Διατριβαί/Βιβλίον 4: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 58:
 
Ταῦτα μελέτα, [170] ταῦτα τὰ δόγματα, τούτους τοὺς λόγους, εἰς ταῦτα ἀφόρα τὰ παραδείγματα, εἰ θέλεις ἐλεύθερος εἶναι, εἰ ἐπιθυμεῖς κατ' ἀξίαν τοῦ πράγματος. καὶ τί θαυμαστόν, [171] εἰ τηλικοῦτο πρᾶγμα τοσούτων καὶ τηλικούτων ὠνῇ; ὑπὲρ τῆς νομιζομένης ἐλευθερίας ταύτης οἱ μὲν ἀπάγχονται, οἱ δὲ κατακρημνίζουσιν αὑτούς, ἔστι δ' ὅτε καὶ πόλεις ὅλαι ἀπώλοντο: [172] ὑπὲρ τῆς ἀληθ[ε]ινῆς καὶ ἀνεπιβουλεύτου καὶ ἀσφαλοῦς ἐλευθερίας ἀπαιτοῦντι τῷ θεῷ ἃ δέδωκεν οὐκ ἐκστήσῃ; οὐχ, ὡς Πλάτων λέγει, μελετήσεις οὐχὶ ἀποθνῄσκειν μόνον, ἀλλὰ καὶ στρεβλοῦσθαι καὶ φεύγειν καὶ δέρεσθαι καὶ πάνθ' ἁπλῶς ἀποδιδόναι τἀλλότρια; [173] ἔσει τοίνυν δοῦλος ἐν δούλοις, κἂν μυριάκις ὑπατεύσῃς, κἂν εἰς τὸ παλάτιον ἀναβῇς, οὐδὲν ἧττον: καὶ αἰσθήσει, ὅτι παράδοξα μὲν ἴσως φασὶν οἱ φιλόσοφοι, καθάπερ καὶ ὁ Κλεάνθης ἔλεγεν, οὐ μὴν παράλογα. [174] ἔργῳ γὰρ εἴσῃ, ὅτι ἀληθῆ ἐστι καὶ τούτων τῶν θαυμαζομένων καὶ σπουδαζομένων ὄφελος οὐδέν ἐστι τοῖς τυχοῦσι: τοῖς δὲ μηδέπω τετευχόσι φαντασία γίνεται, ὅτι παραγενομένων αὐτῶν ἅπαντα παρέσται αὐτοῖς τὰ ἀγαθά: εἶθ' ὅταν παραγένηται, τὸ καῦμα ἴσον, ὁ ῥιπτασμὸς ὁ αὐτός, ἡ ἄση, [175] ἡ τῶν οὐ παρόντων ἐπιθυμία. οὐ γὰρ ἐκπληρώσει τῶν ἐπιθυμουμένων ἐλευθερία παρασκευάζεται, ἀλλὰ ἀνασκευῇ τῆς ἐπιθυμίας. [176] καὶ ἵν' εἰδῇς, ὅτι ἀληθῆ ταῦτά ἐστιν, ὡς ἐκείνων ἕνεκα πεπόνηκας, οὕτως καὶ ἐπὶ ταῦτα μετάθες τὸν πόνον: ἀγρύπνησον ἕνεκα τοῦ δόγμα περιποιήσασθαι ἐλευθεροποιόν, [177] θεράπευσον ἀντὶ γέροντος πλουσίου φιλόσοφον, περὶ θύρας ὄφθητ[α]ι τὰς τούτου: οὐκ ἀσχημονήσεις ὀφθείς, οὐκ ἀπελεύσῃ κενὸς οὐδ' ἀκερδής, ἂν ὡς δεῖ προσέλθῃς. εἰ δὲ μή, πείρασόν γ': οὐκ ἔστιν αἰσχρὰ ἡ πεῖρα.
 
 
:(4.2) '''Περὶ συμπεριφορᾶς.'''
 
Τούτῳ τῷ τόπῳ πρὸ πάντων σε δεῖ προσέχειν, μή ποτε ἄρα τῶν προτέρων συνήθων ἢ φίλων ἀνακραθῇς τινι οὕτως, ὥστ' εἰς τὰ αὐτὰ συγκαταβῆναι αὐτῷ: εἰ δὲ μή, ἀπολεῖς σεαυτόν. [2] ἂν δέ σ' ὑποτρέχῃ ὅτι "ἀδέξιος αὐτῷ φανοῦμαι καὶ οὐχ ὁμοίως ἕξει ὡς πρότερον", μέμνησο, ὅτι προῖκα οὐδὲν γίνεται οὐδ' ἔστι δυνατὸν μὴ τὰ αὐτὰ ποιοῦντα [μὴ] τὸν αὐτὸν εἶναι τῷ ποτέ. ἐλοῦ οὖν πότερον θέλεις, [3] ὁμοίως φιλεῖσθαι ὑφ' ὧν πρότερον ὅμοιος ὢν τῷ πρότερον σεαυτῷ ἢ κρείσσων ὢν μὴ τυγχάνειν τῶν ἴσων. [4] εἰ γὰρ τοῦτο κρεῖσσον, αὐτόθεν ἀπόνευσον ἐπὶ τοῦτο μηδέ σε περισπάτωσαν οἱ ἕτεροι διαλογισμοί. οὐδεὶς γὰρ ἐπαμφοτερίζων δύναται προκόψαι, ἀλλ' εἰ τοῦτο πάντων προκέκρικας, εἰ πρὸς τούτῳ μόνῳ θέλεις εἶναι, εἰ τοῦτο ἐκπονῆσαι, ἄφες ἅπαντα τἆλλα: [5] εἰ δὲ μή, οὗτος ὁ ἐπαμφοτερισμὸς ἑκάτερόν σοι ποιήσει, οὔτε προκόψεις κατ' ἀξίαν οὔτ' ἐκείνων τεύξῃ, ὧν πρότερον ἐτύγχανες. [6] πρότερον γὰρ εἰλικρινῶς ἐφιέμενος τῶν οὐδενὸς ἀξίων ἡδὺς ἦς τοῖς συνοῦσιν. [7] οὐ δύνασαι δ' ἐν ἀμφοτέρῳ τῷ εἴδει διενεγκεῖν: ἀλλ' ἀνάγκη, καθόσον ἂν τοῦ ἑτέρου κοινωνῇς, ἀπολείπεσθαί σ' ἐν θατέρῳ. οὐ δύνασαι μὴ πίνων μεθ' ὧν ἔπινες ὁμοίως ἡδὺς αὐτοῖς φαίνεσθαι: ἑλοῦ οὖν, πότερον μεθυστὴς εἶναι θέλεις καὶ ἡδὺς ἐκείνοις ἢ νήφων ἀηδής. οὐ δύνασαι μὴ ᾄδων μεθ' ὧν ᾖδες ὁμοίως φιλεῖσθαι ὑπ' αὐτῶν: ἑλοῦ οὖν καὶ ἐνταῦθα, πότερον θέλεις. [8] εἰ γὰρ κρεῖσσον τὸ αἰδήμονα εἶναι καὶ κόσμιον τοῦ εἰπεῖν τινα "ἡδὺς ἄνθρωπος", ἄφες τὰ ἕτερα, ἀπόγνωθι, ἀποστράφηθι, μηδὲν σοὶ καὶ αὐτοῖς. [9] εἰ δὲ μὴ ἀρέσει ταῦτα, ὅλος ἀπόκλινον ἐπὶ τἀναντία: γενοῦ εἷς τῶν κιναίδων, εἷς τῶν μοιχῶν καὶ ποίει τὰ ἑξῆς καὶ τεύξῃ ὧν θέλεις. καὶ ἀναπηδῶν ἐπικραύγαζε τῷ ὀρχηστῇ. [10] διάφορα δ' οὕτως πρόσωπα οὐ μίγνυται: οὐ δύνασαι καὶ Θερσίτην ὑποκρίνασθαι καὶ Ἀγαμέμνονα. ἂν Θερσίτης εἶναι θέλῃς, κυρτόν σε εἶναι δεῖ, φαλακρόν: ἂν Ἀγαμέμνων, μέγαν καὶ καλὸν καὶ τοὺς ὑποτεταγμένους φιλοῦντα.
 
 
:(4.3) '''Τίνα τίνων ἀντικαταλλακτέον.'''
 
Ἐκεῖνο πρόχειρον ἔχε, ὅταν τινὸς ἀπολείπῃ τῶν ἐκτός, τί ἀντ' αὐτοῦ περιποιῇ: κἂν ᾖ πλείονος ἄξιον, μηδέποτ' εἴπῃς ὅτι " [2] 3ἐζημίωμαι": οὐδ' ἂν ἀντὶ ὄνου ἵππον, οὐδ' ἀντὶ προβάτου βοῦν, οὐδ' ἀντὶ κέρματος πρᾶξιν καλήν, οὐδ' ἀντὶ ψυχρολογίας ἡσυχίαν οἵαν δεῖ, οὐδ' ἀντὶ αἰσχρολογίας αἰδῶ. [3] τούτων μεμνημένος πανταχοῦ διασώσεις τὸ σαυτοῦ πρόσωπον οἷον ἔχειν σε δεῖ. εἰ δὲ μή, σκόπει, ὅτι ἀπόλλυνται οἱ χρόνοι εἰκῇ καὶ ὅσα νῦν προσέχεις σεαυτῷ, μέλλεις ἐκχεῖν ἅπαντα ταῦτα καὶ ἀνατρέπειν. [4] ὀλίγου δὲ χρεία ἐστὶ πρὸς τὴν ἀπώλειαν τὴν πάντων καὶ ἀνατροπήν, μικρᾶς ἀποστροφῆς τοῦ λόγου. [5] ἵνα ὁ κυβερνήτης ἀνατρέψῃ τὸ πλοῖον, οὐ χρείαν ἔχει τῆς αὐτῆς παρασκευῆς, ὅσης εἰς τὸ σῶσαι: ἀλλὰ μικρὸν πρὸς τὸν ἄνεμον ἂν ἐπιστρέψῃ, ἀπώλετο: κἂν μὴ αὐτὸς ἑκών, ὑποπαρενθυμηθῇ δ', ἀπώλετο. [6] τοιοῦτόν ἐστί τι καὶ ἐνθάδε: μικρὸν ἂν ἀπονυστάξῃς, ἀπῆλθεν πάντα τὰ μέχρι νῦν συνειλεγμένα. πρόσεχε οὖν ταῖς φαντασίαις, ἐπαγρύπνει. [7] οὐ γὰρ μικρὸν τὸ τηρούμενον, ἀλλ' αἰδὼς καὶ πίστις καὶ εὐστάθεια, [8] ἀπάθεια, ἀλυπία, ἀφοβία, ἀταραξία, ἁπλῶς ἐλευθερία. τίνων μέλλεις ταῦτα πωλεῖν; βλέπε, πόσου ἀξίων. -- Ἀλλ' οὐ τεύξομαι τοιούτου τινὸς ἀντ' αὐτοῦ. -- Βλέπε καὶ τυγχάνων πάλιν ἐκείνου, τί ἀντ' αὐτοῦ λαμβάνεις. " [9] 3ἐγὼ εὐκοσμίαν, ἐκεῖνος δημαρχίαν: ἐκεῖνος στρατηγίαν, ἐγὼ αἰδῶ. ἀλλ' οὐ κραυγάζω, ὅπου ἀπρεπές: ἀλλ' οὐκ ἀναστήσομαι, ὅπου μὴ δεῖ. ἐλεύθερος γάρ εἰμι καὶ φίλος τοῦ θεοῦ, ἵν' ἑκὼν πείθωμαι αὐτῷ. [10] τῶν δ' ἄλλων οὐδενὸς ἀντιποιεῖσθαί με δεῖ, οὐ σώματος, οὐ κτήσεως, οὐκ ἀρχῆς, οὐ φήμης, ἁπλῶς οὐδενός: οὐδὲ γὰρ ἐκεῖνος βούλεταί μ' ἀντιποιεῖσθαι αὐτῶν. εἰ γὰρ ἤθελεν, ἀγαθὰ πεποιήκει αὐτὰ ἂν ἐμοί. νῦν δ' οὐ πεποίηκεν: διὰ τοῦτο οὐδὲν δύναμαι παραβῆναι τῶν ἐντολῶν. [11] " τήρει τὸ ἀγαθὸν τὸ σαυτοῦ ἐν παντί, τῶν δ' ἄλλων κατὰ τὸ διδόμενον μέχρι τοῦ εὐλογιστεῖν ἐν αὐτοῖς, τούτῳ μόνῳ ἀρκούμενος. εἰ δὲ μή, δυστυχήσεις, ἀτυχήσεις, κωλυθήσῃ, ἐμποδισθήσῃ. [12] οὗτοί εἰσιν οἱ ἐκεῖθεν ἀπεσταλμένοι νόμοι, ταῦτα τὰ διατάγματα: τούτων ἐξηγητὴν δεῖ γενέσθαι, τούτοις ὑποτεταγμένον, οὐ τοῖς Μασουρίου καὶ Κασσίου.
 
 
:(4.4) '''Πρὸς τοὺς περὶ τὸ ἐν ἡσυχίᾳ διάγειν ἐσπουδακότας.'''
 
Μέμνησο, ὅτι οὐ μόνον ἐπιθυμία ἀρχῆς καὶ πλούτου ταπεινοὺς ποιεῖ καὶ ἄλλοις ὑποτεταγμένους, ἀλλὰ καὶ ἡσυχίας καὶ σχολῆς καὶ ἀποδημίας καὶ φιλολογίας. ἁπλῶς γὰρ οἷον [ε]ἂν ᾖ τὸ ἐκτός, ἡ τιμὴ αὐτοῦ ὑποτάσσει ἄλλῳ. [2] τί οὖν διαφέρει συγκλήτου ἐπιθυμεῖν ἢ τοῦ μὴ εἶναι συγκλητικόν; τί διαφέρει ἀρχῆς ἐπιθυμεῖν ἢ ἀναρχίας; τί διαφέρει λέγειν ὅτι "κακῶς μοί ἐστιν, οὐδὲν ἔχω τί πράξω, ἀλλὰ τοῖς βιβλίοις προσδέδεμαι ὡς νεκρὸς" ἢ λέγειν "κακῶς μοί ἐστιν, οὐκ εὐσχολῶ ἀναγνῶναι" [3] 3; ὡς γὰρ ἀσπασμοὶ καὶ ἀρχὴ τῶν ἐκτός ἐστι καὶ ἀπροαιρέτων, οὕτως καὶ βιβλίον. [4] ἢ τίνος ἕνεκα θέλεις ἀναγνῶναι; εἰπέ μοι. εἰ μὲν γὰρ ἐπ' αὐτὸ[υ] καταστρέφεις [ἐπ' αὐτὸ] τὸ ψυχαγωγηθῆναι ἢ μαθεῖν τι, ψυχρὸς εἶ καὶ ταλαίπωρος. εἰ δ' ἐφ' ὃ δεῖ ἀναφέρεις, τί τοῦτ' ἔστιν ἄλλο ἢ εὔροια; εἰ δέ σοι τὸ ἀναγιγνώσκειν εὔροιαν μὴ περιποιῇ, τί ὄφελος αὐτοῦ; [5] -- Ἀλλὰ περιποιεῖ, φησίν, καὶ διὰ τοῦτο ἀγανακτῶ ὡς ἀπολειπόμενος αὐτοῦ. -- Καὶ τίς αὕτη ἡ εὔροια, ἣν ὁ τυχὼν ἐμποδίσαι δύναται, οὐ λέγω Καῖσαρ ἢ Καίσαρος φίλος, ἀλλὰ κόραξ, αὐλητής, πυρετός, ἄλλα τρισμύρια; ἡ δ' εὔροια οὐδὲν οὕτως ἔχει ὡς τὸ διηνεκὲς καὶ ἀνεμπόδιστον. [6] νῦν καλοῦμαι πράξων τι, ἄπειμι νῦν προσέξων τοῖς μέτροις ἃ δεῖ τηρεῖν, ὅτι αἰδημόνως, ὅτι ἀσφαλῶς, ὅτι δίχα ὀρέξεως καὶ ἐκκλίσεως τῆς πρὸς τὰ ἐκτός, [7] καὶ λοιπὸν προσέχω τοῖς ἀνθρώποις, τίνα φασί, πῶς κινοῦνται, καὶ τοῦτο οὐ κακοήθως οὐδ' ἵνα ἔχω ψέγειν ἢ καταγελῶ, ἀλλ' ἐπ' ἐμαυτὸν ἐπιστρέφω, εἰ ταὐτὰ κἀγὼ ἁμαρτάνω. "πῶς οὖν παύσωμαι; τότε καὶ ἐγὼ ἡμάρτανον: νῦν δ' οὐκέτι, χάρις τῷ θεῷ."
 
Ἄγε, [8] ταῦτα ποιήσας καὶ πρὸς τούτοις γενόμενος χεῖρον ἔργον πεποίηκας ἢ χιλίους στίχους ἀναγνοὺς ἢ γράψας ἄλλους τοσούτους; ὅταν γὰρ ἐσθίῃς, ἄχθῃ, ὅτι μὴ ἀναγιγνώσκεις; οὐκ ἀρκῇ τῷ καθ' ἃ ἀνέγνωκας ἐσθίειν; [9] ὅταν λούῃ; ὅταν γυμνάζῃ; διὰ τί οὖν ἐπὶ πάντων οὐχ ὁμαλίζεις, καὶ ὅταν Καίσαρι προσίῃς καὶ ὅταν τῷ δεῖνι; εἰ τὸν ἀπαθῆ τηρεῖς, εἰ τὸν ἀκατάπληκτον, [10] εἰ τὸν κατεσταλμένον, εἰ βλέπεις μᾶλλον τὰ γινόμενα ἢ βλέπῃ, εἰ μὴ φθονεῖς τοῖς προτιμωμένοις, εἰ μὴ ἐκπλήσσουσίν σε αἱ ὗλαι, τί σοι λείπει; βιβλία; πῶς ἢ ἐπὶ τί; [11] οὐχὶ γὰρ ἐπὶ τὸ βιοῦν παρασκευή τίς ἐστιν αὕτη; τὸ βιοῦν δ' ἐξ ἄλλων τινῶν ἢ τούτων συμπληροῦται. οἷον ἂν εἰ ὁ ἀθλητὴς κλαίῃ εἰς τὸ στάδιον εἰσιών, ὅτι μὴ ἔξω γυμνάζεται. [12] τούτων ἕνεκα ἐγυμνάζου, ἐπὶ τοῦτο οἱ ἁλτῆρες, ἡ ἁφή, οἱ νεανίσκοι. καὶ νῦν ἐκεῖνα ζητεῖς, ὅτε τοῦ ἔργου καιρός ἐστιν; [13] οἷον εἰ ἐπὶ τοῦ συγκαταθετικοῦ τόπου παρισταμένων φαντασιῶν τῶν μὲν καταληπτικῶν, τῶν δ' ἀκαταλήπτων μὴ ταύτας διακρίνειν θέλοιμεν, ἀλλ' ἀναγιγνώσκειν τὰ Περὶ καταλήψεως.
 
Τί οὖν τὸ αἴτιον; [14] ὅτι οὐδέποτε τούτου ἕνεκα ἀνέγνωμεν, οὐδέποτε τούτου ἕνεκα ἐγράψαμεν, ἵν' ἐπὶ τῶν ἔργων κατὰ φύσιν χρώμεθα ταῖς προσπιπτούσαις φαντασίαις, ἀλλ' αὐτοῦ καταλήγομεν μαθεῖν, τί λέγεται, καὶ ἄλλῳ δύνασθαι ἐξηγήσασθαι, τὸν συλλογισμὸν ἀναλῦσαι καὶ τὸν ὑποθετικὸν ἐφοδεῦσαι. [15] διὰ τοῦτο ὅπου ἡ σπουδή, ἐκεῖ καὶ ὁ ἐμποδισμός. θέλεις τὰ μὴ ἐπὶ σοὶ ἐξ ἅπαντος; κωλύου τοίνυν, ἐμποδίζου, ἀποτύγχανε. [16] εἰ δὲ τὰ Περὶ ὁρμῆς τούτου ἕνεκα ἀναγιγνώσκοιμεν, οὐχ ἵνα ἴδωμεν, τί λέγεται περὶ ὁρμῆς, ἀλλ' ἵνα ὁρμῶμεν †: τὰ Περὶ ὀρέξεως δὲ καὶ ἐκκλίσεως, ἵνα μήποτ' ὀρεγόμενοι ἀποτυγχάνωμεν μήτ' ἐκκλίνοντες περιπίπτωμεν: τὰ Περὶ καθήκοντος δ', ἵνα μεμνημένοι τῶν σχέσεων μηδὲν ἀλογίστως μηδὲ παρ' αὐτὰ ποιῶμεν: [17] οὐκ ἂν ἠγανακτοῦμεν πρὸς τὰ ἀναγνώσματα ἐμποδιζόμενοι, ἀλλὰ τῷ τὰ ἔργα ἀποδιδόναι τὰ κατ[α]άλληλα ἠρκούμεθα καὶ ἠριθμοῦμεν ἂν οὐ ταῦτα, ἃ μέχρι νῦν ἀριθμεῖν εἰθίσμεθα "σήμερον ἀνέγνων στίχους τοσούσδε, ἔγραψα τοσούσδε" [18] 3, ἀλλὰ "σήμερον ὁρμῇ ἐχρησάμην, ὡς παραγγέλλεται ὑπὸ τῶν φιλοσόφων, ὀρέξει οὐκ ἐχρησάμην, ἐκκλίσει πρὸς μόνα τὰ προαιρετικά, οὐ κατεπλάγην τὸν δεῖνα, οὐκ ἐδυσωπήθην ὑπὸ τοῦ δεῖνος, τὸ ἀνεκτικὸν ἐγύμνασα, τὸ ἀφεκτικόν, τὸ συνεργητικόν" καὶ οὕτως ἂν ηὐχαριστοῦμεν τῷ θεῷ ἐφ' οἷς δεῖ εὐχαριστεῖν.
 
Νῦν δ' ἡμεῖς οὐκ ἴσμεν, [19] ὅτι καὶ αὐτοὶ ἄλλον τρόπον ὅμοιοι τοῖς πολλοῖς γινόμεθα. ἄλλος φοβεῖται, μὴ οὐκ ἄρξῃ: σύ, μὴ ἄρξῃς. [20] μηδαμῶς, ἄνθρωπε. ἀλλ' ὡς καταγελᾷς τοῦ φοβουμένου μὴ ἄρξαι, οὕτως καὶ σαυτοῦ καταγέλα. οὐδὲν γὰρ διαφέρει ἢ διψῆν πυρέσσοντα ἢ ὡς λυσσώδη ὑδροφόβον εἶναι. [21] ἢ πῶς ἔτι δυνήσῃ εἰπεῖν τὸ τοῦ Σωκράτους "εἰ ταύτῃ φίλον τῷ θεῷ, ταύτῃ γινέσθω"; δοκεῖς, Σωκράτης εἰ ἐπεθύμει ἐν Λυκείῳ ἢ ἐν Ἀκαδημείᾳ σχολάζειν καὶ διαλέγεσθαι καθ' ἡμέραν τοῖς νέοις, εὐκόλως ἂν ἐστρατεύσατο ὁσάκις ἐστρατεύσατο; οὐχὶ δ' ὠδύρετ' ἂν καὶ ἔστενεν "τάλας ἐγώ, νῦν ἐνθάδ' ἀτυχῶ ἄθλιος δυνάμενος ἐν Λυκείῳ ἡλιάζεσθαι" [22] 3; τοῦτο γάρ σου τὸ ἔργον ἦν, ἡλιάζεσθαι; οὐχὶ δὲ τὸ εὐροεῖν, τὸ ἀκώλυτον εἶναι, τὸ ἀπαραπόδιστον; καὶ πῶς ἂν ἔτι ἦν Σωκράτης, εἰ ταῦτα ὠδύρετο; πῶς ἂν ἔτι ἐν τῇ φυλακῇ παιᾶνας ἔγραφεν;
 
Ἁπλῶς οὖν ἐκείνου μέμνησο, [23] ὅτι, πᾶν ὃ ἔξω τῆς προαιρέσεως τῆς σαυτοῦ τιμήσεις, ἀπώλεσας τὴν προαίρεσιν. ἔξω δ' ἐστὶν οὐ μόνον ἀρχή, ἀλλὰ καὶ ἀναρχία, οὐ μόνον ἀσχολία, ἀλλὰ καὶ σχολή. [24] "νῦν οὖν ἐμὲ ἐν τῷ θορύβῳ τούτῳ διεξάγειν." τί λέγεις θορύβῳ; ἐν πολλοῖς ἀνθρώποις; καὶ τί χαλεπόν; δόξον ἐν Ὀλυμπίᾳ εἶναι, πανήγυριν αὐτὸν ἥγησαι. κἀκεῖ ἄλλος ἄλλο τι κέκραγεν, ἄλλος ἄλλο τι πράσσει, ἄλλος τῷ ἄλλῳ ἐνσείεται. ἐν τοῖς βαλανείοις ὄχλος: καὶ τίς ἡμῶν οὐ χαίρει τῇ πανηγύρει ταύτῃ καὶ ὀδυνώμενος αὐτῆς ἀπαλλάσσεται; [25] μὴ γίνου δυσάρεστος μηδὲ κακοστόμαχος πρὸς τὰ γινόμενα. "τὸ ὄξος σαπρόν, δριμὺ γάρ": "τὸ μέλι σαπρόν, ἀνατρέπει γάρ μου τὴν ἕξιν": "λάχανα οὐ θέλω." οὕτως καὶ "σχολὴν οὐ θέλω, ἐρημία ἐστίν", "ὄχλον οὐ θέλω, θόρυβός ἐστιν" [26] 3. ἀλλ' ἂν μὲν οὕτως φέρῃ τὰ πράγματα, ὥστε μόνον ἢ μετ' ὀλίγων διεξαγαγεῖν, ἡσυχίαν αὐτὸ κάλει καὶ χρῶ τῷ πράγματι, εἰς ὃ δεῖ: λάλει σεαυτῷ, γύμναζε τὰς φαντασίας, ἐξεργάζου τὰς προλήψεις. ἂν δ' εἰς ὄχλον ἐμπέσῃς, ἀγῶνα αὐτὸ λέγε, πανήγυριν, ἑορτήν, συνεορτάζειν πειρῶ τοῖς ἀνθρώποις. [27] τί γάρ ἐστιν ἥδιον θέαμα τῷ φιλανθρώπῳ ἢ ἄνθρωποι πολλοί; ἵππων ἀγέλας ἢ βοῶν ἡδέως ὁρῶμεν, πλοῖα πολλὰ ὅταν ἴδωμεν, διαχεόμεθα: ἀνθρώπους πολλοὺς βλέπων τις ἀνιᾶται; [28] "ἀλλὰ κατακραυγάζουσί μου." οὐκοῦν ἡ ἀκοή σου ἐμποδίζεται. τί οὖν πρὸς σέ; μή τι καὶ δύναμις ἡ ταῖς φαντασίαις χρηστική; καὶ τίς σε κωλύει ὀρέξει καὶ ἐκκλίσει χρῆσθαι κατὰ φύσιν, ὁρμῇ καὶ ἀφορμῇ; ποῖος θόρυβος πρὸς τοῦτο ἱκανός;
 
Σὺ μόνον μέμνησο τῶν καθολικῶν: " [29] 3τί ἐμόν, τί οὐκ ἐμόν; τί μοι δίδοται; τί θέλει με ποιεῖν ὁ θεὸς νῦν, τί οὐ θέλει; [30] " πρὸ ὀλίγου χρόνου ἤθελέν σε σχολάζειν, σαυτῷ λαλεῖν, γράφειν περὶ τούτων, ἀναγιγνώσκειν, ἀκούειν, παρασκευάζεσθαι: ἔσχες εἰς τοῦτο ἱκανὸν χρόνον. νῦν σοι λέγει "ἐλθὲ ἤδη ἐπὶ τὸν ἀγῶνα, δεῖξον ἡμῖν, τί ἔμαθες, πῶς ἤθλησας. μέχρι τίνος γυμνασθήσῃ μόνος; ἤδη καιρὸς γνῶναί σε, πότερον τῶν ἀξιονίκων εἶ τις ἀθλητῶν ἢ ἐκείνων, οἳ τὴν οἰκουμένην περιέρχονται νικώμενοι. [31] " τί οὖν ἀγανακτεῖς; οὐδεὶς ἀγὼν δίχα θορύβου γίνεται. πολλοὺς δεῖ προγυμναστὰς εἶναι, πολλοὺς τοὺς ἐπικραυγάζοντας, πολλοὺς ἐπιστάτας, πολλοὺς θεατάς. [32] -- Ἀλλ' ἐγὼ ἤθελον ἐφ' ἡσυχίας διάγειν. -- Οἴμωζε τοίνυν καὶ στένε, ὥσπερ ἄξιος εἶ. τίς γὰρ ἄλλη μείζων ταύτης ζημία τῷ ἀπαιδεύτῳ καὶ ἀπειθοῦντι τοῖς θείοις διατάγμασιν ἢ τὸ λυπεῖσθαι, τὸ πενθεῖν, τὸ φθονεῖν, ἁπλῶς τὸ ἀτυχεῖν καὶ δυστυχεῖν; τούτων οὐ θέλεις ἀπαλλάξαι σεαυτόν;
 
Καὶ πῶς ἀπαλλάξω; [33] -- Οὐ πολλάκις ἤκουσας, ὅτι ὄρεξιν ἆραί σε δεῖ παντελῶς, τὴν ἔκκλισιν ἐπὶ μόνα τρέψαι τὰ προαιρετικά, ἀφεῖναί σε δεῖ πάντα, τὸ σῶμα, τὴν κτῆσιν, τὴν φήμην, τὰ βιβλία, θόρυβον, ἀρχάς, ἀναρχίαν; ὅπου γὰρ ἂν κλίνῃς, ἐδούλευσας, ὑπετάγης, κωλυτὸς ἐγένου, ἀναγκαστός, ὅλος ἐπ' ἄλλοις. [34] ἀλλὰ τὸ Κλεάνθους πρόχειρον ἄγου δέ μ', ὦ Ζεῦ, καὶ σύ γ' ἡ Πεπρωμένη. θέλετ' εἰς Ῥώμην; εἰς Ῥώμην. εἰς Γύαρα; εἰς Γύαρα. εἰς Ἀθήνας; εἰς Ἀθήνας. εἰς φυλακήν; εἰς φυλακήν. ἂν ἅπαξ εἴπῃ [35] ς "πότε τις εἰς Ἀθήνας ἀπέλθῃ;", ἀπώλου. ἀνάγκη γε ταύτην τὴν ὄρεξιν ἀτελῆ μὲν οὖσαν ἀτυχῆ σε ποιεῖν, τελειωθεῖσαν δὲ κενόν, ἐφ' οἷς οὐ δεῖ ἐπαιρόμενον: πάλιν ἂν ἐμποδισθῇς, δυστυχῆ, περιπίπτοντα οἷς οὐ θέλεις. [36] ἄφες οὖν ταῦτα πάντα. "καλαὶ αἱ Ἀθῆναι." ἀλλὰ τὸ εὐδαιμονεῖν κάλλιον πολύ, τὸ ἀπαθῆ εἶναι, τὸ ἀτάραχον, τὸ ἐπὶ μηδενὶ κεῖσθαι τὰ σὰ πράγματα. [37] "θόρυβος ἐν Ῥώμῃ καὶ ἀσπασμοί." ἀλλὰ τὸ εὐροεῖν ἀντὶ πάντων τῶν δυσκόλων. εἰ οὖν τούτων καιρός ἐστιν, διὰ τί οὐκ αἴρεις αὐτῶν τὴν ἔκκλισιν; τίς ἀνάγκη ὡς ὄνον ξυλοκοπούμενον ἀχθοφορεῖν; [38] εἰ δὲ μή, ὅρα ὅτι δεῖ σε δουλεύειν ἀεὶ τῷ δυναμένῳ σοι διαπράξασθαι τὴν ἔξοδον, τῷ πᾶν ἐμποδίσαι δυναμένῳ κἀκεῖνον θεραπεύειν ὡς Κακοδαίμονα.
 
Μία ὁδὸς ἐπὶ εὔροιαν ̔ [39] τοῦτο καὶ ὄρθρου καὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἔστω πρόχειρον̓, ἀπόστασις τῶν ἀπροαιρέτων, τὸ μηδὲν ἴδιον ἡγεῖσθαι, τὸ παραδοῦναι πάντα τῷ δαιμονίῳ, τῇ τύχῃ, ἐκείνους ἐπιτρόπους αὐτῶν ποιήσασθαι, [40] οὓς καὶ ὁ Ζεὺς πεποίηκεν, αὐτὸν δὲ πρὸς ἑνὶ εἶναι μόνῳ, τῷ ἰδίῳ, τῷ ἀκωλύτῳ, καὶ ἀναγιγνώσκειν ἐπὶ τοῦτο ἀναφέροντα τὴν ἀνάγνωσιν καὶ γράφειν καὶ ἀκούειν. [41] διὰ τοῦτο οὐ δύναμαι εἰπεῖν φιλόπονον, ἂν ἀκούσω τοῦτο μόνον, ὅτι ἀναγιγνώσκει ἢ γράφει, κἂν προσθῇ τις, ὅτι ὅλας τὰς νύκτας, οὔπω λέγω, ἂν μὴ γνῶ τὴν ἀναφοράν. οὐδὲ γὰρ σὺ λέγεις φιλόπονον τὸν διὰ παιδισκάριον ἀγρυπνοῦντα: οὐ τοίνυν οὐδ' ἐγώ. [42] ἀλλ' ἐὰν μὲν ἕνεκα δόξης αὐτὸ ποιῇ, λέγω φιλόδοξον, ἂν δ' ἕνεκα ἀργυρίου, φιλάργυρον, οὐ φιλόπονον. [43] ἂν δ' ἐπὶ τὸ ἴδιον ἡγεμονικὸν ἀναφέρῃ τὸν πόνον, ἵν' ἐκεῖνο κατὰ φύσιν ἔχῃ καὶ διεξάγῃ, τότε λέγω μόνον φιλόπονον. [44] μηδέποτε γὰρ ἀπὸ τῶν κοινῶν μήτ' ἐπαινεῖτε μήτε ψέγετε, ἀλλὰ ἀπὸ δογμάτων. ταῦτα γάρ ἐστι τὰ ἴδια ἑκάστου, τὰ καὶ τὰς πράξεις αἰσχρὰς ἢ καλὰς ποιοῦντα: [45] τούτων μεμνημένος χαῖρε τοῖς παροῦσιν καὶ ἀγάπα ταῦτα, ὧν καιρός ἐστιν. [46] εἴ τινα ὁρᾷς, ὧν ἔμαθες καὶ διεσκέψω, ἀπαντῶντά σοι εἰς τὰ ἔργα, εὐφραίνου ἐπ' αὐτοῖς. εἰ τὸ κακόηθες καὶ λοίδορον ἀποτέθεισαι, μεμείωκας, εἰ τὸ προπετές, εἰ τὸ αἰσχρολόγον, εἰ τὸ εἰκαῖον, εἰ τὸ ἐπισεσυρμένον, εἰ οὐ κινῇ ἐφ' οἷς πρότερον, εἰ οὐχ ὁμοίως γ' ὡς πρότερον, ἑορτὴν ἄγειν δύνασαι καθ' ἡμέραν, σήμερον, ὅτι καλῶς ἀνεστράφης ἐν τῷδε τῷ ἔργῳ, αὔριον, ὅτι ἐν ἑτέρῳ. πόσῳ μείζων αἰτία θυσίας ἢ ὑπατ [47] εία ἢ ἐπαρχία. ταῦτα ἐκ σοῦ αὐτοῦ γίνεταί σοι καὶ ἀπὸ τῶν θεῶν. ἐκεῖνο μέμνησο, τίς ὁ διδούς ἐστι καὶ τίσιν καὶ διὰ τίνα. [48] τούτοις τοῖς διαλογισμοῖς ἐντρεφόμενος ἔτι διαφέρῃ, ποῦ ὢν εὐδαιμονήσεις, ποῦ ὢν ἀρέσεις τῷ θεῷ; οὐ πανταχόθεν τὸ ἴσον ἀπέχουσιν; οὐ πανταχόθεν ὁμοίως ὁρῶσιν τὰ γινόμενα;
 
 
:(4.5) '''Πρὸς τοὺς μαχίμους καὶ θηριώδεις.'''
 
Ὁ καλὸς καὶ ἀγαθὸς οὔτ' αὐτὸς μάχεταί τινι οὔτ' ἄλλον ἐᾷ κατὰ δύναμιν. [2] παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλ' οὐδ' ἄλλους μάχεσθαι εἴα. [3] ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπ' αὐτοῦ, σοφιζόμενος. [4] λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον. [5] τί δ' ἔστι τοῦτο; οὐχ † ἱκ ... ος οὗτος ... κατὰ φύσιν: τοῦτο γὰρ ἀλλότριον: ἀλλ' ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν. [6] τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ: ἀλλ', ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ: ἄλλ', ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι. [7] ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτ' ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.
 
Ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; [8] μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου; [9] "ἐλοιδόρησέν σε ὁ δεῖνα." πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. "ἀλλὰ καὶ ἔπληξεν." πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. "ἀλλὰ καὶ ἔτρωσεν". πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν. [10] πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι; [11] "βέβληκεν ὁ γείτων λίθους". μή τι οὖν σὺ ἡμάρτηκας; "ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη". σὺ οὖν σκευάριον εἶ; [12] οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν: ἀνθρώπῳ δ' ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας: μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν; [13] ἵππος οὖν πότ' ἄθλιός ἐστιν; ὅταν τῶν φυσικῶν δυνάμεων στέρηται: οὐχ ὅταν μὴ δύνηται κοκκύζειν, ἀλλ' ὅταν μὴ τρέχειν. ὁ δὲ κύων; ὅταν πέτεσθαι μὴ δύνηται; [14] ἀλλ' ὅταν μὴ ἰχνεύειν. μή ποτ' οὖν οὕτως καὶ ἄνθρωπος δυστυχής ἐστιν οὐχ ὁ μὴ δυνάμενος λέοντας πνίγειν ἢ ἀνδριάντας περιλαμβάνειν ̔οὐ γὰρ πρὸς τοῦτο δυνάμεις τινὰς ἔχων ἐλήλυθεν παρὰ τῆς φύσεωσ̓, ἀλλ' ὁ ἀπολωλεκὼς τὸ εὔγνωμον, ὁ τὸ πιστόν; [15] τοῦτον ἔδει συνελθόντας θρηνεῖν, εἰς ὅσα κακὰ ἐλήλυθεν: οὐχὶ μὰ Δία τὸν φύντα ἢ τὸν ἀποθανόντα, ἀλλ' ᾧ ζῶντι συμβεβήκει ἀπολέσαι τὰ ἴδια, οὐ τὰ πατρῷα, τὸ ἀγρίδιον καὶ τὸ οἰκίδιον καὶ τὸ πανδοκεῖον καὶ τὰ δουλάρια ̔τούτων γὰρ οὐδὲν ἴδιον τῷ ἀνθρώπῳ ἐστίν, ἀλλὰ πάντα ἀλλότρια, δοῦλα, ὑπεύθυνα ἄλλοτε ἄλλοις διδόμενα ὑπὸ τῶν κυρίων̓, ἀλλὰ τὰ ἀνθρωπικά, [16] τοὺς χαρακτῆρας, οὓς ἔχων ἐν τῇ διανοίᾳ ἐλήλυθεν, οἵους καὶ ἐπὶ τῶν νομισμάτων ζητοῦντες, ἂν μὲν εὕρωμεν, δοκιμάζομεν, ἂν δὲ μὴ εὕρωμεν, ῥιπτοῦμεν. [17] "τίνος ἔχει τὸν χαρακτῆρα τοῦτο τὸ τετράσσαρον; Τραιανοῦ; φέρε. Νέρωνος; ῥῖψον ἔξω, ἀδόκιμόν ἐστιν, σαπρόν. οὕτως καὶ ἐνθάδε. τίνα ἔχει χαρακτῆρα τὰ δόγματα αὐτοῦ; "ἥμερον, κοινωνικόν, ἀνεκτικόν, φιλάλληλον." φέρε, παραδέχομαι, ποιῶ πολίτην τοῦτον, παραδέχομαι γείτονα, σύμπλουν. [18] ὅρα μόνον, μὴ Νερωνιανὸν ἔχει χαρακτῆρα. μή τι ὀργίλος ἐστίν, μή τι μηνιτής, μή τι μεμψίμοιρος; "ἂν αὐτῷ φανῇ, πατάσσει τὰς κεφαλὰς τῶν ἀπαντώντων. [19] " τί οὖν ἔλεγες, ὅτι ἄνθρωπός ἐστιν; μὴ γὰρ ἐκ ψιλῆς μορφῆς κρίνεται τῶν ὄντων ἕκαστον; ἐπεὶ οὕτως λέγε καὶ τὸ κήρινον μῆλον εἶναι. [20] καὶ ὀδμὴν ἔχειν αὐτὸ δεῖ καὶ γεῦσιν: οὐκ ἀρκεῖ ἡ ἐκτὸς περιγραφή. οὐκοῦν οὐδὲ πρὸς τὸν ἄνθρωπον ἡ ῥὶς ἐξαρκεῖ καὶ οἱ ὀφθαλμοί, ἀλλ' ἂν τὰ δόγματα ἔχῃ ἀνθρωπικά. [21] οὗτος οὐκ ἀκούει λόγου, οὐ παρακολουθεῖ ἐλεγχόμενος: ὄνος ἐστίν. τούτου τὸ αἰδῆμον ἀπονενέκρωται: ἄχρηστός ἐστιν, πάντα μᾶλλον ἢ ἄνθρωπος. οὗτος ζητεῖ, τίνα ἀπαντήσας λακτίσῃ ἢ δάκῃ: ὥστε οὐδὲ πρόβατον ἢ ὄνος, ἀλλά τί ποτε ἄγριον θηρίον.
 
Τί οὖν; [22] θέλεις με καταφρονεῖσθαι; -- Ὑπὸ τίνων; ὑπὸ εἰδότων; καὶ πῶς καταφρονήσουσιν εἰδότες τοῦ πρᾴου, τοῦ αἰδήμονος; ἀλλ' ὑπὸ τῶν ἀγνοούντων; τί σοι μέλει; οὔ τινι γὰρ ἄλλῳ τεχνίτῃ τῶν ἀτέχνων. -- Ἀλλὰ πολὺ μᾶλλον ἐπιφυήσονταί μοι. [23] -- Τί λέγεις τὸ ἐμοί; δύναταί τις τὴν προαίρεσιν τὴν σὴν βλάψαι ἢ κωλῦσαι ταῖς προσπιπτούσαις φαντασίαις χρῆσθαι ὡς πέφυκεν; [24] -- Οὔ. -- Τί οὖν ἔτι ταράσσῃ καὶ φοβερὸν σαυτὸν θέλεις ἐπιδεικνύειν; οὐχὶ δὲ παρελθὼν εἰς μέσον κηρύσσεις, ὅτι εἰρήνην ἄγεις πρὸς πάντας ἀνθρώπους, ὅ τι ἂν ἐκεῖνοι ποιῶσι, καὶ μάλιστ' ἐκείνων καταγελᾷς, ὅσοι σε βλάπτειν δοκοῦσιν; "ἀνδράποδα ταῦτα οὐκ οἶδεν οὐδὲ τίς εἰμὶ οὐδὲ ποῦ μου τὸ ἀγαθὸν καὶ τὸ κακόν: οὐ πρόσοδος αὐτοῖς πρὸς τὰ ἐμά."
 
Οὕτως καὶ ἐχυρὰν πόλιν [25] οἱ οἰκοῦντες καταγελῶσι τῶν πολιορκούντων: "νῦν οὗτοι τί πρᾶγμα ἔχουσιν ἐπὶ τῷ μηδενί; ἀσφαλές ἐστιν ἡμῶν τὸ τεῖχος, τροφὰς ἔχομεν ἐπὶ πάμπολυν χρόνον, τὴν ἄλλην ἅπασαν παρασκευήν. [26] " ταῦτά ἐστι τὰ πόλιν ἐχυρὰν καὶ ἀνάλωτον ποιοῦντα, ἀνθρώπου δὲ ψυχὴν οὐδὲν ἄλλο ἢ δόγματα. ποῖον γὰρ τεῖχος οὕτως ἰσχυρὸν ἢ ποῖον σῶμα οὕτως ἀδαμάντινον ἢ ποία κτῆσις ἀναφαίρετος ἢ ποῖον ἀξίωμα οὕτως ἀνεπιβούλευτον; [27] πάντα πανταχοῦ θνητά, εὐάλωτα, οἷς τισιν τὸν ὁπωσοῦν προσέχοντα πᾶσα ἀνάγκη ταράσσεσθαι, κακελπιστεῖν, φοβεῖσθαι, πενθεῖν, ἀτελεῖς ἔχειν τὰς ὀρέξεις, περιπτωτικὰς ἔχειν τὰς ἐκκλίσεις. [28] εἶτα οὐ θέλομεν τὴν μόνην δεδομένην ἡμῖν ἀσφάλειαν ἐχυρὰν ποιεῖν; οὐδ' ἀποστάντες τῶν θνητῶν καὶ δούλων τὰ ἀθάνατα καὶ φύσει ἐλεύθερα ἐκπονεῖν; οὐδὲ μεμνήμεθα, ὅτι οὔτε βλάπτει ἄλλος ἄλλον οὔτε ὠφελεῖ, ἀλλὰ τὸ περὶ ἑκάστου τούτων δόγμα, τοῦτό ἐστι τὸ βλάπτον, τοῦτο τὸ ἀνατρέπον, τοῦτο μάχη, τοῦτο στάσις, τοῦτο πόλεμος; [29] Ἐτεοκλέα καὶ Πολυνείκη τὸ πεποιηκὸς οὐκ ἄλλο ἢ τοῦτο, τὸ δόγμα τὸ περὶ τυραννίδος, τὸ δόγμα τὸ περὶ φυγῆς, ὅτι τὸ μὲν ἔσχατον τῶν κακῶν, τὸ δὲ μέγιστον τῶν ἀγαθῶν. [30] φύσις δ' αὕτη παντός, τὸ διώκειν τὸ ἀγαθόν, φεύγειν τὸ κακόν: τὸν ἀφαιρούμενον θατέρου καὶ περιβάλλοντα τῷ ἐναντίῳ, τοῦτον ἡγεῖσθαι πολέμιον, ἐπίβουλον, κἂν ἀδελφὸς ᾖ, κἂν υἱός, κἂν πατήρ. [31] τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν: λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτ' ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν. [32] εἰ δ' οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων;
 
[33] Τούτων Σωκράτης μεμνημένος τὴν οἰκ[ε]ίαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵν' ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα: καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ; [34] τοῦτο δ' ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθ' ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον: τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ. [35] ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων. [36] ἀλλ' ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δ' οὐδ' ἐγγύς. [37] τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον οἴκοι λέοντες, ἐν Ἐφέσῳ δ' ἀλώπεκες καὶ ἐφ' ἡμῶν ἁρμόσει: ἐν σχολῇ λέοντες, ἔξω δ' ἀλώπεκες.
 
 
:(4.6) '''Πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.'''
 
Ἀνιῶμαι, φησίν, ἐλεούμενος. -- Πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δ'; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; -- Ἐπ' ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν. [2] -- Πότερον δ' ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; -- Δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλ' οὗτοί γ' οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφ' οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλ' ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις. [3] -- Πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλ' οἷόν τε καὶ πένητι καὶ † ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα; [4] τούτων γὰρ τὰ μὲν δεύτερα ἀλαζόνος καὶ ψυχροῦ καὶ οὐδενὸς ἀξίου. καὶ ἡ προσποίησις ὅρα δι' οἵων ἂν γένοιτο: δουλάριά σε χρήσασθαι δεήσει καὶ ἀργυρωμάτια ὀλίγα κεκτῆσθαι καὶ ταῦτα ἐν φανερῷ δεικνύειν, εἰ οἷόν τε, ταὐτὰ πολλάκις καὶ λανθάνειν πειρᾶσθαι ὅτι ταὐτά ἐστιν, καὶ ἱματίδια στιλπνὰ καὶ τὴν ἄλλην πομπὴν καὶ τὸν τιμώμενον ἐπιφαίνειν ὑπὸ τῶν ἐπιφανῶν τούτων καὶ δειπνεῖν πειρᾶσθαι παρ' αὐτοῖς ἢ δοκεῖν γε, ὅτι δειπνεῖς, καὶ περὶ τὸ σῶμα δέ τινα κακοτεχνεῖν, ὡς εὐμορφότερον φαίνεσθαι καὶ γενναιότερον τοῦ ὄντος: [5] ταῦτά σε δεῖ μηχανᾶσθαι, εἰ τὴν δευτέραν ὁδὸν ἀπιέναι θέλεις ὥστε μὴ ἐλεεῖσθαι. ἡ πρώτη δὲ καὶ ἀνήνυτος καὶ μακρά, ὃ ὁ Ζεὺς οὐκ ἠδυνήθη ποιῆσαι, τοῦτο αὐτὸ ἐπιχειρεῖν, πάντας ἀνθρώπους πεῖσαι, τίνα ἐστὶν ἀγαθὰ καὶ κακά. [6] μὴ γὰρ δέδοταί σοι τοῦτο; ἐκεῖνο μόνον σοι δέδοται, σαυτὸν πεῖσαι. καὶ οὔπω πέπεικας: εἶτά μοι νῦν ἐπιχειρεῖς πείθειν τοὺς ἄλλους; [7] καὶ τίς σοι τοσούτῳ χρόνῳ σύνεστιν ὡς σὺ σαυτῷ; τίς δὲ οὕτως πιθανός ἐστί σοι πρὸς τὸ πεῖσαι ὡς σὺ σαυτῷ; τίς δ' εὐνούστερον καὶ οἰκειότερον ἔχων ἢ σὺ σαυτῷ; [8] πῶς οὖν οὔπω πέπεικας σαυτὸν μαθεῖν; νῦν οὐχὶ ἄνω κάτω; τοῦτ' ἔστι περὶ ὃ ἐσπούδακας; οὐ μανθάνειν, ὥστε ἄλυπος εἶναι καὶ ἀτάραχος καὶ ἀταπείνωτος καὶ ἐλεύθερος; [9] πρὸς ταῦτα οὖν οὐκ ἀκήκοας, ὅτι μία ἐστὶν ἡ ὁδὸς ἡ φέρουσα, ἀφεῖναι τὰ ἀπροαίρετα καὶ ἐκστῆναι αὐτῶν καὶ ὁμολογῆσαι αὐτὰ ἀλλότρια; [10] τὸ οὖν ἄλλον τι ὑπολαβεῖν περὶ σοῦ ποίου εἴδους ἐστίν; -- Τοῦ ἀπροαιρέτου. -- Οὐκοῦν οὐδὲν πρὸς σέ; -- Οὐδέν. -- Ἔτι οὖν δακνόμενος ἐπὶ τούτῳ καὶ ταρασσόμενος οἴει πεπεῖσθαι περὶ ἀγαθῶν καὶ κακῶν;
 
[11] Οὐ θέλεις οὖν ἀφεὶς τοὺς ἄλλους αὐτὸς σαυτῷ γενέσθαι καὶ μαθητὴς καὶ διδάσκαλος; "ὄψονται οἱ ἄλλοι, εἰ λυσιτελεῖ αὐτοῖς παρὰ φύσιν ἔχειν καὶ διεξάγειν, ἐμοὶ δ' οὐδείς ἐστιν ἐγγίων ἐμοῦ. [12] τί οὖν τοῦτό ἐστιν, ὅτι τοὺς μὲν λόγους ἀκήκοα τοὺς τῶν φιλοσόφων καὶ συγκατατίθεμαι αὐτοῖς, ἔργῳ δ' οὐδὲν γέγονα κουφότερος; μή τι οὕτως ἀφυής εἰμι; καὶ μὴν περὶ τὰ ἄλλα, ὅσα ἐβουλήθην, οὐ λίαν ἀφυὴς εὑρέθην, ἀλλὰ καὶ γράμματα ταχέως ἔμαθον καὶ παλαίειν καὶ γεωμετρεῖν καὶ συλλογισμοὺς ἀναλύειν. [13] μή τι οὖν οὐ πέπεικέ με ὁ λόγος; καὶ μὴν οὐκ ἄλλα τινὰ οὕτως ἐξ ἀρχῆς ἐδοκίμασα ἣ εἱλόμην καὶ νῦν περὶ τούτων ἀναγιγνώσκω, ταῦτα ἀκούω, ταῦτα γράφω: ἄλλον οὐχ εὑρήκαμεν μέχρι νῦν ἰσχυρότερον τούτου λόγον. [14] τί οὖν τὸ λεῖπόν μοι ἐστίν; μὴ οὐκ ἐξῄρηται τἀναντία δόγματα; μὴ αὐταὶ αἱ ὑπολήψεις ἀγύμναστοί εἰσιν οὐδ' εἰθισμέναι ἀπαντᾶν ἐπὶ τὰ ἔργα, ἀλλ' ὡς ὁπλάρια ἀποκείμενα κατίωται καὶ οὐδὲ περιαρμόσαι μοι δύναται; [15] καίτοι οὔτ' ἐπὶ τοῦ παλαίειν οὔτ' ἐπὶ τοῦ γράφειν ἢ ἀναγιγνώσκειν ἀρκοῦμαι τῷ μαθεῖν, ἀλλ' ἄνω κάτω στρέφω τοὺς προτεινομένους καὶ ἄλλους πλέκω καὶ μεταπίπτοντας ὡσαύτως. [16] τὰ δ' ἀναγκαῖα θεωρήματα, ἀφ' ὧν ἔστιν ὁρμώμενον ἄλυπον γενέσθαι, ἄφοβον ἀπαθῆ, ἀκώλυτον, ἐλεύθερον, ταῦτα δ' οὐ γυμνάζω οὐδὲ μελετῶ κατὰ ταῦτα τὴν προσήκουσαν μελέτην. [17] εἶτά μοι μέλει, τί οἱ ἄλλοι περὶ ἐμοῦ ἐροῦσιν, εἰ φανοῦμαι αὐτοῖς ἀξιόλογος, εἰ φανοῦμαι εὐδαίμων;"
 
Ταλαίπωρε, [18] οὐ θέλεις βλέπειν, τί σὺ λέγεις περὶ σαυτοῦ; τίς φαίνῃ σαυτῷ; τίς ἐν τῷ ὑπολαμβάνειν, τίς ἐν τῷ ὀρέγεσθαι, τίς ἐν τῷ ἐκκλίνειν: τίς ἐν ὁρμῇ, παρασκευῇ, ἐπιβολῇ, τοῖς ἄλλοις τοῖς ἀνθρωπικοῖς ἔργοις; [19] ἀλλὰ μέλει σοι, εἴ σε ἐλεοῦσιν οἱ ἄλλοι; -- Ναί: ἀλλὰ παρὰ τὴν ἀξίαν ἐλεοῦμαι. -- Οὐκοῦν ἐπὶ τούτῳ ὀδυνᾷ; ὁ δέ γε ὀδυνώμενος ἐλεεινός ἐστιν; -- Ναί. -- Πῶς οὖν ἔτι παρὰ ἀξίαν ἐλεῇ; αὐτοῖς γὰρ οἷς περὶ τὸν ἔλεον πάσχεις κατασκευάζεις σεαυτὸν ἄξιον τοῦ ἐλεεῖσθαι. [20] τί οὖν λέγει Ἀντισθένης; οὐδέποτ' ἤκουσας; "βασιλικόν, ὦ Κῦρε, πράττειν μὲν εὖ, κακῶς δ' ἀκούειν" [21] 3. τὴν κεφαλὴν ὑγιᾶ ἔχω καὶ πάντες οἴονται ὅτι κεφαλαλγῶ. τί μοι μέλει; ἀπύρετός εἰμι καὶ ὡς πυρέσσοντί μοι συνάχθονται: "τάλας, ἐκ τοσούτου χρόνου οὐ διέλειπες πυρέσσων". λέγω καὶ ἐγὼ σκυθρωπάσας ὅτι "ναί: ταῖς ἀληθείαις πολὺς ἤδη χρόνος, ἐξ οὗ μοι κακῶς ἐστιν". "τί οὖν γένηται;" ὡς ἂν ὁ θεὸς θέλῃ. καὶ ἅμα ὑποκαταγελῶ τῶν οἰκτειρόντων με. [22] τί οὖν κωλύει καὶ ἐνταῦθα ὁμοίως; πένης εἰμί, ἀλλὰ ὀρθὸν δόγμα ἔχω περὶ πενίας. τί οὖν μοι μέλει, εἴ μ' ἐπὶ τῇ πενίᾳ ἐλεοῦσιν; οὐκ ἄρχω, ἄλλοι δ' ἄρχουσιν. ἀλλ' ὃ δεῖ ὑπειληφέναι, ὑπείληφα περὶ τοῦ ἄρχειν καὶ μὴ ἄρχειν. ὄψονται οἱ ἐλεοῦντές με, [23] ἐγὼ δ' οὔτε πεινῶ οὔτε διψῶ οὔτε ῥιγῶ, ἀλλ' ἀφ' ὧν αὐτοὶ πεινῶσιν ἢ διψῶσιν οἴονται κἀμέ. τί οὖν αὐτοῖς ποιήσω; περιερχόμενος κηρύσσω καὶ λέγω "μὴ πλανᾶσθε, ἄνδρες, ἐμοὶ καλῶς ἐστιν: οὔτε πενίας ἐπιστρέφομαι οὔτε ἀναρχίας οὔτε ἁπλῶς ἄλλου οὐδενὸς ἢ δογμάτων ὀρθῶν: ταῦτα ἔχω ἀκώλυτα, οὐδενὸς πεφρόντικα ἔτι" [24] 3; καὶ τίς αὕτη φλυαρία; πῶς ἔτι ὀρθὰ δόγματα ἔχω μὴ ἀρκούμενος τῷ εἶναι ὅς εἰμι, ἀλλ' ἐπτοημένος ὑπὲρ τοῦ δοκεῖν;
 
[25] Ἀλλ' ἄλλοι πλειόνων τεύξονται καὶ προτιμηθήσονται. -- Τί οὖν εὐλογώτερον ἢ τοὺς περί τι ἐσπουδακότας ἐν ἐκείνῳ πλεῖον ἔχειν, ἐν ᾧ ἐσπουδάκασιν; περὶ ἀρχὰς ἐσπουδάκασιν, σὺ περὶ δόγματα: καὶ περὶ πλοῦτον, σὺ περὶ τὴν χρῆσιν τῶν φαντασιῶν. [26] ὅρα, εἰ ἐν τούτῳ σου πλέον ἔχουσιν, περὶ ὃ σὺ μὲν ἐσπούδακας, ἐκεῖνοι δ' ἀμελοῦσιν: εἰ συγκατατίθενται μᾶλλον περὶ τὰ φυσικὰ μέτρα, εἰ ὀρέγονταί σου ἀναποτευκτότερον, εἰ ἐκκλίνουσιν ἀπεριπτωτότερον, εἰ ἐν ἐπιβολῇ, ἐν προθέσει, εἰ ἐν ὁρμῇ μᾶλλον εὐστοχοῦσιν, εἰ τὸ πρέπον σῴζουσιν ὡς ἄνδρες, ὡς υἱοί, ὡς γονεῖς, εἶθ' ἑξῆς κατὰ τὰ ἄλλα τῶν σχέσεων ὀνόματα. [27] εἰ δ' ἄρχουσιν ἐκεῖνοι, σὺ δ' οὐ θέλεις σαυτῷ τὰς ἀληθείας εἰπεῖν, ὅτι σὺ μὲν οὐδὲν τούτου ἕνεκα ποιεῖς, ἐκεῖνοι δὲ πάντα, ἀλογώτατον δὲ τὸν ἐπιμελούμενόν τινος ἔλαττον φέρεσθαι [οὐ] ἢ τὸν ἀμελοῦντα;
 
[28] Οὔ, ἀλλ' ἐπειδὴ φροντίζω ἐγὼ δογμάτων ὀρθῶν, εὐλογώτερόν μέ ἐστιν ἄρχειν. -- Ἐν ᾧ φροντίζεις, ἐν δόγμασιν: ἐν ᾧ δ' ἄλλοι μᾶλλόν σου πεφροντίκασιν, ἐκείνοις παραχώρει. οἷον εἰ διὰ τὸ δόγματα ἔχειν ὀρθὰ ἠξίους τοξεύων μᾶλλον ἐπιτυγχάνειν τῶν τοξοτῶν ἢ χαλκεύων μᾶλλον τῶν χαλκέων. [29] ἄφες οὖν τὴν περὶ τὰ δόγματα σπουδὴν καὶ περὶ ἐκεῖνα ἀναστρέφου, ἃ κτήσασθαι θέλεις, καὶ τότε κλαῖε, ἐάν σοι μὴ προχωρῇ: κλαίειν γὰρ ἄξιος εἶ. [30] νῦν δὲ πρὸς ἄλλοις γίνεσθαι λέγεις, ἄλλων ἐπιμελεῖσθαι, οἱ πολλοὶ δὲ τοῦτο καλῶς λέγουσιν, ὅτι ἔργον ἔργῳ οὐ κοινωνεῖ. [31] ὁ μὲν ἐξ ὄρθρου ἀναστὰς ζητεῖ, τίνα ἐξ οἴκου ἀσπάσηται, τίνι κεχαρισμένον λόγον εἴπῃ, τίνι δῶρον πέμψῃ, πῶς τῷ ὀρχηστῇ ἀρέσῃ, πῶς κακοηθισάμενος ἄλλον ἄλλῳ χαρίσηται. [32] ὅταν εὔχηται, περὶ τούτων εὔχεται: ὅταν θύῃ, ἐπὶ τούτοις θύει: τὸ τοῦ Πυθαγόρου μὴ δ' ὕπνον μαλακοῖσιν ἐπ' ὄμμασι προσδέξασθαι ἐνταῦθα παρατέθεικεν. [33] "πῇ παρέβην;" τῶν πρὸς κολακείαν. "τί ἔρεξα;" μή τι ὡς ἐλεύθερος, μή τι ὡς γενναῖος; κἂν εὕρῃ τι τοιοῦτον, ἐπιτιμᾷ ἑαυτῷ καὶ ἐγκαλεῖ "τί γάρ σοι καὶ τοῦτο εἰπεῖν; οὐ γὰρ ἐνῆν ψεύσασθαι; λέγουσιν καὶ οἱ φιλόσοφοι, ὅτι οὐδὲν κωλύει ψεῦδος εἰπεῖν" [34] 3. σὺ δ' εἴπερ ταῖς ἀληθείαις οὐδενὸς ἄλλου πεφρόντικας ἢ χρήσεως οἵας δεῖ φαντασιῶν, εὐθὺς ἀναστὰς ἕωθεν ἐνθυμοῦ "τίνα μοι λείπει πρὸς ἀπάθειαν; τίνα πρὸς ἀταραξίαν; τίς εἰμι; μή τι σωμάτιον, μή τι κτῆσις, μή τι φήμη; οὐδὲν τούτων. ἀλλὰ τί; [35] λογικόν εἰμι ζῷον". τίνα οὖν τὰ ἀπαιτήματα; ἀναπόλει τὰ πεπραγμένα. "πῇ παρέβην τῶν πρὸς εὔροιαν; τί ἔρεξα ἢ ἄφιλον ἢ ἀκοινώνητον ἢ ἄγνωμον; τί μοι δέον οὐκ ἐτελέσθη πρὸς ταῦτα;"
 
Τοσαύτης οὖν διαφορᾶς οὔσης τῶν ἐπιθυμουμένων, [36] τῶν ἔργων, τῶν εὐχῶν ἔτι θέλεις τὸ ἴσον ἔχειν ἐκείνοις, περὶ ἃ σὺ μὲν οὐκ ἐσπούδακας, ἐκεῖνοι δ' ἐσπουδάκασιν; [37] εἶτα θαυμάζεις, εἴ σ' ἐλεοῦσιν, καὶ ἀγανακτεῖς; ἐκεῖνοι δ' οὐκ ἀγανακτοῦσιν, εἰ σὺ αὐτοὺς ἐλεεῖς. διὰ τί; ὅτι ἐκεῖνοι μὲν πεπεισμένοι εἰσίν, ὅτι ἀγαθῶν τυγχάνουσιν, σὺ δ' οὐ πέπεισαι. [38] διὰ τοῦτο σὺ μὲν οὐκ ἀρκῇ τοῖς σοῖς, ἀλλ' ἐφίεσαι τῶν ἐκείνων: ἐκεῖνοι δ' ἀρκοῦνται τοῖς ἑαυτῶν καὶ οὐκ ἐφίενται τῶν σῶν. ἐπεί τοι εἰ ταῖς ἀληθείαις ἐπέπεισο, ὅτι περὶ τὰ ἀγαθὰ σὺ ὁ ἐπιτυγχάνων εἶ, ἐκεῖνοι δ' ἀποπεπλάνηνται, οὐδ' ἂν ἐνεθυμοῦ, τί λέγουσι περὶ σοῦ.
:(4.7)
:(4.8)
:(4.9)
:(4.10)
:(4.11)
 
</div>