Γνώσις και επίγνωσις των πατριαρχών θρόνων: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
typo
Γραμμή 9:
Δεύτερος θρόνος τοῦ ἀποστόλου Πέτρου ἀπὸ Ῥώμης μέχρι τῶν ὁρίων Μαζῶν καὶ Γάλλων, Σπανίας καὶ Φραγγίας, καὶ τοῦ Ἰλλυρικοῦ, μέχρι Γαδήρων καὶ Ἡρακλέους [καὶ] στηλῶν καὶ Ὠκεανοῦ, τέλος ἔχοντος εἰς δυσμὰς ἡλίου ἐν ᾣ εἰσὶ νεκρὰ ὕδατα καὶ ἀκίνητα ὑλώδη ἐν ᾥ νῆσος εἰς τὰ ἄκρη τῶν ὠκεανῶν πελάγων πολύανδρος, χριστιανῶν ἄπειρον πληθος ἄχρι Ῥαβέννης καὶ Λαγοβάρδας καὶ Θεσσαλονίκης, Σκλάβων καὶ Ἀβαρων καὶ Σκυθων ἕως Δανουβίου ποταμοῦ τὰς ἐκκλησιαστικὰς ὁροθεσίας ὡσαύτως Σαρδανίαν καὶ Μεγάρικαν, Καρθαγέννην καὶ μέρος τῶν Ἑσπεριῶν, καὶ μέρος τῆς Σικελίας καὶ Καλαβρίας ἐν οἵς διαπνέουσιν ἄνεμοι θρασκίας ἀρκτῶος παρηίας χώρεος καὶ ὁ ζήφυρος δυτικὸς λὺψ καὶ λυβόνοτος.
 
Τρίτος θρόνος Κωνσταντινοπόλεως τοῦ πρωτοκλήητουπρωτοκλήτου Ἀνδρέου καὶ τοῦ θεολόγου Ιωάννου τοῦ εὐαγγελιστοῦ, περιέχων πᾶσαν τῆς Ῥωμαικῆς ἐξουσίας τὴν βασιλείαν, Εὐρώπην τε καὶ Ἀσίαν μέχρι τῆς δύσεως καὶ τὰς Κυκλάδας τῶν νήσων ἄχρι Πόντου καὶ Χερσῶνος καὶ Ἀβασγίας Χαλδίας καὶ Χαζαρίας Καπαδοκίας καὶ πάσης Ἀρμηνιας, τὰ τοῦ βορὰ κλήματα περιλαμβάνων.
 
Τέταρτος θρόνος Ἀλεξανδρείας, Μάρκου τοῦ ἀποστόλου καὶ εὐαγγελιστοῦ υἱοῦ Πέτρου τοῦ ἀποστόλου, γενομένου νοταρίου περιέχων ἕως τῆς ἐσωτέρας Ἰνδίας καὶ Αἰθιοπίας, θρόνου ἀποστόλου Θωμᾶ, ἄχρι Μαρμαρικῆς καὶ Ἀφρικῆς καὶ Τριπόλεως καὶ πᾶσαν τὴν Αἰγυπτίαν χώραν ἄχρι τῶν ὁρίων Παλαιστίνης τὰ τοῦ νότου κλήματα περιέχων.