὸ μηκέτι χρείαν ἔχειν ἡμᾶς τῆς παρ' αὐτοῦ βοηθείας.
Γραμμή 622 ⟶ 609 :
ὀδύνης τὸν ἄρρωστον ... λείπει ...
 
{{π|γʹ.}} ... ὁ ἀδελφός σου, ἄφες τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ
ὕπαγε· πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου.
Οὐκ εἶπε, Σύστειλον τὴν θυσίαν, καὶ τότε ἄπελθε, ἀλλ', Ἄφες μένειν ἀπλήρωτον, καὶ
Γραμμή 643 ⟶ 630 :
ῥᾳθυμούσας οὐ διεγείρετε· τοῦ δὲ διαβόλου πρὸς τὰς σάλπιγγας αὐτὰς καλοῦντος,
ἑτοίμως ἐπακουούσας οὐ κατέχετε, ἀλλὰ περιορᾶτε τοῖς τῆς ἀσεβείας ἐγκλήμασιν
ἁλισκομένας, καὶ πρὸς {{σ|48.861}} ἀκολασίαν ἐξελκομένας. Καὶ γὰρ πόρναι καὶ μαλακοὶ
καὶ πᾶς ὁ τῆς ὀρχήστρας χορὸς ἐκεῖ συντρέχειν εἰώθασι. Καὶ τί λέγω πορνείας τὰς
γινομένας; οὐ δέδοικας μὴ δαίμονα λαβοῦσα ἐκεῖθεν ἐπανέλθῃ ἡ γυνή; οὐκ ἤκουσας
Γραμμή 659 ⟶ 646 :
καθάπερ τῶν τραυμάτων τὰ μὲν ἀνεκτότερα προσηνεστέροις εἴκει φαρμάκοις, τὰ δὲ
σεσηπότα καὶ ἀνίατα καὶ τὸ λοιπὸν ἐπινεμόμενα σῶμα, αἰχμῆς σιδήρου δεῖται καὶ
φλογός· οὕ48οὕ{{σ|48.862}} τω δὴ καὶ ἐπὶ τῶν ἁμαρτημάτων τὰ μὲν παραινέσεως μακροτέρας
χρείαν ἔχοντα, τὰ δὲ ἐλέγχων ἀποτόμων. Διόπερ καὶ ὁ Παῦλος ἐκέλευσε μὴ πάντα
παραινεῖν, ἀλλὰ καὶ ἐλέγχειν ἀποτόμως, οὕτω λέγων· Δι' ἣν αἰτίαν ἔλεγχε αὐτοὺς
Γραμμή 677 ⟶ 664 :
 
 
{{σ|48.861}} ΕΙΣ ΤΟΥΣ ΤΑ ΠΡΩΤΑ ΠΑΣΧΑ ΝΗΣΤΕΥΟΝΤΑΣ.
 
==Λόγος τρίτος.==
 
{{π|αʹ.}} Πάλιν χρεία τις ἀναγκαία καὶ κατεπείγουσα, τῶν πρῴην εἰρημένων τὴν
ἀκολουθίαν διακόψασα, πρὸς ἑαυτὴν ἐπισπᾶται τὸν λόγον, καὶ τῶν πρὸς τοὺς
αἱρετικοὺς ἡμᾶς ἀπάγει παλαισμάτων τήμερον. Ἡμεῖς μὲν γὰρ πάλιν περὶ τῆς τοῦ
Γραμμή 698 ⟶ 685 :
ἀριθμὸς τοσοῦτος, καὶ ἵπποι, καὶ μυρία ἕτερα πολλὴν παρέχοντα τὴν ἰσχύν; Ἀλλ'
ὅμως ἡ τοσαύτη δύναμις καταλύεται, ὅταν πρὸς ἑαυτὴν στασιάζῃ. Οὐδὲν γὰρ οὕτως
ἀσθένειαν ἐργάζεσθαι πέφυκεν, ὡς φιλονεικία καὶ ἔρις· ὥσπερ οὐδὲν {{σ|48.862}} οὕτως
ἰσχὺν καὶ δύναμιν, ὡς ἀγάπη καὶ ὁμόνοια. Ὅπερ οὖν καὶ ὁ Σολομὼν συνιδὼν,
ἔλεγεν· Ἀδελφὸς ὑπ' ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ, καὶ μεμοχλευμένη
Γραμμή 718 ⟶ 705 :
παραπέμψει τὸ πάθος· Μικρὰ γὰρ ζύμη, φησὶν, ὅλον τὸ φύραμα ζυμοῖ. Καὶ τοῦτό
ἐστιν ὃ τὰ πάντα ἀπόλλυσι καὶ ἀνατρέπει, ὅτι τῶν μικρῶν καταμελοῦμεν. Διὰ τοῦτο
μεγάλα γίνεται τὰ ἕλκη, ὥσπερ οὖν τὰ μεγάλα ῥᾳδίως {{σ|48.863}} ἂν γένοιτο μικρὰ τῆς
προσηκούσης ἀπολαύοντα ἐπιμελείας. Τοῦτο τοίνυν πρὸς αὐτοὺς λέγομεν πρότερον,
ὅτι οὐδὲν χεῖρον φιλονεικίας καὶ μάχης καὶ τοῦ τὴν Ἐκκλησίαν διασπᾷν, καὶ τὸν
Γραμμή 738 ⟶ 725 :
πρὸς ἀλλήλους ὦμεν συνδεδεμένοι.
 
{{π|βʹ.}} Διὰ τοῦτο καὶ Παῦλος πολλὰ καὶ μεγάλα Κορινθίοις ἐγκαλεῖν ἔχων, οὐδὲν
ἐνεκάλεσε πρὸ τούτου· ἀλλ' ἔχων αὐτοῖς ἐγκαλέσαι καὶ περὶ πορνείας, καὶ περὶ
ἀπονοίας, καὶ τῶν ἔξω δικαστηρίων, καὶ τῶν ἐν τοῖς εἰδωλείοις συμποσίων, καὶ ὅτι
Γραμμή 758 ⟶ 745 :
καταισχύνει τὴν κεφαλὴν αὐτῆς. Καὶ ὅτι τῶν πενήτων ὑπερεώρων, καὶ τοῦτο
ἐδήλωσεν εἰπών· Ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει· καὶ πάλιν, Ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ
{{σ|48.864}} καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Ἐπειδὴ δὲ καὶ τοῖς μείζοσι
τῶν χαρισμάτων ἅπαντες ἐπεπήδων, καὶ τὸ ἔλαττον οὐδεὶς κατεδέχετο, φησί· Μὴ
πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; Ὅτι δὲ καὶ περὶ τῆς ἀναστάσεως
Γραμμή 787 ⟶ 774 :
βαράθρων φέρονται καὶ κρημνῶν.
 
{{π|γʹ.}} Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος, ὅταν ταῦτα αὐτοῖς ἀντιλέγωμεν; Ὑμεῖς,
φησὶν, οὐ ταύτην ἐνηστεύετε τὴν νηστείαν πρότερον; Τοῦτο οὐ σόν ἐστιν εἰπεῖν πρός
με, ἀλλ' ἐμὲ δίκαιον ἂν εἴη πρὸς σὲ λέγειν, ὅτι καὶ ἡμεῖς οὕτως ἐνηστεύομεν
Γραμμή 797 ⟶ 784 :
κόλασιν ὑπομείνωσι καὶ τιμωρίαν, ἀπὸ τῶν καθ' ἑαυτὸν πραγμάτων εἰς τὸ θαρρεῖν
αὐτοὺς ἐνάγει, λέγων· Γίνεσθε ὡς ἐγὼ, ὅτι κἀγὼ ὡς ὑμεῖς. Μὴ γὰρ ἐξ ἐθνῶν ἦλθον;
φησί· μὴ γὰρ {{σ|48.865}} ἄπειρος ἤμην τῆς νομικῆς πολιτείας, καὶ τῆς τιμωρίας τῆς
κειμένης τοῖς παραβαίνουσι τὸν νόμον; Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος,
κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Ἀλλὰ καὶ ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ
Γραμμή 836 ⟶ 823 :
παρ' αὐτοῖς ἄζυμα, ἄκουσον τοῦ νομοθέτου λέγοντος, Οὐ δυνήσεσθε ποιῆσαι τὸ
Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' ἢ εἰς τὸν
τόπον, ὃν ἐὰν {{σ|48.866}} ἐπικληθῇ τὸ ὄνομα αὐτοῦ· περὶ τῆς Ἰερουσαλὴμ λέγων. Ὁρᾷς
πῶς εἰς μίαν πόλιν συγκλείσας τὴν ἑορτὴν, ὕστερον καὶ τὴν πόλιν καθεῖλεν αὐτὴν,
ἵνα καὶ ἄκοντας αὐτοὺς ἀπαγάγῃ τῆς πολιτείας ἐκείνης; Ὅτι γὰρ προεῖδε τὸ
Γραμμή 860 ⟶ 847 :
ἄλευρον πεφυραμένον, ἀλλ' εἰλικρινὴς πολιτεία, καὶ βίος ἐνάρετος.
 
{{π|δʹ.}} Τίνος οὖν ἕνεκεν ἐποίησεν ὁ Χριστὸς τότε; Ἐπειδὴ τὸ παλαιὸν πάσχα
τύπος ἦν τοῦ μέλλοντος ἔσεσθαι, ἔδει δὲ τὴν ἀλήθειαν ἐπιτεθῆναι τῷ τύπῳ,
πρότερον δείξας τὴν σκιὰν, τότε ἐπήγαγε τὴν ἀλήθειαν ἐπὶ τῆς τραπέζης· τῆς
Γραμμή 871 ⟶ 858 :
καιροὺς καὶ ἐνιαυτούς. Φοβοῦμαι ὑμᾶς, μήπως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Καὶ πάλιν,
Ὁσάκις ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον, καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον
τοῦ Κυρίου καταγγέλλετε. Ὁσάκις δὲ εἰπὼν, κύριον ἐποίησε τὸν προσιόντα, {{σ|48.867}}
πάσης ἡμερῶν παρατηρήσεως ἀπαλλάξας αὐτόν. Οὐ γὰρ ταὐτὸν πάσχα καὶ
τεσσαρακοστὴ, ἀλλ' ἕτερον πάσχα, καὶ ἕτερον τεσσαρακοστή. Τεσσαρακοστὴ μὲν γὰρ
Γραμμή 911 ⟶ 898 :
καὶ Παῦλός φησιν, Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου
ἡμῶν Ἰησοῦ Χριστοῦ. Καὶ πάλιν, Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς,
ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν {{σ|48.868}} Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ ὁ Ἰωάννης
οὕτω πώς φησιν· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον. Πῶς; εἰπέ. Καὶ πάντα
παραδραμὼν τἄλλα, τὸν σταυρὸν τέθεικεν. Εἰπὼν γὰρ, Οὕτως ἠγάπησεν ὁ Θεὸς τὸν
Γραμμή 917 ⟶ 904 :
πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Εἰ τοίνυν ἀγάπης ὑπόθεσις
καὶ καύχημα ὁ σταυρὸς, μὴ λέγωμεν ὅτι δι' αὐτὸν πενθοῦμεν· οὐ γὰρ πενθοῦμεν δι'
ἐκεῖνον, μὴ γένοιτο! ἀλλὰ διὰ τὰ οἰκεῖα ἁμαρτήματα. Διὰ τοῦτο νηστεύομεν. {{π|εʹ.}}
γοῦν κατηχούμενος οὐδέποτε πάσχα ἐπιτελεῖ, καίτοι νηστεύων κατ' ἐνιαυτὸν,
ἐπειδὴ προσφορᾶς οὐ κοινωνεῖ, ὥσπερ οὖν καὶ ὁ μὴ νηστεύων, ἂν μετὰ καθαροῦ
Γραμμή 945 ⟶ 932 :
ἀκριβῶς ἐπιστῆσαι ἐθελήσῃ τις, οὐ πολὺν ὄψεται τοῦ χρόνου γινόμενον λόγον, ἀλλὰ
τὸν τῶν Ἱεροσολύμων αὐτοῦ τόπον προτιμώμενον. Ἐπειδὴ γὰρ προσελθόντες
ἄνθρωποι τῷ Μωϋσῇ ἔλεγον, Ἀκάθαρτοί ἐσμεν ἐπὶ ψυχῇ· πῶς {{σ|48.869}} ἵνα μὴ
ὑστερήσωμεν ἀπὸ τῶν δώρων τοῦ Κυρίου; Στῆτε αὐτοῦ, φησὶ, καὶ ἀνοίσωμεν ἐπὶ τὸν
Θεόν. Εἶτα ἐπειδὴ ἀνήνεγκε, κατήνεγκε νόμον λέγοντα, ὅτι Ἄν τις ἀκάθαρτος ἐπὶ
Γραμμή 982 ⟶ 969 :
μένῃ πάλιν ἐπὶ τῆς αὐτῆς ζημίας, καὶ τῆς ἐν τῷ νόμῳ δικαιοσύνης κατεφρόνησεν,
ἵνα τὴν ἐκ πίστεως λάβῃ· καὶ βοᾷ λέγων, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν
Χριστὸν ζημίαν. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ {{σ|48.870}} θυσιαστήριον,
κἀκεῖ μνησθῇς, ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ
ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου· Τί λέγεις; ἂν μὲν ὁ ἀδελφός
Γραμμή 1.019 ⟶ 1.006 :
ἀγάπην καὶ τὴν εἰρήνην προτιμῶντες ἁπάντων. Εἰ γὰρ καὶ ἐσφάλλετο ἡ Ἐκκλησία,
οὐ τοσοῦτον κατόρθωμα ἀπὸ τῆς τῶν χρόνων ἀκριβείας ἦν, ὅσον ἔγκλημα ἀπὸ τῆς
διαιρέσεως καὶ τοῦ σχίσματος τού48τού{{σ|48.871}} του· νυνὶ δὲ οὐδείς μοι περὶ καιροῦ λόγος,
ἐπειδὴ οὐδὲ τῷ Θεῷ, καθάπερ ἀπεδείξαμεν, ἐπεὶ καὶ ὑπὲρ τούτου πολλοὺς ἀνήλωσα
λόγους· ἀλλὰ ἓν μόνον ζητῶ, ὅπως ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ ἅπαντα ποιῶμεν, ὅπως
Γραμμή 1.036 ⟶ 1.023 :
μετ' ἐλευθερίας ἁπάσης κοινῇ μετὰ τῆς Ἐκκλησίας πάντα ἐπιτελεῖν. Οὐδὲ γὰρ ἡ
Ἐκκλησία χρόνων ἀκρίβειαν οἶδεν· ἀλλ' ἐπειδὴ παρὰ τὴν ἀρχὴν πᾶσιν ἔδοξε τοῖς
πατράσι διῃρημέ48διῃρημέ{{σ|48.872}} νοις ὁμοῦ συνελθεῖν, καὶ ταύτην ὁρίσαι τὴν ἡμέραν, τὴν
συμφωνίαν πανταχοῦ τιμῶσα καὶ τὴν ὁμόνοια ἀγαπῶσα, κατεδέξατο τὸ ἐπιταχθέν.
Ὅτι γὰρ ἀδύνατον ἢ ἡμᾶς, ἢ ὑμᾶς, ἢ ἕτερον ὁντιναοῦν αὐτῆς ἐπιλαβέσθαι τῆς
Γραμμή 1.055 ⟶ 1.042 :
 
 
{{σ|48.871}} ΤΟΥ ΑΥΤΟΥ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ, ΕΙΣ ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΤΟΥ
ΠΑΣΧΑ ΑΥΤΩΝ. ΕΛΕΧΘΗ ΔΕ ΕΝ ΑΝΤΙΟΧΕΙΑ ΕΝ ΤΗ ΜΕΓΑΛΗ ΕΚΚΛΗΣΙΑ.
 
==Λόγος τέταρτος.==
 
{{π|αʹ.}} Πάλιν οἱ δείλαιοι καὶ πάντων ἀνθρώπων ἀθλιώτεροι νηστεύειν
μέλλουσιν Ἰουδαῖοι, καὶ πάλιν ἀσφαλίσασθαι τὴν τοῦ Χριστοῦ ποίμνην ἀναγκαῖον.
Ἐπεὶ καὶ ποιμένες, ἕως μὲν ἂν μηδὲν ἐνοχλῇ θηρίον, ὑπὸ δρῦν ἢ πεύκην ἑαυτοὺς
Γραμμή 1.076 ⟶ 1.063 :
καθοπλιζόμεθα, καὶ περιφράττομεν τὰς ὑμετέρας ψυχὰς, ἐπεὶ καὶ τῶν γεωργῶν οἱ
φιλόπονοι, ἐπειδὰν ἔχωσι γείτονα χείμαρρον παρασύροντα τὰς γεωργίας, οὐκ ἐν τῷ
{{σ|48.872}}.30 καιρῷ τοῦ χειμῶνος, ἀλλὰ πρὸ τῆς ὥρας ἐκείνης, καὶ ὄχθας περιφράττουσι,
καὶ χώματα ἐγείρουσι, καὶ τάφρους ἐλαύνουσι, καὶ παντὶ πρὸς αὐτὸν
παρασκευάζονται τρόπῳ. Ἡσυχάζοντι μὲν γὰρ καὶ κατεσταλμένῳ ῥᾴδιον ἐπιθέσθαι,
Γραμμή 1.093 ⟶ 1.080 :
ποιουμένους παρασκευὰς, ὥστε τοῦ καιροῦ τῶν πραγμάτων ἐπιστάντος εὔκολον
αὐτοῖς γενέσθαι τὴν τῶν ἔργων ἐκπλήρωσιν. Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι, πρὸ
πολλῶν τῶν ἡμέρων τὰς ὑμετέρας ἀσφαλιζόμεθα ψυχὰς, παρακα48παρακα{{σ|48.873}} λοῦντες
ὑμᾶς, τὴν ἐναγῆ καὶ παράνομον ταύτην φεύγειν νηστείαν. Μὴ γάρ μοι τοῦτο εἴπῃς.
ὅτι νηστεύουσιν, ἀλλ' ἐκεῖνό μοι δεῖξον, εἰ κατὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦσιν·
Γραμμή 1.106 ⟶ 1.093 :
φαῦλα εἶναι τὰ αὐτὰ ποιοῦσι.
 
{{π|βʹ.}} Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον·
βασιλέα τινά ποτε τῶν Σύρων λαβὼν ὁ Ἀχαὰβ, παρὰ τὸ τῷ Θεῷ δοκοῦν αὐτὸν ἔσωσε,
καὶ προσεδρίας ἀπολαῦσαι ἐποίησε, καὶ μετὰ πολλῆς ἀπέπεμψε τῆς τιμῆς. Εἶτα
Γραμμή 1.130 ⟶ 1.117 :
δέξηται τὴν διόρθωσιν, κρύπτει καὶ τὸ πρόσωπον ἑαυτοῦ καὶ τὴν τοῦ πράγματος
διήγησιν, ὥστε καὶ περιγενέσθαι λέγων, καὶ ἐν οἷς ἐβούλετο ἐκεῖνον
συνομολογοῦντα λαβεῖν. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς παρεπορεύετο, ἐβόησε {{σ|48.874}} πρὸς
αὐτὸν καὶ εἶπεν· Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ
ἀνὴρ εἰσήγαγεν ἄνδρα πρός με, καὶ εἶπέ μοι· Φύλαξόν μοι τοῦτον· καὶ ἔσται ἐὰν
Γραμμή 1.158 ⟶ 1.145 :
δοκοῦν ἐκείνῳ γινόμενον, ἐκεῖνο ἀποδέχου μόνον.
 
{{π|γʹ.}} Τούτῳ τῷ κανόνι χρώμενοι,
καὶ τὴν νηστείαν ταύτην ἐξετάζωμεν. Εἰ γὰρ δὴ μὴ μέλλοιμεν τοῦτο ποιεῖν, ἀλλὰ
γυμνὰ τὰ πράγματα καθ' ἑαυτὰ φέροντες εἰς μέσον σκοποῖμεν μόνον, πολλὴ ἡ
Γραμμή 1.172 ⟶ 1.159 :
γινόμενον· ἂν δὲ ἴδῃς παρὰ γνώμην τοῦ Θεοῦ τοῦτο ποιοῦντας, τῶν μεθυόντων καὶ
παραινούντων καὶ κωμαζόντων μᾶλλον ἀποστρέφου καὶ μίσει. Ἐπὶ δὲ τῆς νηστείας
ταύτης {{σ|48.875}} οὐκ αἰτίαν χρὴ ζητεῖν μόνον, ἀλλὰ καὶ τόπον καὶ καιρόν. Μᾶλλον δὲ
πρὶν ἢ πρὸς Ἰουδαίους ἀποτείνασθαι, τοῖς ἡμετέροις ἡδέως διαλεξόμεθα μέλεσι, τοῖς
δοκοῦσι μὲν μεθ' ἡμῶν τετάχθαι, θεραπεύουσι δὲ τὰ ἐκείνων, καὶ τὸν ἀγῶνα ἅπαντα
Γραμμή 1.210 ⟶ 1.197 :
ἡμετέρους εἰπεῖν, εἴ γε ἡμετέρους χρὴ καλεῖν τοὺς τὰ ἐκείνων φρονοῦντας.
Πορεύεσθε εἰς τὰς συναγωγὰς, καὶ ἴδετε εἰ ἠλλάξαντο Ἰουδαῖοι τὴν νηστείαν αὐτῶν,
εἰ {{σ|48.876}} τὸ πάσχα μεθ' ἡμῶν ἐνήστευσαν, εἰ ταύτην τὴν ἡμέραν ποτὲ ἔφαγον. Καὶ
αὕτη οὐκ ἔστι νηστεία, ἀλλὰ παρανομία καὶ ἁμαρτία καὶ πλημμέλεια· ἀλλ' ὅμως οὐκ
ἤλλαξαν. Ὑμεῖς δὲ ἠλλάξασθε τὴν δόξαν ὑμῶν, ἐξ ἧς οὐκ ὠφεληθήσεσθε, καὶ πρὸς
Γραμμή 1.220 ⟶ 1.207 :
παράνομόν ἐστι νῦν.
 
{{π|δʹ.}} Δότε μοι τὸ τοῦ Ἠλία πρὸς αὐτοὺς εἰπεῖν. Καὶ γὰρ ἐκεῖνος ὁρῶν τοὺς
Ἰουδαίους ἀσεβοῦντας, καὶ ποτὲ μὲν τῷ Θεῷ προσέχοντας, ποτὲ δὲ τὰ εἴδωλα
θεραπεύοντας, οὕτω πως φησίν· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις;
Γραμμή 1.249 ⟶ 1.236 :
ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Οὕτω καὶ τὰς σκηνοπηγίας. Ἀλλ' ἴδωμεν
ἀμφοτέρων τούτων, τοῦ καιροῦ καὶ τοῦ τόπου, τί ποτέ ἐστιν ἀναγκαιότερον, ὅταν
ἀμφότερα μὴ ἐξῇ σῶ48σῶ{{σ|48.877}} σαι, πότερον τοῦ τόπου δεῖ καταφρονῆσαι, τὸν καιρὸν δὲ
φυλάξαι, ἢ τοῦ καιροῦ καταφρονήσαντας, τὸν τόπον τηρῆσαι. Ὃ δὲ λέγω, τοιοῦτόν
ἐστιν· Ἐπέταξε καὶ ἐν τῷ πρώτῳ μηνὶ, καὶ ἐν Ἱεροσολύμοις τὸ πάσχα γίνεσθαι, καὶ ἐν
Γραμμή 1.288 ⟶ 1.275 :
νηστεύειν, μηδὲ ἄλλο τοιοῦτον ποιεῖν.
 
{{π|εʹ.}} Ὅτι γὰρ οὐδὲν τούτων ἐποίησαν ἐκεῖνοι, ἄκουσον {{σ|48.878}} τί πρὸς τοὺς
ἐρωτῶντας ἔλεγον. Ἐπειδὴ γὰρ ἐπέκειντο βιαζόμενοι καὶ ἀναγκάζοντες αὐτοὺς οἱ
βάρβαροι κεχρῆσθαι τοῖς ὀργάνοις αὐτῶν, λέγοντες· Ἄσατε ἡμῖν τὴν ᾠδὴν Κυρίου,
Γραμμή 1.324 ⟶ 1.311 :
χρή. Καὶ ἕτερον δὲ ἀπὸ τούτου συνωμολόγηται μέγιστον· ὅτι θυσιῶν παρατηρήσεις
καὶ σαββάτων καὶ νουμηνιῶν, καὶ πάντων τῶν τοιούτων, ἐκ περιουσίας ἀπῄτει ἡ
τότε πολιτεία· καὶ οὔτε τηρούμενα πρὸς {{σ|48.879}} ἀρετήν τι μέγα συντελεῖν ἐδύνατο,
οὔτε καταλιμπανόμενα φαῦλον ποιῆσαι τὸν σπουδαῖον ἴσχυεν. ἢ μειῶσαί τι τῆς ἐν
τῇ ψυχῇ φιλοσοφίας. Οὗτοι γοῦν οἱ τῇ φιλοσοφίᾳ τῶν ἀγγέλων ἐπιδειξάμενοι
Γραμμή 1.341 ⟶ 1.328 :
ἐπεδείκνυντο, οὐδὲν τῶν νομιζομένων παρατηροῦντες.
 
{{π|ςʹ.}} Καὶ τίνος ἕνεκεν. φησὶ, ταῦτα ἐπέταξεν ὁ Θεὸς, εἰ μὴ ἐβούλετο γίνεσθαι;
Καὶ εἰ ἐβούλετο γίνεσθαι, τίνος οὖν ἕνεκεν τὴν πόλιν σου κατέλυσε; Δυοῖν γὰρ
θάτερον ἐχρῆν ποιεῖν αὐτὸν, βουλόμενον αὐτὰ μένειν, ἢ μὴ κελεῦσαι ἐν ἑνὶ τόπῳ
Γραμμή 1.359 ⟶ 1.346 :
ἀλλὰ πρὸς τούτους ὁ λόγος ἀποτείνεται καλῶν αὐτοὺς ἀπὸ τῆς ἐκείνων ἐπωνυμίας,
διὰ τὴν αἰτίαν ἣν εἶπον· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμὶ
ὁλοκαυτωμάτων κριῶν· καὶ στέαρ {{σ|48.880}} ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ
βούλομαι· οὐδὲ ἐὰν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα πάντα ἐκ τῶν
χειρῶν ὑμῶν; Ἥκουσας σαφεστάτης φωνῆς λεγούσης, ὅτι οὐκ ἐξεζήτει ταῦτα παρ'
Γραμμή 1.396 ⟶ 1.383 :
λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρὸν, τὸν δὲ καιρὸν
εἰς μίαν πόλιν συναγαγὼν, αὐτὴν πάλιν ἐκείνην τὴν πόλιν κατέσκαψε; Καὶ τὸ δὴ
θαυμαστὸν καὶ παράδοξον, ἡ μὲν οἰκουμένη πᾶσα ἀνεῖται τοῖς Ἰου48Ἰου{{σ|48.881}} δαίοις,
ἔνθα οὐκ ἔξεστι θύειν, μόνη δὲ ἡ Ἱερουσαλὴμ ἄβατος γέγονεν, ἔνθα μόνον θύειν
ἐξῆν. Ἆρα οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δήλη καὶ καταφανὴς γένοιτο ἂν ἡ αἰτία τῆς
Γραμμή 1.405 ⟶ 1.392 :
πολιτείας ἐκείνης οἰκοδομὴν κατέλυσεν ἅπασαν.
 
{{π|ζʹ.}} Ἡ μὲν οὖν πρὸς Ἰουδαίους μενέτω τέως μάχη. Σήμερον γὰρ
ἠκροβολισάμεθα πρὸς αὐτοὺς, μόνον τοσοῦτον εἰπόντες, ὅσον ἤρκει πρὸς ἀσφάλειαν
τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις, μᾶλλον δὲ καὶ πολλῷ πλέον. Ἀνάγκη δὲ λοιπὸν
Γραμμή 1.431 ⟶ 1.418 :
καὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν. Ποῦ τοίνυν ἐστὶν ὁ βωμός; ποῦ δὲ ἡ κιβωτός;
ποῦ δὲ ἡ σκηνὴ καὶ τὰ ἅγια τὸν ἁγίων; ποῦ δὲ ὁ ἱερεύς; ποῦ δὲ τὰ χερουβὶμ τῆς δόξης;
ποῦ δὲ τὸ χρυσοῦν θυμιατήριον; ποῦ δὲ τὸ ἱλαστήριον; ποῦ {{σ|48.882}} ἡ φιάλη; ποῦ τὰ
σπονδεῖα; ποῦ τὸ πῦρ τὸ ἄνωθεν κατενεχθέν; Πάντα ἀφῆκας, καὶ τὰς σάλπιγγας
κατέχεις μόνον; Ὁρᾷς ὅτι παίζουσι μᾶλλον, ἢ λατρεύουσιν; Ἀλλ' ὥσπερ ἐκείνοις
Γραμμή 1.471 ⟶ 1.458 :
 
 
{{σ|48.883}} ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ
 
==Λόγος πέμπτος.==
 
{{π|αʹ.}} Πόθεν ἡμῖν ἄρα πλείων ὁ σύλλογος γέγονε σήμερον; Πρὸς τὴν ἀπαίτησιν
τῆς ὑποσχέσεως ἀπηντήκατε πάντως, καὶ τὸ ἀργύριον τὸ πεπυρωμένον, ὅπερ
ὑπεσχόμην καταβαλεῖν, ὑποδέξασθαι παρεγένεσθε. Τὰ λόγια γὰρ, φησὶ, Κυρίου,
Γραμμή 1.507 ⟶ 1.494 :
ἐπιστομίσαι, καὶ δεῖξαι παρανομοῦντας αὐτοὺς, ἱκανὰ καὶ τὰ τῇ προτέρᾳ διαλέξει
πρὸς τὴν ἀγάπην ὑμῶν εἰρημένα. Ἐπειδὴ δὲ οὐ τοῦτο ἐσπουδάκαμεν μόνον, ἐκείνων
ἀπορράψαι τὰ στόματα, ἀλλὰ καὶ τὴν Ἐκκλησίαν {{σ|48.884}} παιδεῦσαι μειζόνως τὰ
οἰκεῖα δόγματα· φέρε ἐκ περιουσίας καὶ τοῦτο ἀποδείξωμεν πάλιν, ὅτι οὔτε
ἀναστήσεται λοιπὸν ὁ ναὸς, οὐδὲ εἰς τὴν προτέραν ἐπανήξουσι πολιτείαν. Οὕτω γὰρ
Γραμμή 1.533 ⟶ 1.520 :
ψευδομένους, κἂν ἀληθεύωσιν ἔν τισιν, οὐδὲ ἐκεῖνα ῥᾳδίως παραδεχόμεθα.
 
{{π|βʹ.}} Φέρε οὖν, ἴδωμεν ὁποῖον τὸ ἦθος τοῦ Χριστοῦ, καὶ ποῖος ὁ τρόπος. Οὐδὲ γὰρ τοῦτο μόνον
προεῖπεν καὶ προανεφώνησεν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων ἐκβήσεσθαι
μετὰ μακρὸν ὕστερον χρόνον προανηγόρευσε τότε. Ἀγάγωμεν τοίνυν ἐκείνας τὰς
Γραμμή 1.542 ⟶ 1.529 :
φανερωτέροις πράγμασιν. Τί οὖν καὶ ἄλλο προεῖπεν, ἴδωμεν. Προσῆλθεν αὐτῷ γυνὴ,
ἀλάβαστρον μύρου ἔχουσα πολυτίμου, καὶ κατέχεε τὸ ἔλαιον. Ἐπετίμησαν οἱ
μαθηταὶ τῷ γενομένῳ, λέγοντες· Διατί μὴ ἐπράθη τοῦτο {{σ|48.885}} τριακοσίων
δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Ἐγκαλῶν τοίνυν αὐτοῖς, οὕτω πως φησί· Τί κόπους
παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἐποίησε. Λέγω γὰρ ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ
Γραμμή 1.578 ⟶ 1.565 :
φιλονεικῇς. Πόσοι γοῦν πόλεμοι κατὰ τῆς Ἐκκλησίας ἀνερριπίσθησαν; Καὶ
στρατόπεδα πολλὰ παρεσκευάσθησαν, καὶ ὅπλα ἐκινήθη, καὶ πᾶν εἶδος κολάσεως,
καὶ τιμωρίας ἐπενοήθη, καὶ {{σ|48.886}} τήγανα, καὶ καταπέλται, καὶ λέβητες, καὶ κάμινοι,
καὶ λάκκοι, καὶ κρημνοὶ, καὶ θηρίων ὀδόντες, καὶ πελάγη, καὶ δημεύσεις, καὶ ἕτερα
μυρία βασανιστήρια οὐδὲ λόγῳ ῥητὰ, οὐδὲ ἔργῳ φορητὰ, καὶ οὐ παρὰ τῶν ἔξωθεν
Γραμμή 1.597 ⟶ 1.584 :
Θεοῦ δυνάμεως γίνεται.
 
{{π|γʹ.}} Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναλόγισαι πόσοι δόγματα ἠβουλήθησαν
εἰσαγαγεῖν παρ' Ἕλλησι, καὶ πολιτείαν ἐνστήσασθαι ξένην, οἷον Ζήνων, Πλάτων,
Σωκράτης, Διαγόρας, Πυθαγόρας, καὶ ἕτεροι μύριοι· ἀλλ' ὅμως τοσοῦτον ἀπέσχον
Γραμμή 1.618 ⟶ 1.605 :
λέγεις, ὦ Μωϋσῆ; ὅλως γάρ ἐστι σύγκρισις; Οὐ κατὰ σύγκρισιν τοῦτο ποιῶν εἶπον,
φησὶν, ἀλλ' ἐπειδὴ πρὸς Ἰουδαίους διαλέγομαι, τοὺς μεγάλην περὶ τῶν δαιμόνων
ἔχοντας δόξαν, τῇ ἀσθενείᾳ αὐτῶν συγκαταβαίνων, {{σ|48.887}} τοῦτον τῆς διδασκαλίας
εἰσήγαγον τὸν τρόπον. Ἐπεὶ οὖν καὶ ἡμῖν πρὸς Ἰουδαίους ὁ λόγος, τοὺς ἄνθρωπον
ψιλὸν εἶναι νομίζοντας τὸν Χριστὸν καὶ παράνομόν τινα, διὰ τοῦτο καὶ ἀπὸ τῶν
Γραμμή 1.657 ⟶ 1.644 :
ὑπεροχήν. Τίς πλάνος τοσαύτας πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίας ἐκτήσατο, καὶ
ἀπὸ περάτων τῆς οἰκουμένης εἰς πέρατα τήν τε αὐτοῦ θεραπείαν ἐξέτεινε, καὶ
πάντας {{σ|48.888}} ὑποκύπτοντας ἔσχε, καὶ ταῦτα μυρίων ὄντων τῶν κωλυόντων; Οὐκ
ἔστιν οὐδείς. Οὐκοῦν δῆλον, ὅτι ὁ Χριστὸς οὐχὶ πλάνος ἦν, ἀλλὰ σωτὴρ, καὶ
εὐεργέτης, καὶ κηδεμὼν, καὶ προστάτης τῆς ζωῆς τῆς ἡμετέρας. Μίαν ἔτι πρόρρησιν
Γραμμή 1.696 ⟶ 1.683 :
καὶ πολλῷ πλείονα παρῆλθον ἔτη μετὰ τὴν ἅλωσιν, καὶ οὐδὲ ἴχνος οὐδὲ σκιά τις
ἐφάνη ποτὲ τῆς παρ' ὑμῶν προσδοκωμένης μεταβολῆς, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην
ἀναισχυντεῖς; {{σ|48.889}} {{π|δʹ.}} Ἤρκει μὲν οὖν καὶ τὰ εἰρημένα πρὸς ἀπόδειξιν ἡμῖν τοῦ
μηδέποτε τὸν ναὸν ἀναστήσεσθαι. Πλὴν ἀλλ' ἐπειδὴ πολλὴ τῆς ἀληθείας ἡ
περιουσία, τὰ Εὐαγγέλια ἀφεὶς, ἐπὶ τοὺς προφήτας τρέψομαι, οἷς μάλιστα δοκοῦσι
Γραμμή 1.736 ⟶ 1.723 :
πιστεύωσιν αὐτοῖς ἀεὶ παραγίνεσθαι, τὰς μὲν διὰ τὰς ἁμαρτίας, τὰς δὲ διὰ
φιλανθρωπίαν, ἄνωθεν αὐτοῖς προὔλεγον οἱ προφῆται τὰ μέλλοντα ἔσεσθαι. Καὶ ἵνα
μάθῃς ὅτι αὕτη ἐστὶν ἡ αἰτίᾳ τῆς {{σ|48.890}} προρρήσεως, ἄκουε τί φησιν ὁ
μεγαλοφωνότατος Ἡσαΐας· Γινώσκω ὅτι σκληρὸς εἶ σὺ πρὸς τὸν λαὸν τὸν
Ἰουδαϊκὸν, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου· τουτέστιν ἀκαμπὴς, καὶ τὸ
Γραμμή 1.757 ⟶ 1.744 :
τὴν ἀπόδειξιν.
 
{{π|εʹ.}} Τρεῖς γοῦν δουλείας ὑπέμειναν χαλεπωτάτας οἱ Ἰουδαῖοι, καὶ οὐδεμίαν
χωρὶς προρρήσεως αὐτοῖς ἐπήγαγεν, ἀλλὰ πάσας αὐτοῖς προλεχθῆναι παρεσκεύασεν
ὁ Θεὸς, καὶ τόπον, καὶ χρόνον, καὶ πρόσωπον, καὶ εἶδος κακώσεως, καὶ τὴν
Γραμμή 1.777 ⟶ 1.764 :
ἐδούλευσαν χρόνον, καὶ τὸν μισθὸν οὐκ ἀπέλαβον, ἄκοντας αὐτοὺς ἀπαιτηθῆναι
παρεσκεύασεν ὁ Θεός. Καὶ βοᾷ ὁ προφήτης, λέγων· Καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ
{{σ|48.891}} καὶ χρυσίῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ὁ ἀσθενῶν. Μία μὲν αὕτη
δουλεία μετὰ ἀκριβείας πάσης προδιηγόρευται· φέρε δὴ καὶ ἐφ' ἑτέραν τὸν λόγον
ἀγάγωμεν. Ποίαν δή; Τὴν ἐν Βαβυλῶνι. Καὶ γὰρ καὶ ταύτην μετὰ ἀκριβείας
Γραμμή 1.815 ⟶ 1.802 :
τούτους ταῦτα λέγω, φησὶν, ἀλλὰ διὰ τοὺς προγόνους τοὺς ἄνωθεν, διὰ τὸν Ἀβραὰμ,
διὰ τὸν Ἰσαὰκ, διὰ τὸν Ἰακώβ. Ἐκείνοις ἐπηγγείλατο,φησὶ, καὶ ὑπέσχετο, οἳ καὶ τὰς
ἐντολὰς αὐτοῦ ἐφύλαξαν. Ἐπεὶ οὖν οὐδὲν ἔχουσιν οὗτοι δικαίωμα σω48σω{{σ|48.892}} τηρίας,
διὰ τοῦτο τῶν προγόνων μέμνημαι. Καὶ ἵνα μὴ νομίσῃς, ὅτι περὶ τούτων ταῦτά
φησιν, εἰπὼν, Ὁ φυλάσσων τὴν διαθήκην σου, καὶ τὸ ἔλεός σου τοῖς ἀγαπῶσί σε καὶ
Γραμμή 1.833 ⟶ 1.820 :
λέγω, ἵνα τὰ μὲν φύγωμεν, τὰ δὲ ζηλώσωμεν.
 
{{π|ςʹ.}} Εἶτα ἐπειδὴ κατέδραμεν αὐτῶν τῆς παρανομίας, λέγει καὶ τὴν τιμωρίαν ἣν
ἔδοσαν, καὶ ἀπὸ τούτου πάλιν τὸν Θεὸν εἰς ἔλεον ἐπισπάσασθαι βουλόμενος, Καὶ
ἐπῆλθε, φησὶν, ἐφ' ἡμᾶς ἡ κατάρα ἡ γεγραμμένη ἐν τῷ νόμῳ Μωσέως δούλου τοῦ
Γραμμή 1.859 ⟶ 1.846 :
ἡμῶν, ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου, καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ
ἡμέρα αὕτη· ἡμάρτομεν, ἠνομήσαμεν. Καὶ γὰρ ὡς ἐκείνους, φησὶν, οὐκ ἀπὸ
κατορθωμάτων {{σ|48.893}} ἔσωσας, ἀλλὰ τὴν θλῖψιν ἰδὼν καὶ τὴν στενοχωρίαν, καὶ τῆς
κραυγῆς ἀκούσας· οὕτω δὴ καὶ ἡμᾶς ἀπάλλαξον τῶν παρόντων κακῶν διὰ τὴν
φιλανθρωπίαν σου μόνην· ἕτερον γὰρ οὐδὲν ἔχομεν δικαίωμα σωτηρίας. Εἰπὼν δὴ
Γραμμή 1.886 ⟶ 1.873 :
ἅπασαν.
 
{{π|ζʹ.}} Καὶ ταῦτα ἅπαντα μετ' ἀκριβείας ἁπάσης, καὶ μέχρι μιᾶς ἡμέρας
προηγόρευτο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνος, καὶ τίνι
τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε δὲ σαφέστερον,
Γραμμή 1.901 ⟶ 1.888 :
θέλημα αὐτοῦ, καὶ ἐμεγαλύνθη· καὶ ἐγὼ ἤμην συνιών. Τὴν δύναμιν λέγει τὴν
Περσικὴν, καὶ τὴν ἀρχὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος
Ἀλεξάν48Ἀλεξάν{{σ|48.894}} δρου διαλεγόμενος, φησί· Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ
πρόσωπον τῆς γῆς πάσης, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς· καὶ τῷ τράγῳ ἐκείνῳ κέρας
θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλμῶν αὐτοῦ. Εἶτα λέγων τὴν συμβολὴν τοῦ
Γραμμή 1.941 ⟶ 1.928 :
αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ ἐκλευκᾶναι ἕως καιροῦ πέρατος. Διὰ ταῦτα γὰρ,
φησὶ, συνεχώρησεν ὁ Θεὸς, ὥστε αὐτοὺς ἐκκαθᾶραι, καὶ δεῖξαι τοὺς δοκίμους τοὺς ἐν
αὐτοῖς. Εἶτα διηγούμενος τοῦ βασιλέως τὴν δύναμιν αὐτοῦ ἐκεί48ἐκεί{{σ|48.895}} νου, φησί· Καὶ
ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται καὶ μεγαλυνθήσεται· καὶ τὴν
βλάσφημον αὐτοῦ γνώμην λέγων, προσέθηκεν, ὅτι Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει
Γραμμή 1.956 ⟶ 1.943 :
τουτέστιν, οἱ σωτηρίας ὄντες ἄξιοι.
 
{{π|ηʹ.}} Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέδεικται ἡμῖν. Τί δὲ τοῦτό ἐστιν;
Ὅτι καὶ χρόνους ὥρισεν αὐτοῖς ἐν τοῖς κακοῖς τούτοις, ὥσπερ ἐκεῖ τετρακόσια ἔτη,
καὶ μετὰ ταῦτα ἑβδομήκοντα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρόνον ὁρίζει.
Γραμμή 1.980 ⟶ 1.967 :
μηνὶ καὶ ἡμίσει μηνὸς συνέβη γενέσθαι τὴν συμβολὴν, ἐν ταύτῃ ἡ νίκη ἡ καθαρὰ
γέγονε, καὶ ἡ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή· εἰπὼν δὲ, ὅτι Μακάριος
ὁ ὑπομείνας εἰς ἡμέρας χιλίας τριακοσίας τρια48τρια{{σ|48.896}} κονταπέντε, τὴν ἀπαλλαγὴν
ἐδήλωσε. Καὶ οὐχ ἁπλῶς εἶπεν, ὁ φθάσας, ἀλλ' Ὁ ὑπομένων καὶ φθάσας. Ἐπειδὴ γὰρ
πολλοὶ τῶν ἀσεβούντων εἶδον τὴν μεταβολὴν, οὐκ ἐκείνους μακαρίζει ἁπλῶς, ἀλλὰ
Γραμμή 2.017 ⟶ 2.004 :
κριὸν βασιλείας τὰς Περσῶν καὶ Μήδων σημαίνειν ἔφασκε, τὰ δὲ κέρατα τοὺς
βασιλεύειν μέλλοντας· τὸ δὲ ἔσχατον κέρας σημαίνειν τὸν ἔσχατον βασιλέα τὸν
μέλλοντα {{σ|48.897}} τούτων διοίσειν ἁπάντων πλούτῳ τε καὶ δόξῃ. Τὸν δὲ τράγον
δηλοῦν, ὡς ἐξ Ἑλλήνων τις ὁ βασιλεύων ἔσται, ὃς τῷ Πέρσῃ συμβαλὼν δὶς, κρατήσει
τῇ μάχῃ καὶ ἀφαιρήσεται τὴν ἡγεμονίαν ἅπασαν. Δηλοῦσθαι δὲ διὰ τοῦ πρώτου
Γραμμή 2.055 ⟶ 2.042 :
τοῦ Θεοῦ δείξαντος αὐτῷ, συγγράψας κατέλιπεν, ὥστε τοὺς ἀναγινώσκοντας καὶ τὰ
συμβαίνοντα σκοποῦντας θαυμάζειν ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ τιμῇ τὸν Δανιήλ. Ποῦ
τοίνυν εἶπεν ὁ Δανιὴλ ὅτι ὁ ναὸς {{σ|48.898}} ἐρημωθήσεται, ἡμεῖς λοιπὸν σκοπήσωμεν.
Ἐπειδὴ γὰρ τὴν προσευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιήσατο, ἦλθε
Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν
Γραμμή 2.080 ⟶ 2.067 :
Θεός.
 
{{π|ιʹ.}} Καὶ πότε δὴ τοῦτο γέγονε; πότε ἀνῃρέθησαν προφητεῖαι παντελῶς; πότε τὸ
χρῖσμα κατελύθη, ὡς μηκέτι πάλιν ἐπανελθεῖν; Κἂν ἡμεῖς σιγήσωμεν, οἱ λίθοι
κεκράξονται, οὕτω λαμπρὰ τῶν πραγμάτων ἐστὶν ἡ φωνή· οὐδὲ γὰρ ἂν ἔχοιμεν
Γραμμή 2.095 ⟶ 2.082 :
προάγων τὸν χρόνον, εἶτα διδάσκων ἡμᾶς πόθεν ἀριθμεῖν χρὴ, δείκνυσιν ὅτι οὐκ
ἀπὸ τῆς ἡμέρας τῆς ἐπανόδου· ἀλλὰ πόθεν; Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ
{{σ|48.899}} τοῦ οἰκοδομῆσαι Ἱερουσαλήμ. Οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ' ἐπὶ τοῦ
Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ
μάγοι, καὶ μετ' ἐκείνους Δαρεῖος ὁ Ὑστάσπου, εἶτα ὁ Ξέρξης ὁ Δαρείου, καὶ μετὰ
Γραμμή 2.133 ⟶ 2.120 :
οἰκοδομῆσαι τὸν ναὸν, εἶχον ἂν λέγειν, ὅτι Εἴ γε ἠβουλήθημεν ἐπιχειρῆσαι καὶ τῆς
οἰκοδομῆς ἅψασθαι, πάντως ἂν ἰσχύσαμεν καὶ ἠνύσαμεν· νυνὶ δὲ αὐτοὺς δείκνυμι
οὐχ {{σ|48.900}} ἅπαξ, οὐδὲ δὶς, ἀλλὰ καὶ τρὶς ἐπιχειρήσαντας καὶ ῥαγέντας, καθάπερ ἐν
τοῖς Ὀλυμπιακοῖς ἀγῶσιν, ὥστε ἀναμφισβήτητον εἶναι τῆς Ἐκκλησίας τὸν
στέφανον.
 
ιαʹ.ι{{π|αʹ}} Ποῖοι τοίνυν ἐπεχείρησαν; Οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες, οἱ
νεωτεροποιοὶ καὶ στασιασταί· μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην
ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστάντες οὗτοι οἱ Ἰουδαῖοι ἐσπούδαζον ἐπὶ τὴν προτέραν
Γραμμή 2.171 ⟶ 2.158 :
αἰτοῦντες, καὶ τὰς μιαρὰς ἐκείνου χεῖρας καλοῦντες ἐπὶ τὴν τῶν ἁγίων οἰκοδομήν·
καὶ οὐκ ᾐσθάνοντο ἀδυνάτοις ἐπιχειροῦντες πράγμασιν, οὐδὲ συνεῖδον, ὅτι εἰ μὲν
ἄνθρωπος ἦν ὁ καταλύσας ἐκεῖνα, ἐνῆν καὶ παρὰ {{σ|48.901}} ἀνθρώπου πάλιν λαβεῖν
αὐτά· Θεοῦ δὲ ὄντος τοῦ καθελόντος αὐτῶν τὴν πόλιν, ἀμήχανον τὰ τῇ θείᾳ δόξαντα
ψήφῳ δύναμιν ἀνθρωπίνην παρατρέψαι ποτέ. Ἃ γὰρ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται,
Γραμμή 2.208 ⟶ 2.195 :
ἀναισχυντίας αὐτοῖς καταλιμπάνηται πρόφασις.
 
ιβʹ.ι{{π|βʹ}} Ἔτι οὖν ἀμφισβητεῖς, ὦ Ἰουδαῖε, καὶ τὴν ἀπὸ τοῦ τῆς Χριστοῦ
προρρήσεως, καὶ τὴν ἀπὸ τῆς τῶν προφητῶν καὶ τῆς τῶν πραγμάτων ἀποδείξεως
μαρτυρίαν ὁρῶν σου καταψηφιζομένην; Ἀλλ' οὐδὲν θαυμαστόν· τοιοῦτον γὰρ ὑμῶν
τὸ ἔθνος ἄνωθεν {{σ|48.902}} ἀναίσχυντον καὶ φιλόνεικον, καὶ τοῖς φανεροῖς ἀεὶ
μάχεσθαι μεμελετηκὸς πράγμασι. Βούλει καὶ ἑτέρους ἐφοπλίσω σοι προφήτας
φανερῶς αὐτὸ τοῦτο λέγοντας, ὅτι τὰ μὲν ὑμέτερα λήψεται τέλος, τὰ δὲ ἡμέτερα
Γραμμή 2.251 ⟶ 2.238 :
λέγεσθαι καθαράν. Καὶ ὅπερ ἐπὶ τοῦ νόμου καὶ τῆς χάριτος ἔλεγεν ὁ Παῦλος, ὅτι οὐ
δεδόξασται τὸ δεδοξασμένον, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης, τοῦτο καὶ ἐνταῦθα
θαρροῦντες {{σ|48.903}} ἂν εἴποιμεν, ὅτι συγκρινομένη πρὸς ἐκείνην αὕτη ἡ θυσία, κυρίως
ἂν λεχθείη καὶ μόνη καθαρά. Οὐ γὰρ διὰ καπνοῦ καὶ κνίσσης, οὐδὲ δι' αἱμάτων καὶ
λύτρων, ἀλλὰ διὰ τῆς τοῦ Πνεύματος προσάγεται χάριτος. Ἄκουσον δὴ καὶ ἑτέρου
Γραμμή 2.270 ⟶ 2.257 :
ἐπιθυμίας, σωφρόνως καὶ δικαίως ζήσωμεν. Πάλιν ὁ Χριστὸς τῇ Σαμαρείτιδί φησι,
Πίστευσόν μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν
Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. Πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυ48προσκυ{{σ|48.904}}
νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα δὲ ἔλεγε, τήν τε
ἀνάγκην ἡμῶν λύων λοιπὸν τὴν ἐκ τῆς τοῦ τόπου παρατηρήσεως, καὶ τὸ τῆς
Γραμμή 2.295 ⟶ 2.282 :
 
 
{{σ|48.903}} Τῇ προτεραίᾳ μακρὰν ὁμιλίαν εἰπὼν κατὰ Ἰουδαίων καὶ
βράγχῳ κατασχεθεὶς ἀπὸ τοῦ μήκους τῶν εἰρημένων, νῦν ταύτην εἶπεν.
 
==Λόγος ἕκτος.==
 
{{π|αʹ.}} Τὰ θηρία ἕως μὲν ἂν τὰς ὕλας νέμηται, καὶ τῆς πρὸς ἀνθρώπους μάχης
ἀμελέτητα ὄντα τυγχάνῃ, ἡμερώτερά πώς ἐστι καὶ πραότερα· ἐπειδὰν δὲ αὐτὰ
λαβόντες οἱ κυνηγέται εἰς τὰς πόλεις ἀγάγωσι, καὶ κατακλείσαντες πρὸς τὸν τῶν
Γραμμή 2.313 ⟶ 2.300 :
τοσοῦτον πάλιν μῆκος ἀρκεῖν οὐ δυναμένην· καὶ ταυτό μοι δοκῶ πάσχειν νῦν, οἷον
ἂν εἴ τις στρατιώτης κατακόψας τινὰς τῶν ἀντιπάλων, καὶ μετὰ πολλοῦ τοῦ θυμοῦ
τῇ φάλαγγι τῶν ἐχθρῶν {{σ|48.904}} ἐπιπεσὼν, καὶ πολλὰ σώματα κατενεγκὼν, εἶτα
διακλάσας τὸ ξίφος, μετὰ ἀθυμίας πρὸς τοὺς ἑαυτοῦ πάλιν ἐπαναστρέφοι. Μᾶλλον
δὲ τὸ ἡμέτερον χαλεπώτερον πάθος. Στρατιώτῃ μὲν γὰρ διακλάσαντι τὸ ξίφος ἔξεστι
Γραμμή 2.329 ⟶ 2.316 :
Κατεγέλασαν τῆς παρούσης ζωῆς, κατεπάτησαν βασανιστήρια καὶ κολάσεις,
ὑπερεῖδον θανάτου, πρὸς τὸν οὐρανὸν ἐπτερώθησαν, ἀπηλλάγησαν τῆς ζάλης τῶν
βιωτικῶν πραγμάτων, εἰς {{σ|48.905}} τὸν εὔδιον κατέπλευσαν λιμένα, οὐ χρυσὸν καὶ
ἄργυρον καὶ ἱμάτια πολυτελῆ, ἀλλὰ θησαυροὺς ἀσύλους ἐπιφερόμενοι, ὑπομονὴν,
ἀνδρείαν καὶ ἀγάπην. Εἰς τὸν Παύλου τελοῦσι χορὸν νῦν, πρὸ τῶν στεφάνων αὐτῶν
Γραμμή 2.343 ⟶ 2.330 :
ἡδέως ἂν τούτων ἐπακούσαιεν τῶν λόγων.
 
{{π|βʹ.}} Ὅτι μὲν οὖν, εἰ τέλος ἔμελλε λήψεσθαι ἡ παροῦσα δουλεία, καὶ τοῦτο ἂν προεῖπον οἱ προφῆται, καὶ οὐκ ἂν
ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας ἁπάσας μετὰ προρρήσεως δείξαντες
ἐπενεχθείσας αὐτοῖς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπὶ Ἀντιόχου τοῦ
Γραμμή 2.367 ⟶ 2.354 :
ἐκείνου ἐστὶν ἔτος μέχρις ἡμῶν· καὶ οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμέν που
φαινόμενον, ἀλλ' ἀποπεπτωκότα αὐτοῖς τὰ πράγματα τέλεον, καὶ οὐδὲ ὄναρ
τοιαύτην ἐνδεικνύ48ἐνδεικνύ{{σ|48.906}} μενά τινα προσδοκίαν οἵαν τὸ πρότερον. Εἰ γὰρ τὰς
ἁμαρτίας τὰς ἑαυτῶν προβάλλοιντο, καὶ εἴποιεν, ὅτι Ἐπειδὴ ἡμάρτομεν τῷ Θεῷ, καὶ
προσεκρούσαμεν αὐτῷ, διὰ τοῦτο τὴν οἰκείαν οὐκ ἀπολαμβάνομεν χώραν, καὶ οἱ
Γραμμή 2.406 ⟶ 2.393 :
διηνεκεῖ; Εἰ γὰρ νῦν ὑμᾶς διὰ τὰς ἁμαρτίας ἀποστρέφεται, πολλῷ μᾶλλον τότε
ἐχρῆν· εἰ δὲ τότε ἠνείχετο ἀσεβούντων ὑμῶν, πολλῷ μᾶλλον νῦν ἀνασχέσθαι ἔδει,
ὅτε οὐδὲν τοιοῦτον τολμᾶτε. Τί48Τί{{σ|48.907}} νος οὖν ἕνεκεν οὐκ ἠνέσχετο; Κἂν ὑμεῖς
αἰσχύνησθε εἰπεῖν τὴν αἰτίαν, ἐγὼ φανερῶς ἐρῶ· μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' αὐτὴ τῶν
πραγμάτων ἡ ἀλήθεια. Ἐπειδὴ τὸν Χριστὸν ἀπεκτείνατε, ἐπειδὴ κατὰ τοῦ Δεσπότου
Γραμμή 2.420 ⟶ 2.407 :
Χριστὸν ἀνελόντες.
 
{{π|γʹ.}} Ἔτι οὖν ἀνέξεσθε πλάνον αὐτὸν καὶ παράνομον καλεῖν,
εἴπατέ μοι· καὶ οὐκ ἀπελθόντες ἑαυτούς που κατορύξετε πρὸς οὕτω φανερὰν
πραγμάτων ἀλήθειαν ἀντιβλέποντες; Εἰ γὰρ πλάνος ἦν ὁ Ἰησοῦς, καθάπερ φατὲ, καὶ
Γραμμή 2.446 ⟶ 2.433 :
διὰ τὸ ὄνομά μου, ἵνα μὴ βεβηλωθῇ ἐν τοῖς ἔθνεσι. Καὶ πάλιν· Οὐ δι' ὑμᾶς ἐγὼ ποιῶ,
οἶκος τοῦ Ἰσραὴλ, ἀλλ' ἢ διὰ τὸ ὄνομά μου. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Βαρυτέρας
{{σ|48.908}} μὲν τιμωρίας ἦτε ἄξιοι καὶ κολάσεως· ἀλλ' ἵνα μή τις λέγῃ, ὅτι ἀσθενῶν ὁ
Θεὸς, καὶ μὴ δυνάμενος σῶσαι, ἀφῆκε τοὺς Ἰουδαίους ταῖς τῶν πολεμίων χερσὶν,
ἀντιλαμβάνομαι καὶ προΐσταμαι. Ὥστε εἰ παράνομος ἦν ὁ Χριστὸς, ὑμεῖς δὲ αὐτὸν
Γραμμή 2.478 ⟶ 2.465 :
πολλάκις ὑμῶν ἐπιχειρησάντων, ἀνόνητος ἡ ἐπιχείρησις γέγονεν.
 
{{π|δʹ.}} Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ὑμᾶς πεῖσαι πειράσομαι, ὅτι οὐκ οἰκείᾳ δυνάμει
ἐποίησαν ὅπερ ἐποίησαν εἰς ὑμᾶς οἱ βασιλεῖς Ῥωμαίων, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ
Θεοῦ καὶ τὴν αὐτοῦ ἐγκατάλειψιν. Εἰ γὰρ ἀνθρώπων ἦν ἔργον τὸ γενόμενον, ἔδει
μέχρι τῆς ἁλώσεως στῆναι τὰ ὑμέτερα, καὶ μὴ περαιτέρω προελθεῖν ὑμῶν τὴν
ἀτιμίαν. Κείσθω γὰρ κατὰ τὸν ὑμέτερον λόγον, ὅτι τὰ τείχη κατέσκαψαν οἱ
ἄνθρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν ἀνέτρε48ἀνέτρε{{σ|48.909}} ψαν· μὴ καὶ τοὺς
προφήτας ἄνθρωποι ἔπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν ἀνεῖλον; μὴ τὰ ἄλλα τὰ
σεμνὰ τὰ παρ' ὑμῖν, αὐτοὶ κατέλυσαν, οἷον τὸ φωνὴν ἐκ τοῦ ἱλαστηρίου φέρεσθαι,
Γραμμή 2.522 ⟶ 2.509 :
ἄλλης λατρείας ἁπάσης· εἶτα ἐμπρησθέντος τούτου, καὶ πάντων ἀχθέντων εἰς
Βαβυλῶνα, πάλιν Ἰεζεκιὴλ καὶ Δανιὴλ οὐ τὰ ἅγια τῶν ἁγίων ὁρῶντες, οὐ παρὰ τὸν
βωμὸν ἑστῶτες, ἀλλ' ἐν μέσῃ χώρᾳ βαρβάρων, με48με{{σ|48.910}} ταξὺ παρανόμων καὶ
ἀκαθάρτων ὄντες ἀνθρώπων, πνεύματος ἐπληροῦντο, καὶ τὰ μέλλοντα προὔλεγον,
καὶ πολλῷ τῶν προτέρων καὶ πλείονα καὶ παραδοξότερα εἶπον πράγματα, καὶ ὄψιν
Γραμμή 2.532 ⟶ 2.519 :
σταυρὸν, μείζονα ὑπομένετε τιμωρίαν, καὶ οὐδενὸς ἀπολαύετε τῶν προτέρων.
 
{{π|εʹ.}} Ἵνα δὲ καὶ ἀπ' αὐτῶν τῶν προφητῶν τοῦτο σαφῶς καὶ διαρρήδην παριστώντων τὴν
αἰτίαν τῶν παρόντων κακῶν μάθητε, ἀκούσατε τί φησιν Ἡσαΐας, πῶς καὶ τὴν
ἐσομένην εὐεργεσίαν πᾶσι διὰ τοῦ Χριστοῦ προλέγει, καὶ τὴν ὑμετέραν
Γραμμή 2.560 ⟶ 2.547 :
ὅτι δι' αὐτὸν τὰ παρόντα ὑπομένουσι κακὰ, ὥρα λοιπὸν εἰσαγαγεῖν τὸν Ἡσαΐαν
λέγοντα. Ποῦ τοίνυν τοῦτό φησι; Μετὰ τὸ δικαστήριον, μετὰ τὴν σφαγὴν, μετὰ τὴν
ἀνάληψιν, μετὰ τὸ εἰπεῖν ὅτι Αἴρεται {{σ|48.911}} ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἐπήγαγε
λέγων· Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ
θανάτου αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἰουδαίους, ἀλλὰ, Τοὺς πονηρούς. Τί γὰρ
Γραμμή 2.598 ⟶ 2.585 :
τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ. Εἶτα
ἐπειδή τινα ἐξ αὐτοῦ κατέκαυσε, τὰ μὲν ἔνδον, τὰ δὲ ἔξω, ἤγαγε πάλιν κριὸν, καὶ
αὐτὸν ὡλο48ὡλο{{σ|48.912}} καύτωσε· καὶ προσήγαγε πάλιν κριὸν ἕτερον τὸν τῆς τελειώσεως,
καὶ πάλιν ἐπιθέντος Ἀαρὼν καὶ τῶν υἱῶν αὐτοῦ τὰς χεῖρας, ἔσφαξε· καὶ ἀπὸ τοῦ
αἵματος αὐτοῦ λαβὼν, ἐπέθηκεν ἐπὶ τὸν λοβὸν τοῦ ὠτίου Ἀαρὼν τοῦ δεξιοῦ, καὶ ἐπὶ
Γραμμή 2.620 ⟶ 2.607 :
καὶ πόρρω γενόμενοι;
 
{{π|ςʹ.}} Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἔστι μαθεῖν πῶς
σεμνὸν τὸ τῆς ἱερωσύνης ἦν ἀξίωμα. Ὅτε γοῦν τῷ Ἀαρὼν ἐπανέστησαν μιαροί τινες
ἄνθρωποι καὶ πανώλεθροι, τῆς ἀρχῆς αὐτὸν ἐκβάλλειν ἐπιχειροῦντες, καὶ ὑπὲρ τῆς
Γραμμή 2.640 ⟶ 2.627 :
τρόπῳ. Ἐπειδὴ γὰρ πολλοὶ συστάντες ἐπεθύμουν αὐτοῦ τῆς τιμῆς περιμάχητον γάρ
πως ἡ ἀρχὴ, καὶ πολλοῖς ἐπέραστον, ἐκέλευσε πυρεῖα πάλιν ἐνεγκόντας, καὶ θυμίαμα
ἐπιθέντας, τὴν ἄνωθεν {{σ|48.913}} ἀναμένειν ψῆφον. Καὶ θυμιώντων αὐτῶν, ἡ γῆ
διαστᾶσα πάντας κατέπιε τοὺς συναιρομένους αὐτοῖς, καὶ τοὺς τὰ πυρεῖα λαβόντας
ἄνωθεν κατέφλεξε πῦρ. Καὶ ἵνα μὴ τῷ χρόνῳ λήθῃ τὸ γενόμενον παραδοθὲν ἀγνοεῖν
Γραμμή 2.678 ⟶ 2.665 :
πνεύματι εἶπεν· Ἔξελθε ἀπ' αὐτῆς. Καὶ τίνος ἕνεκεν; Ἐπειδὴ ἐβόα· Οὗτοι οἱ
ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσί. Σιγῶντες μὲν γὰρ οὐχ οὕτως ἠπάτων,
φθεγγόμενοι δὲ πολλοὺς ἤμελλον τῶν ἀφελεστέρων ὑποσύρειν καὶ {{σ|48.914}} πείθειν,
καὶ ἐν τοῖς ἄλλοις αὐτοῖς προσέχειν. Ἵνα γὰρ θύραν ἀνοίξωσι ταῖς ἑαυτῶν ἀπάταις,
καὶ τῷ ψεύδει πολλὴν δῶσι παρρησίαν, διὰ τοῦτο καὶ ἀληθῆ τινα ἀνέμιξαν, καθάπερ
Γραμμή 2.689 ⟶ 2.676 :
συγγνώμης, ἐκείνοις μὲν πείθεσθαι λέγοντες, καθυβρίζοντες δὲ τὸν προφητευόμενον ὑπ' ἐκείνων.
 
{{π|ζʹ.}} Ὅλως δὲ εἰ νομίζεις, διότι νόμος ἐκεῖ κεῖται καὶ
προφητῶν βιβλία, τὸν τόπον ἅγιον εἶναι, ὥρα σοι λοιπὸν καὶ τὰ εἴδωλα, καὶ τοὺς
ναοὺς τῶν εἰδώλων ἁγίους εἶναι νομίζειν. Καὶ γὰρ πολέμου ποτὲ καταλαβόντος τοὺς
Γραμμή 2.717 ⟶ 2.704 :
ἐρείπιον ἐποίησα τὸν σεμνὸν ἐκεῖνον καὶ φρικτὰ κατέχοντα πράγματα, ὑμεῖς δὲ
οἰκήματα, καπηλείων οὐδὲν ἄμεινον διακείμενα, καὶ σπήλαια λῃστῶν ἐθεραπεύετε.
Εἰ γὰρ {{σ|48.915}} τότε, ὅτε τὰ χερουβὶμ ἦν, ὅτε ἡ κιβωτὸς, ὅτε ἔτι Πνεύματος ἐπήνθει
χάρις, νῦν μὲν ἔλεγεν, ὅτι Ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν, νῦν δὲ, ὅτι Οἶκον
ἐμπορίου, διὰ τὰς παρανομίας αὐτῶν καὶ τὰς μιαιφονίας· νῦν ὅτε αὐτοὺς ἡ τοῦ
Γραμμή 2.734 ⟶ 2.721 :
βλέπων, μὴ παρίδῃς, ἀλλ' ὥσπερ χαλινῷ τινι τῷ λόγῳ κατασχὼν εἰς τὴν Ἐκκλησίαν
ἐπανάγαγε. Αὕτη πλείων ἐκείνης ἡ ἐλεημοσύνη, καὶ μυρίων ταλάντων μεῖζον τὸ
κέρδος. Καὶ {{σ|48.916}} τί λέγω μυρίων ταλάντων; καὶ τοῦ κόσμου παντὸς τοῦ
φαινομένου, ἐπεὶ καὶ ὁ ἄνθρωπος τοῦ κόσμου παντὸς τιμιώτερος· διὰ γὰρ αὐτὸν καὶ
οὐρανὸς καὶ γῆ καὶ θάλασσα γέγονε, καὶ ἥλιος καὶ ἀστέρες. Ἐννόησον τοίνυν τὸ
Γραμμή 2.755 ⟶ 2.742 :
==Λόγος ἕβδομος.==
 
{{π|αʹ.}} Ἆρα κόρον ἐλάβετε τῆς πρὸς Ἰουδαίους μάχης; ἢ βούλεσθε καὶ σήμερον
τῆς αὐτῆς ὑποθέσεως ἁψώμεθα πάλιν; Εἰ γὰρ καὶ πολλὰ τὰ ἔμπροσθεν εἰρημένα,
ἀλλ' ὅμως ὑμᾶς ἐπιθυμεῖν οἶμαι τῆς αὐτῆς ἀκροάσεως πάλιν. Ὁ γὰρ τῆς εἰς τὸν
Γραμμή 2.771 ⟶ 2.758 :
γίνεσθαι. Καὶ οἱ μάλιστα καθυβρίζοντες καὶ τὸν νόμον καὶ τὰς ἑορτὰς τὰς παλαιὰς,
οὗτοι μάλιστα πάντων εἰσὶν οἱ δοκοῦντες νῦν ἐπιτελεῖν· οἱ δὲ μάλιστα τὸν νόμον
τιμῶντες ἡμεῖς, οἱ καθάπερ γεγηρακότα ἄνθρωπον ἀναπαύοντες, καὶ {{σ|48.916}}.30 οὐχ
ἕλκοντες εἰς τὰ σκάμματα μετὰ τὴν πολιὰν, οὐδὲ παρὰ καιρὸν ἀγωνίζεσθαι
ἀναγκάζοντες. Ὅτι γὰρ οὐκ ἔστι νόμου καιρὸς νῦν, οὔτε τῆς παλαιᾶς πολιτείας,
Γραμμή 2.789 ⟶ 2.776 :
τόπου, οὐδὲ τοῦ βωμοῦ φαινομένου. Ἐκέλευσεν ᾄδειν ἱεροὺς ὕμνους· καὶ τοῦτο
ἔμπροσθεν ἀπεδείξαμεν ἀπὸ τοῦ τόπου κωλυόμενον, καὶ τοὺς προφήτας
ἐγκαλοῦντας, καὶ λέγοντας ὅτι {{σ|48.917}} ἀνέγνωσαν ἔξω νόμον, καὶ ἐπεκαλέσαντο
ὁμολογίαν. Ὅταν τοίνυν μηδὲ ἀναγινώσκεσθαι δυνατὸν ἦν τὸν νόμον ἔξω τῆς
πόλεως, πῶς αὐτὸν πράττειν ἔξω τῆς πόλεως δυνατόν; Διὰ γοῦν τοῦτο καὶ ἀπειλῶν
Γραμμή 2.818 ⟶ 2.805 :
τούτων γενέσθαι δυνατὸν ἦν, οὔτε τοῦ ναοῦ ὄντος, οὔτε τοῦ βωμοῦ, οὔτε τῆς
σκηνῆς, οὔτε τῆς θυσίας ἀναφερομένης, ἀπειλῶν ἔλεγεν· Οὐκ ἐπισκέψομαι τὰς
θυγατέρας ὑμῶν, ὅταν πορνεύσωσι, καὶ τὰς νύμφας ὑμῶν, ὅταν μοιχεύσωσιν. {{π|βʹ.}}
Ὁρᾷς ἀπὸ τοῦ τόπου τὴν ἰσχὺν ἔχοντα τὸν νόμον; Ὅτι δὲ οὔτε τὸν ἱερέα δυνατὸν
εἶναι, τῆς πόλεως οὐκ οὔσης, δῆλον ἐκ τούτου. Ὥσπερ γὰρ βασιλέα οὐ δυνατὸν
Γραμμή 2.826 ⟶ 2.813 :
παντὸς ἠφανισμένου· ἡ γὰρ ἱερωσύνη ἐν τούτοις ἅπασιν ἦν. Ἤρκει μὲν οὖν, ὅπερ
ἔφθην εἰπὼν, πρὸς ἀπόδειξιν ἡμῖν τοῦ μήτε θυσίας, μήτε ὁλοκαυτώματα, μήτε τοὺς
λοιποὺς καθαρμοὺς, μήτε ἄλλο τι τῆς {{σ|48.918}} Ἰουδαϊκῆς πολιτείας ἐπανήξειν· λοιπὸν
ἡ ἀπόδειξις τοῦ μηκέτι στήσεσθαι τὸν ναόν. Ὥσπερ γὰρ οὐκ ὄντος τούτου νῦν πάντα
ἀνῄρηται, κἂν δοκῇ τι γίνεσθαι, παρανόμως τολμᾶται· οὕτως ἀποδείξαντος τοῦ
Γραμμή 2.863 ⟶ 2.850 :
εἰπὼν, Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, ἐπήγαγε, Σῶμα δὲ κατηρτίσω μοι· τὸ
σῶμα λέγων τὸ δεσποτικὸν, τὴν κοινὴν ὑπὲρ τῆς οἰκουμένης γενομένην θυσίαν, ἣ
τὰς ψυχὰς ἡμῶν ἐξεκάθηρε, καὶ τὰς {{σ|48.919}} ἁμαρτίας κατέλυσε, καὶ τὸν θάνατον
ἔσβεσε, καὶ τοὺς οὐρανοὺς ἀνέῳξε, καὶ πολλὰς καὶ μεγάλας ἡμῖν ἐλπίδας ὑπέδειξε,
καὶ τὰ ἄλλα πάντα κατεσκεύασεν· ἅπερ οὖν καὶ ὁ Παῦλος εἰδὼς, ἐβόα λέγων· Ὢ
Γραμμή 2.881 ⟶ 2.868 :
τινὰ εἰσάγειν, ἄκουσον τί φησιν· Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Πάλαι
μου, φησὶ, τὴν παρουσίαν προανεφώνησαν οἱ προφῆται, καὶ ἐν ἀρχῇ τῶν βιβλίων
τὴν γνῶσιν τῆς ἐμῆς θεότητος τοῖς ἀνθρώποις παρήνοιξαν. {{π|γʹ.}} Ὅταν οὖν ὁ Θεὸς
λέγῃ, ἐν ἀρχῇ τῆς κτίσεως, Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν
ἡμετέραν, αἰνιγματωδῶς ἡμῖν τοῦ Υἱοῦ τὴν θεότητα ἀποκαλύπτει, πρὸς ὃν
Γραμμή 2.900 ⟶ 2.887 :
αὐταῖς θυσίαις αἷς προσφέρουσιν εἰς τὸ διηνεκὲς οὐδέποτε δύναται τοὺς
προσερχομένους τελειῶσαι. Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει, θυσίαν καὶ
προσφορὰν οὐκ ἠθέλησας, {{σ|48.920}} σῶμα δὲ κατηρτίσω μοι, τὴν εἴσοδον τοῦ
Μονογενοῦς εἰς τὸν κόσμον λέγων, τὴν διὰ σαρκὸς οἰκονομίαν. Οὕτω γὰρ πρὸς ἡμᾶς
παρεγένετο, οὐ τόπον ἀμείψας ἐκ τόπου, πῶς γὰρ ὁ πανταχοῦ ὢν, καὶ πάντα
Γραμμή 2.936 ⟶ 2.923 :
ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ
εἰσακούσομαι ὑμῶν. Εἶτα τὴν αἰτίαν προσθεὶς, ἐπάγει λέγων· Αἱ γὰρ χεῖρες ὑμῶν
{{σ|48.921}} αἵματος πλήρεις. Τοῦτο δὲ οὐκ ἔστι τῶν θυσιῶν κατηγορία, ἀλλὰ τῆς τῶν
προσαγόντων πονηρίας ἔγκλημα, καὶ διὰ τοῦτο οὐκ ἐδέχετο τὰς θυσίας, ἐπειδὴ
μιαραῖς αὐτὰς προσῆγον χερσί. Πάλιν ὁ Δαυῒδ εἰπὼν, ὅτι Οὐ δέξομαι ἐκ τοῦ οἴκου
Γραμμή 2.948 ⟶ 2.935 :
παρῃτήσατο τὰς θυσίας, ἀλλ' ἐπειδὴ ἐμοίχευον, ἐπειδὴ ἔκλεπτον, ἐπειδὴ τοῖς
ἀδελφοῖς ἐπεβούλευον. Καὶ ἕκαστος δὲ, φησὶ, τῶν προφητῶν, κατηγορῶν τῶν
προσαγόντων τὰς θυσίας, οὕτως αὐτὰς τὸν Θεὸν παραιτεῖσθαι λέγει. {{π|δʹ.}} Ταῦτα οἱ
ἀντιλέγοντες ἡμῖν λέγουσιν· ἀλλ' ἀρκοῦσαν ἔδωκεν αὐτοῖς πληγὴν ὁ Παῦλος, καὶ
ἱκανῶς αὐτῶν ἐπεστόμισε τὴν ἀναισχυντίαν διὰ τῆς μαρτυρίας ταύτης. Βουλόμενος
Γραμμή 2.972 ⟶ 2.959 :
λεγομένων τὴν ἑρμηνείαν. Ἀβραὰμ ἐπανελθὼν ἀπὸ τῆς Περσίδος ἐγέννησε τὸν
Ἰσαὰκ, εἶτα ἐκεῖνος τὸν Ἰακὼβ, ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, ἐξ ὧν ἐγένοντο
δέκα καὶ δύο φυλαὶ, μᾶλλον δὲ τρισκαίδεκα· {{σ|48.922}} ἀντὶ γὰρ τοῦ Ἰωσὴφ οἱ παῖδες
αὐτοῦ, Ἐφραῒμ καὶ Μανασσῆς ἐγένοντο φύλαρχοι. Καὶ καθάπερ ἑκάστῳ τῶν υἱῶν
Ἰακὼβ ἐπώνυμος ἦν φυλὴ, τοῦ Ῥουβὶμ, τοῦ Συμεὼν, τοῦ Λευῒ, τοῦ Ἰούδα, τοῦ
Γραμμή 3.009 ⟶ 2.996 :
ἀλλὰ κατὰ τὴν τάξιν Ἀαρὼν, ἔδει λέγεσθαι. Τίς οὖν τοῦτό φησιν; Αὐτὸς οὗτος ὁ περὶ
τῶν θυσιῶν εἰπὼν, περὶ τοῦ Χριστοῦ διαλεγόμενος· καί που τοῦτό φησιν· Εἶπεν ὁ
Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. {{σ|48.923}}
 
{{π|εʹ.}} Εἶτα, ἵνα μὴ περί τινος τῶν πολλῶν ἀνθρώπων τοῦτο ὑποπτεύῃ τις λέγεσθαι, οὔ φησιν αὐτὸ ὁ Ἡσαΐας, οὔτε
Ἱερεμίας, οὔτε ἄλλος τις προφήτης ἰδιώτης γενόμενος, ἀλλ' αὐτὸς ὁ βασιλεὺς, ἵνα
μάθῃς, ὅτι ὁ βασιλεὺς δὲ Κύριον ἑαυτοῦ οὐδένα καλέσαι δύναται, ἀλλ' ἢ τὸν Θεὸν
Γραμμή 3.048 ⟶ 3.035 :
ἀγαγὼν ὁ Παῦλος, ἔλεγε, Θεωρεῖτε δὲ πηλίκος οὗτος; Οὗτος τίς; Ὁ Μελχισεδὲκ,
φησὶν, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ἔδωκεν ὁ πατριάρχης ἐκείνων. Καὶ
οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ {{σ|48.924}} τὴν ἱερωσύνην λαμβάνοντες, ἐντολὴν ἔχουσιν
ἀποδεκατοῦν τὸν λαὸν, τουτέστι τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς
ὀσφύος τοῦ Ἀβραάμ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ Λευῗται, φησὶν, οἱ παρὰ Ἰουδαίοις
Γραμμή 3.086 ⟶ 3.073 :
νομοθεσίαν μείζονα ἀντεισαχθῆναι ἔδει. Εἶτα δηλῶν, περὶ τίνος ταῦτα λέγεται, Ἐφ'
ὃν γὰρ λέγεται ταῦτα, φησὶ, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ' ἧς οὐδεὶς προσέσχηκε τῷ
θυσιαστηρίῳ. Πρόδηλον {{σ|48.925}} γὰρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν, εἰς ἣν
φυλὴν οὐδὲν περὶ ἱερωσύνης Μωσῆς ἐλάλησεν. Ὅταν οὖν φαίνηται ὁ Χριστὸς ἐξ
ἐκείνης ὢν τῆς φυλῆς, δηλονότι τῆς Ἰούδα, καὶ ἱερεὺς κατὰ τὴν τάξιν Μελχισεδὲκ, ὁ
Γραμμή 3.101 ⟶ 3.088 :
ἐλθὼν ἀνέστησε, καὶ ἐζωοποίησε, διπλοῦν θάνατον λύσας, τὸν μὲν τῆς ἁμαρτίας,
τὸν δὲ τῆς σαρκός. Ἐπεὶ οὖν τοιαῦτα κομίζων ἡμῖν ἦλθεν ἀγαθὰ, διὰ τοῦτό φησιν·
Οὐ κατὰ νόμον ἐντολῆς σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου. {{π|εʹ.}} Ἤδη
μὲν οὖν καὶ τοῦτο λοιπὸν συναποδέδεικται, ὅτι τῆς ἱερωσύνης μετατεθείσης, καὶ
νόμου μετάθεσιν ἐξ ἀνάγκης εἰκὸς ἦν γενέσθαι. Ἀλλ' ὅμως καὶ τοῦτο αὐτὸ ῥητῶς
Γραμμή 3.122 ⟶ 3.109 :
κάμνοντος μειζόνως ἀλγήσεις, καὶ μιμήσῃ καὶ ἐν τούτῳ τὸν μακάριον ἐκεῖνον, τὸν
λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ
γὰρ δύο καταβάλλοντες ὀβολοὺς, καὶ δαπανῶντες ὀλίγον {{σ|48.926}} ἀργύριον εἰς
πένητας, χαίρομεν· ἂν ψυχὰς σῶσαι δυνηθῶμεν, πόσην μὲν καρπωσόμεθα ἡδονήν;
πόσης δὲ κατὰ τὸν αἰῶνα τὸν μέλλοντα ἀπολαύσομεν τῆς ἀμοιβῆς; Καὶ γὰρ καὶ
Γραμμή 3.162 ⟶ 3.149 :
δοξάζεσθαι παρασκευάσωμεν, μετὰ γυναικῶν καὶ παιδίων καὶ οἰκετῶν ἐπὶ τὴν
ἄγραν ταύτην καὶ τὴν θήραν ἐξελθόντες, ἐκσπάσωμεν ἐκ τῆς τοῦ διαβόλου παγίδος
τοὺς {{σ|48.927}} ἐζωγρημένους ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα· καὶ μὴ πρότερον
ἀποστῶμεν, ἕως ἂν τὰ παρ' ἡμῶν ἅπαντα πληρώσωμεν, ἄν τε πείθωνται, ἄν τε μὴ
πείθωνται· μᾶλλον δὲ ἀδύνατον Χριστιανοὺς ὄντας μὴ πεισθῆναι. Πλὴν ἀλλ' ἵνα
Γραμμή 3.170 ⟶ 3.157 :
χειραγωγήσαντος. Ταῦτα καὶ γυναιξὶν οἱ ἄνδρες διαλέγεσθε, καὶ γυναῖκες ἀνδράσι,
καὶ παισὶ πατέρες, καὶ φίλοι φίλοις. Μαθέτωσαν καὶ Ἰουδαῖοι, καὶ οἱ μεθ' ἡμῶν μὲν
τετάχθαι δοκοῦντες, τὰ δὲ ἐκείνων {{σ|48.928}} φρονοῦντες, ὅτι σπουδή τις ἡμῖν ἐστι καὶ
φροντὶς καὶ ἀγρυπνία ὑπὲρ τῶν ἀδελφῶν τῶν ἡμετέρων τῶν πρὸς ἐκείνους
αὐτομολούντων. Καὶ πάντως πρὸ ἡμῶν ἐκεῖνοι διώσονται τοὺς παρ' ἡμῶν ἐκεῖ
Γραμμή 3.181 ⟶ 3.168 :
 
 
{{σ|48.927}} ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ.
 
==Λόγος ὄγδοος.==
 
{{π|αʹ.}} Παρῆλθεν ἡ νηστεία τῶν Ἰουδαίων, μᾶλλον δὲ ἡ μέθη τῶν Ἰουδαίων.
Ἔστι γὰρ καὶ χωρὶς οἴνου μεθύειν, ἔστι καὶ νήφοντα παροινεῖν καὶ ἐν ἀσωτίᾳ
κωμάζειν. Εἰ μὴ ἦν χωρὶς οἴνου μεθύειν, οὐκ ἂν εἶπεν ὁ προφήτης, Οὐαὶ οἱ
Γραμμή 3.211 ⟶ 3.198 :
χειμῶνα ἐργαζομένης, καὶ ζάλην ποιούσης ἀπαραμύθητον. Εἰ δὲ ἐπιθυμίᾳ τις καὶ
ὀργῇ κατεχόμενος μεθύει, πολλῷ μᾶλλον ἀσεβῶν ἄνθρωπος, καὶ εἰς Θεὸν
βλασφημῶν, {{σ|48.928}} καὶ ἐναντιούμενος αὐτοῦ τοῖς νόμοις, καὶ τῆς ἀκαίρου
φιλονεικίας μηδέποτε ταύτης καθυφεῖναι βουλόμενος, μεθύει καὶ μέμηνε, καὶ
κωμαζόντων καὶ ἐξεστηκότων ἀθλιώτερον διάκειται, κἂν αὐτὸς αἰσθάνεσθαι μὴ
Γραμμή 3.238 ⟶ 3.225 :
χειραγωγῆσαι πάλιν. Οὐ γὰρ φύσεως οὗτος ὁ θάνατος, καθάπερ ἐκεῖνος, ἀλλὰ
προαιρέσεως καὶ γνώμης· προαίρεσιν δὲ ἀποθανοῦσαν δυνατὸν ἀναστῆσαι πάλιν,
καὶ ψυχὴν νεκρωθεῖσαν πεῖσαι {{σ|48.929}} πρὸς τὴν οἰκείαν ζωὴν ἐπανελθεῖν, καὶ τὸν
αὐτῆς ἐπιγνῶναι Δεσπότην.
 
{{π|βʹ.}} Ἀλλὰ μὴ ἀποκάμωμεν, ἀδελφοὶ, μηδὲ ἐκλυθῶμεν, μηδὲ ἀναπέσωμεν, μηδέ μοι τὰ ῥήματα ἐκεῖνά τις λεγέτω, ὅτι πρὸ τῆς νηστείας
ἀσφαλίσασθαι ἀναγκαῖον ἦν, καὶ πάντα ποιῆσαι, νῦν δὲ μετὰ τὸ νηστεῦσαι, μετὰ τὸ
γενέσθαι τὴν ἁμαρτίαν, μετὰ τὸ πληρωθῆναι τὴν ἀνομίαν, τί τὸ ὄφελος λοιπόν; Εἰ
Γραμμή 3.276 ⟶ 3.263 :
διὰ τὴν παρ' ἐμοῦ τιμὴν, μὴ τὴν ἀρχὴν ἁρπάσῃ τήν σοι προσήκουσαν· τοὺς γὰρ
πρωτοτόκους τῶν δευτεροτόκων σεμνοτέρους εἶναι ἐχρῆν. Θάρρει, φησὶ, καὶ μὴ
φοβοῦ, μηδὲ ἀγωνία περὶ τούτου· Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ {{σ|48.930}} αὐτοῦ
ἄρξεις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· μένε ἐπὶ τῆς τιμῆς τῆς τοῦ πρωτοτόκου, καὶ γενοῦ
τῷ ἀδελφῷ καταφυγὴ καὶ σκέπη καὶ προστασία, καὶ κράτει καὶ κυρίευε αὐτοῦ· μόνον
Γραμμή 3.314 ⟶ 3.301 :
ψυχὴν σωφρονεστέραν εἰργάζετο.
 
{{π|γʹ.}} Ἀλλὰ μεταξὺ λέγοντί μοι ἐπῆλθεν εἰς μέσον ἀγαγεῖν καὶ ζητῆσαι τί δήποτε τὴν ἁμαρτίαν ὁμολογήσας τὴν ἑαυτοῦ, καὶ καταγνοὺς
τῶν γενομένων, καὶ εἰπὼν μείζονα συγγνώμης ἡμαρτηκέναι, καὶ μη48μη{{σ|48.931}} δεμιᾶς
ἀπολογίας ἄξιος εἶναι, οὐκ ἴσχυσεν ἀπονίψασθαι τὰ ἁμαρτήματα καίτοι γε ὁ
προφήτης φησί· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς, ἀλλὰ καὶ
Γραμμή 3.354 ⟶ 3.341 :
κολάζων, καὶ δι' ἑαυτοῦ καὶ δι' ἑτέρων πολλῶν πάντα ποιῶν καὶ πραγματευόμενος,
ἕως ἂν αὐτὸν εἰς ἐπίγνωσιν ἤνεγκε τῆς ἁμαρτίας, εἰς αἴσθησιν τῆς παρανομίας, καὶ
τέλεον αὐτὸν ἀπήλλαξε τῆς κηλῖδος ἁπάσης. Τοῦτο {{σ|48.932}} δὴ καὶ σὺ ποίησον·
μίμησαι τὸν Σαμαρείτην ἐκεῖνον, τὸν ἐν τῷ Εὐαγγελίῳ τοσαύτην περὶ τὸν
τραυματίαν ἐκεῖνον ἐπιδειξάμενον πρόνοιαν. Καὶ γὰρ ἐκεῖ παρῆλθε Λευΐτης,
Γραμμή 3.380 ⟶ 3.367 :
τῷ λάκκῳ τῆς ἀσεβείας κειμένους.
 
{{π|δʹ.}} Μὴ δὴ παρίδωμεν τραγῳδίαν τοιαύτην, μηδὲ παραδράμωμεν ἀνηλεῶς οὕτω θέαμα ἐλεεινὸν, ἀλλὰ κἂν ἕτεροι τοῦτο ποιῶσι, σὺ μὴ
ποιήσῃς· μὴ εἴπῃς πρὸς σεαυτὸν, Κοσμικός εἰμι ἀνὴρ, γυναῖκα ἔχω καὶ παῖδας, ταῦτα
τῶν ἱερέων ἐστὶ, ταῦτα τῶν μοναχῶν. Οὐδὲ γὰρ ὁ Σαμαρείτης ἐκεῖνος ταῦτα εἶπε.
Γραμμή 3.392 ⟶ 3.379 :
λογίζου, καὶ νόμιζε θησαυρὸν εὑρηκέναι τὴν ἐπιμέλειαν τὴν ἐκείνων. Ἂν γὰρ
ἐπιστάξῃς αὐτῷ καθάπερ ἔλαιον τοῦ λόγου τὴν διδασκαλίαν, ἂν καταδήσῃς τῇ
προσηνείᾳ, ἂν θεραπεύσῃς τῇ καρτερίᾳ, θησαυροῦ παντὸς εὐπο48εὐπο{{σ|48.933}} ρώτερόν σε
οὗτος ἐργάσεται. Ὁ γὰρ ἐξαγαγὼν τίμιον, φησὶν, ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. Τί
τούτου γένοιτ' ἂν ἴσον; Ὅπερ οὐδὲ νηστεία, οὐδὲ χαμευνία, οὐδὲ παννυχίδες, οὐκ
Γραμμή 3.430 ⟶ 3.417 :
διὰ τοῦτο τοσούτους ἀνήλωσα λόγους, ἵνα κατηγορήσῃς τῶν πολλῶν, ἀλλ' ἵνα τοὺς
πολλοὺς ποιήσῃς ὀλίγους, μᾶλλον δὲ μηδὲ ὀλίγους, ἀλλὰ καὶ αὐτοὺς διασώσῃς. Μὴ
τοίνυν ἐκπόμπευε {{σ|48.934}} τὰ ἁμαρτήματα, ἀλλὰ θεράπευε. Ὥσπερ γὰρ οἱ
ἐκπομπεύοντες, καὶ εἰς τοῦτο μόνον ἐσχολακότες, κἂν ὀλίγοι ὦσιν οἱ ἡμαρτηκότες,
πολλοὺς αὐτοὺς νομίζεσθαι ποιοῦσιν· οὕτως οἱ συστέλλοντες, καὶ τοὺς
Γραμμή 3.445 ⟶ 3.432 :
ῥῆμα. Ὥσπερ γὰρ σὺ οὐκ ἐκαρτέρησας σιγῆσαι, οὕτως οὐδὲ ἐκεῖνος ἀνέξεται.
 
{{π|εʹ.}}
Ταῦτα οὐ περὶ τῆς παρούσης νηστείας λέγω μόνον, ἀλλὰ καὶ περὶ ἄλλων μυρίων
ἁμαρτημάτων. Μὴ τοῦτο σκοπῶμεν μόνον, εἰ πολλοὶ οἱ παρασυρόμενοι, ἀλλὰ ἐκεῖνο
Γραμμή 3.472 ⟶ 3.459 :
πῶς μετέχεις τῆς ἑορτῆς, πῶς μετ' ἐκείνων νηστεύεις; Εἶτα κατηγόρησον αὐτῶν τῆς
ἀγνωμοσύνης· εἰπὲ τὴν παρανομίαν ἅπασαν ἣν ἐν ταῖς ἔμπροσθεν ἡμέραις διῆλθον
πρὸς τὴν ὑμετέραν ἀγάπην, τὴν ἀπὸ τοῦ τόπου, τὴν ἀπὸ τοῦ και48και{{σ|48.935}} ροῦ, τὴν ἀπὸ
τοῦ ἱεροῦ, τὴν ἀπὸ τῆς προρρήσεως τῶν προφητῶν ἐλεγχομένην· δεῖξον πῶς εἰκῆ
καὶ μάτην ἅπαντα πράττουσι, καὶ οὐδέποτε ἐπὶ τὴν προτέραν ἐπανήξουσι πολιτείαν,
Γραμμή 3.508 ⟶ 3.495 :
ἀλλὰ τὰς ἐλπίδας ἁπάσας πρὸς τὴν μέλλουσαν ζωὴν ἔχειν.
 
{{π|ςʹ.}} Ἀλλὰ τί λέγεις; ὅτι θλίβει σε καὶ πιέζει τοῦ σώματος ἡ νόσος; Ἀλλ' οὔπω τοσαῦτα πέπονθας, ὅσα ὁ
μακάριος Ἰὼβ, μᾶλλον δὲ οὐδὲ τὸ πολλοστὸν μέρος ἐκείνου. Μετὰ γὰρ τὴν ἀθρόαν
τῶν ποιμνίων καὶ τῶν βουκολίων καὶ τῶν ἄλλων ἁπάντων ἀπώλειαν, ἡρπάσθη καὶ
τῶν παίδων ὁλόκληρος ὁ χορός· καὶ πάντα ἐν ἡμέρᾳ μιᾷ ἐγένετο, ἵνα μὴ ἡ φύσις τῶν
πειρασμῶν μόνον, ἀλλὰ καὶ ἡ συνέχεια καταβάλῃ τὸν ἀθλητήν. Μετ' ἐκεῖνα πάντα
καιρίαν ἐν τῷ σώματι δε48δε{{σ|48.936}} ξάμενος τὴν πληγὴν, σκώληκας ἑώρα πάντοθεν
βρύοντας ἀπὸ τοῦ σώματος, καὶ γυμνὸς ἐπὶ τῆς κοπρίας ἐκάθητο, κοινὸν τοῖς
παροῦσι συμφορᾶς θέατρον, ὁ δίκαιος, ὁ ἀληθινὸς, ὁ θεοσεβὴς, ὁ ἀπεχόμενος ἀπὸ
Γραμμή 3.552 ⟶ 3.539 :
ἀπέλθῃ τῶν μισούντων σε, καὶ παροξύνῃ· ἆρα δυνήσεται συγγνώμης τυχεῖν, εἰπέ
μοι; ἆρα δυνήσεται ἀπολογήσασθαί τις ὑπὲρ αὐτοῦ; Οὐδαμῶς. Τί δήποτε; Ὅτι
προσῆκον δεσπότῃ {{σ|48.937}} κολάζειν οἰκέτην. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ὅτι, εἰ
καταφυγεῖν ἐχρῆν, οὐχὶ πρὸς τοὺς ἐχθροὺς, οὐδὲ πρὸς τοὺς μισοῦντας, ἀλλὰ πρὸς
τοὺς φίλους τοὺς γνησίους ἔδει.
 
{{π|ζʹ.}} Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν Θεόν σε κολάζοντα,
μὴ πρὸς τοὺς ἐχθροὺς αὐτοῦ καταφύγῃς τοὺς Ἰουδαίους, ἵνα μὴ μᾶλλον αὐτὸν
παροξύνῃς, ἀλλὰ πρὸς τοὺς φίλους αὐτοῦ, τοὺς μάρτυρας, τοὺς ἁγίους, καὶ
Γραμμή 3.591 ⟶ 3.578 :
ἐκεῖ Γραφῶν; Ταῦτα, καθ' ἑκάστην ἡμέραν, κεντῶν ὁ λογισμὸς, καὶ τὸ συνειδὸς
μαστίζων ἐρεῖ. Ποία οὖν αὕτη ὑγίεια, ὅταν ἔνδον τοιούτους ἔχωμεν κατηγόρους; Ἂν
μέντοι καρτερήσῃς μικρὸν, καὶ τοὺς βουλομένους ἢ {{σ|48.938}} ἐπᾷσαί τινα ἐπῳδὴν, ἢ
περιάψαι τι τῷ σώματι περίαπτον ἀτιμάσῃς, καὶ μετὰ πολλῆς ἐξαγάγῃς τῆς ὕβρεως
ἐκ τῆς οἰκίας, εὐθέως ἔλαβες δρόσον ἀπὸ τοῦ συνειδότος. Κἂν μυριάκις ὁ πυρετὸς
Γραμμή 3.630 ⟶ 3.617 :
στεφάνους, ὅταν τῶν ἀγγέλων παρόντων, τῶν ἀρχαγγέλων ἁπάντων, τότε
παρελθὼν ὁ Χριστὸς, καὶ τῆς χειρός σου λαβόμενος εἰς μέσον περιαγάγῃ τὸ θέατρον
ἐκεῖνο, καὶ πάντων ἀκουόντων λέγῃ· Οὗτος ὁ ἄνθρωπος πυρε48πυρε{{σ|48.939}} τῷ ποτε
ληφθεὶς, μυρίων αὐτῷ παραινούντων ἀπαλλαγῆναι τῆς νόσου, διὰ τὸ ὄνομα τὸ
ἐμὸν, καὶ τὸν φόβον τὸν εἰς ἐμὲ, ἵνα ἐν μηδενὶ προσκρούσῃ, διώσατο καὶ ἠτίμωσε
Γραμμή 3.661 ⟶ 3.648 :
μαρτύριόν ἐστι σαφές.
 
{{π|ηʹ.}} Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀναμνήσθητι πῶς μὲν ὁ Ἰωάννης ἀπέθανε, καὶ τίνος ἕνεκεν καὶ διὰ τί, πῶς δὲ ὁ Ἄβελ. Οὐδέτερος γὰρ τούτων οὐ βωμὸν εἶδε καιόμενον, οὐ ξόανον ἑστηκὸς, οὐ θῦσαι ἐπετάγη δαίμοσιν·
ἀλλ' ὁ μὲν, ἐπειδὴ μόνον ἤλεγξε τὸν Ἡρώδην, ἀπετμήθη τὴν κεφαλὴν, ὁ δὲ ἐπειδὴ
τὸν Θεὸν ἐτίμησε θυσίᾳ πλείονι τοῦ ἀδελφοῦ, κατεσφάττετο. Ἆρ' οὖν ἀπεστέρηνται
Γραμμή 3.668 ⟶ 3.655 :
μαρτύρων τελοῦσιν. Εἰ δὲ καὶ ψῆφον ζητεῖς θείαν ὑπὲρ τούτων ἐξενηνεγμένην ἰδεῖν,
ἄκουσον τί φησιν ὁ Παῦλος· ἃ γὰρ ἐκεῖνος φθέγγεται, δῆλον ὅτι τοῦ Πνεύματός ἐστι·
Δοκῶ γὰρ, φησὶ, κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Τί {{σ|48.940}} οὖν οὗτός φησιν; Ἀρξάμενος
ἀπὸ τοῦ Ἄβελ, καὶ εἰπὼν, ὅτι πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ,
καὶ δι' αὐτῆς ἀποθανὼν ἔτι λαλεῖ· εἶτα καταβὰς εἰς τοὺς προφήτας, καὶ διελθὼν εἰς
Γραμμή 3.706 ⟶ 3.693 :
ἀφικνούμενος ἐκεῖσε, καὶ οἰκέταις καὶ φίλοις καὶ γείτοσι παρακελεύῃ, μὴ κατειπεῖν
σου πρὸς τοὺς ἱερέας, κἂν διαβάλῃ τις, ἀγανακτεῖς. Πόσης οὖν οὐκ ἂν εἴη ἀνοίας,
ἀνθρώπους πειρᾶσθαι λανθάνειν, {{σ|48.941}} τοῦ δὲ Θεοῦ ὁρῶντος, τοῦ πανταχοῦ
παρόντος, ἀναισχύντως τὴν παρανομίαν ταύτην τολμᾷν; Ἀλλ' οὐ δέδοικας τὸν Θεόν;
Οὐκοῦν κἂν αὐτοὺς αἰδέσθητι τοὺς Ἰουδαίους. Ποίοις γὰρ αὐτοὺς ὀφθαλμοῖς ὄψει;
Γραμμή 3.714 ⟶ 3.701 :
εἰ καὶ μὴ φανερῶς, ἀλλὰ κατὰ τὸ συνειδὸς τὸ ἑαυτῶν;
 
{{π|θʹ.}} Ταῦτ' οὖν, εἰπέ μοι, φορητὰ ἢ ἀνεκτά; Εἰ γὰρ μυρίους ἀποθανεῖν θανάτους ἔδει, εἰ γὰρ τὰ ἀνήκεστα παθεῖν, οὐ
πολλῷ βέλτιον ἦν ἅπαντα ὑπομεῖναι τὰ χαλεπὰ, ἢ τῶν μιαρῶν ἐκείνων γενέσθαι
γέλωτα καὶ χλευασίαν, καὶ μετὰ συνειδότος ζῇν πονηροῦ; Ταῦτα λέγω, οὐχ ἵνα αὐτοὶ
Γραμμή 3.738 ⟶ 3.725 :
ἡμέρᾳ. Ἐννόησον διὰ τί προφῆται, διὰ τί ἀπόστολοι, διὰ τί δίκαιοι, διὰ τί ἄγγελοι
πολλάκις ἐπέμφθησαν, διὰ τί αὐτὸς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ παρεγένετο· οὐχ ἵνα
ἀνθρώπους διασώσῃ; οὐχ ἵνα πεπλανημένους {{σ|48.942}} ἐπαναγάγῃ; Τοῦτο καὶ σὺ
ποίησον κατὰ δύναμιν τὴν σὴν, καὶ πᾶσαν σπουδὴν ἐπίδειξαι καὶ πρόνοιαν εἰς τὴν
τῶν πεπλανημένων ἐπάνοδον. Ταῦτα καθ' ἑκάστην ὑμῖν παραινῶν σύναξιν οὐ