Θεογονία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Dada (συζήτηση | Συνεισφορά)
μ test
πήρε τόσο λίγο
Γραμμή 7:
ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος·

καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο                {{r|5}}

ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο

ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο

καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.

Ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,

ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι,                  {{r|10}}

ὑμνεῦσαι Δία τ᾽ αἰγίοχον καὶ πότνιαν Ἥρην

Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,

κούρην τ᾽ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην

Φοῖβόν τ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν

ἠδὲ Ποσειδάωνα γαιήοχον, ἐννοσίγαιον, {{r|15}}

καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τ᾽ Ἀφροδίτην

Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην

Λητώ τ᾽ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην

Ἠῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν {{r|20}}

ἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.

Αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,

ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο.

Τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· {{r|25}}

«Ποιμένες ἄγραυλοι, κάκ᾽ ἐλέγχεα, γαστέρες οἶον,

ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,

ἴδμεν δ᾽, εὖτ᾽ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.»

Ὥς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·

καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον {{r|30}}

δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι ἀοιδὴν

θέσπιν, ἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα.

Καί μ᾽ ἐκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,

σφᾶς δ᾽ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.

Ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; {{r|35}}

Τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ

Γραμμή 43:
εἰρεῦσαι τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,

φωνῇ ὁμηρεῦσαι· τῶν δ᾽ ἀκάματος ῥέει αὐδὴ

ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς {{r|40}}

Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ

σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου

δώματά τ᾽ ἀθανάτων. Αἳ δ᾽ ἄμβροτον ὄσσαν ἱεῖσαι

θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ

ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, {{r|45}}

οἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.

Δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,

ἀρχόμεναί θ᾽ ὑμνεῦσι θεαὶ λήγουσαί τ' ἀοιδῆς,

ὅσσον φέρτατός ἐστι θεῶν κράτεΐ τε μέγιστος.

Αὖτις δ᾽ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων {{r|50}}

ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

Τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα

Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,

λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. {{r|55}}

Ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς

νόσφιν ἀπ᾽ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·

ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην, περὶ δ᾽ ἔτραπον ὧραι

μηνῶν φθινόντων, περὶ δ᾽ ἤματα πόλλ᾽ ἐτελέσθη,

ἣ δ᾽ ἔτεκ᾽ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ {{r|60}}

μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις,

τυτθὸν ἀπ᾽ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου.

Γραμμή 69:
[Ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά.

Πὰρ δ᾽ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκί᾽ ἔχουσιν

ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι {{r|65}}

μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ

ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι.]

Γραμμή 75:
Αἳ τότ᾽ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ,

ἀμβροσίῃ μολπῇ· περὶ δ᾽ ἴαχε γαῖα μέλαινα

ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει {{r|70}}

νισσομένων πατέρα ὅν· ὃ δ᾽ οὐρανῷ ἐμβασιλεύει,

αὐτὸς ἔχων βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνόν,

Γραμμή 81:
ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς.

Ταῦτ᾽ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματ᾽ ἔχουσαι, {{r|75}}

ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι,

Κλειώ τ᾽ Εὐτέρπη τε Θάλειά τε Μελπομέενη τε

Τερψιχόρη τ᾽ Ἐρατώ τε Πολύμνιά τ᾽ Οὐρανίη τε

Καλλιόπη θ᾽· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

Ἥ γὰρ καὶ βασιλεῦσιν ἅμ᾽ αἰδοίοισιν ὀπηδεῖ. {{r|80}}

Ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο

γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων,

τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην,

τοῦ δ᾽ ἔπε᾽ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ

πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας {{r|85}}

ἰθείῃσι δίκῃσιν· ὃ δ᾽ ἀσφαλέως ἀγορεύων

αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν·

τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς

βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι

ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. {{r|90}}

Ἐρχόμενον δ᾽ ἀν᾽ ἀγῶνα θεὸν ὣς ἱλάσκονται

αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν·

τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν.

Ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος

ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, {{r|95}}

ἐκ δὲ Διὸς βασιλῆες· ὃ δ᾽ ὄλβιος, ὅν τινα Μοῦσαι

φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.

Εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ

ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς

Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων {{r|100}}

ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν,

αἶψ᾽ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων

Γραμμή 112:

Χαίρετε, τέκνα Διός, δότε δ᾽ ἱμερόεσσαν ἀοιδήν.

Κλείετε δ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, {{r|105}}

οἳ Γῆς τ᾽ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος,

Νυκτός τε δνοφερῆς, οὕς θ᾽ ἁλμυρὸς ἔτρεφε Πόντος.

Εἴπατε δ᾽, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο

καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων,

ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν {{r|110}}

οἵ τ᾽ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων

ὥς τ᾽ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο

ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.

Ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματ᾽ ἔχουσαι

[ἐξ ἀρχῆς, καὶ εἴπαθ᾽, ὅ τι πρῶτον γένετ᾽ αὐτῶν.] {{r|115}}

Ἦ τοι μὲν πρώτιστα Χάος γένετ᾽, αὐτὰρ ἔπειτα

Γραμμή 128:
[ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

Τάρταρά τ᾽ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης,]

ἠδ᾽ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, {{r|120}}

λυσιμελής, πάντων δὲ θεῶν πάντων τ᾽ ἀνθρώπων

δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.

Ἐκ Χάεος δ᾽ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·

Νυκτὸς δ᾽ αὖτ᾽ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,

οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. {{r|125}}

Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑ᾽ αὐτῇ

Οὐρανὸν ἀστερόενθ᾽, ἵνα μιν περὶ πάντα καλύπτοι,

ὄφρ᾽ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.

Γείνατο δ᾽ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,

[Νυμφέων, αἳ ναίουσιν ἀν᾽ οὔρεα βησσήεντα.] {{r|130}}

Ἥ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον,

Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα

Οὐρανῷ εὐνηθεῖσα τέκ᾽ Ὠκεανὸν βαθυδίνην,

Κοῖόν τε Κρῖόν θ᾽ Ὑπερίονά τ᾽ Ἰαπετόν τε

Θείαν τε ῾Ρείαν τε Θέμιν τε Μνημοσύνην τε {{r|135}}

Φοίβην τε χρυσοστέφανον Τηθύν τ᾽ ἐρατεινήν.

Τοὺς δὲ μέθ᾽ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,

Γραμμή 149:

Γείνατο δ᾽ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,

Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, {{r|140}}

[οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.]

Οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν,

μοῦνος δ᾽ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.

[Κύκλωπες δ᾽ ὄνομ᾽ ἦσαν ἐπώνυμον, οὕνεκ᾽ ἄρα σφέων

κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·] {{r|145}}

ἰσχὺς δ᾽ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπ᾽ ἔργοις.

Ἄλλοι δ᾽ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,

Κόττος τε Βριάρεώς τε Γύης θ᾽, ὑπερήφανα τέκνα.

Τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο, {{r|150}}

ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν·

Γραμμή 165:

Ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο,

δεινότατοι παίδων, σφετέρῳ δ᾽ ἤχθοντο τοκῆι {{r|155}}

ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο,

πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε,

Γαίης ἐν κευθμῶνι, κακῷ δ᾽ ἐπετέρπετο ἔργῳ

Οὐρανός. ἣ δ᾽ ἐντὸς στοναχίζετο Γαῖα πελώρη

στεινομένη· δολίην δὲ κακήν τ᾽ ἐφράσσατο τέχνην. {{r|160}}

Αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος

τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν·

εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ·

«Παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κ᾽ ἐθέλητε

πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην {{r|165}}

ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα.»

Ὥς φάτο· τοὺς δ᾽ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν

φθέγξατο. Θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης

ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν·

«Μῆτερ, ἐγώ κεν τοῦτό γ᾽ ὑποσχόμενος τελέσαιμι {{r|170}}

ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω

ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα».

Ὥς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη·

Εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν

ἅρπην καρχαρόδοντα· δόλον δ᾽ ὑπεθήκατο πάντα. {{r|175}}

Ἦλθε δὲ νύκτ᾽ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ

ἱμείρων φιλότητος ἐπέσχετο καί ῥ᾽ ἐτανύσθη

πάντη· ὃ δ᾽ ἐκ λοχεοῖο πάις ὠρέξατο χειρὶ

σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην

μακρὴν καρχαρόδοντα, φίλου δ᾽ ἀπὸ μήδεα πατρὸς {{r|180}}

ἐσσυμένως ἤμησε, πάλιν δ᾽ ἔρριψε φέρεσθαι

ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός·

ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι,

πάσας δέξατο Γαῖα· περιπλομένων δ᾽ ἐνιαυτῶν

γείνατ᾽ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, {{r|185}}

τεύχεσι λαμπομένους, δολίχ᾽ ἔγχεα χερσὶν ἔχοντας,

Νύμφας θ᾽, ἃς Μελίας καλέουσ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν.

Μήδεα δ᾽ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι

κάββαλ᾽ ἀπ᾽ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ,

ὣς φέρετ᾽ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς {{r|190}}

ἀφρὸς ἀπ᾽ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δ᾽ ἔνι κούρη

ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν

ἔπλητ᾽, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον.

Ἐκ δ᾽ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη

ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δ᾽ Ἀφροδίτην {{r|195}}

[ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν]

κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκ᾽ ἐν ἀφρῷ

θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις·

[Κυπρογενέα δ᾽, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ·

ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη.] {{r|200}}

Τῇ δ᾽ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς

γεινομένῃ τὰ πρῶτα θεῶν τ᾽ ἐς φῦλον ἰούσῃ.

Ταύτην δ᾽ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε

μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι,

Παρθενίους τ᾽ ὀάρους μειδήματά τ᾽ ἐξαπάτας τε {{r|205}}

τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε.

Τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε

παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός·

φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι

ἔργον, τοῖο δ᾽ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. {{r|210}}

Νὺξ δ᾽ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν

Γραμμή 227:
δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν

Ἑσπερίδας θ᾽, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο {{r|215}}

χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν.

Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους,

[Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι

γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε,]

αἵτ᾽ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· {{r|220}}

οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο,

πρίν γ᾽ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ.

Γραμμή 238:
Τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι,

Νὺξ ὀλοή· μετὰ τὴν δ᾽ Ἀπάτην τέκε καὶ Φιλότητα

Γῆράς τ᾽ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. {{r|225}}

Αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα

Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα

Ὑσμίνας τε Μάχας τε Φόνους τ᾽ Ἀνδροκτασίας τε

Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε

Δυσνομίην τ᾽ Ἀάτην τε, συνήθεας ἀλλήλῃσιν, {{r|230}}

Ὅρκον θ᾽, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους

πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ.

Γραμμή 249:
Νηρέα δ᾽ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος,

πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα,

οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων {{r|235}}

λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν·

αὖτις δ᾽ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν

Γραμμή 255:
Εὐρυβίην τ᾽ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν.

Νηρῆος δ᾽ ἐγένοντο μεγήρατα τέκνα θεάων {{r|240}}

πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο,

κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο,

Πλωτώ τ᾽ Εὐκράντη τε Σαώ τ᾽ Ἀμφιτρίτη τε

Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε

Κυμοθόη Σπειώ τε Θόη θ᾽ Ἀλίη τ᾽ ἐρόεσσα {{r|245}}

Πασιθέη τ᾽ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς

καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ

Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια

Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια {{r|250}}

Ἱπποθόη τ᾽ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς

Κυμοδόκη θ᾽, ἣ κύματ᾽ ἐν ἠεροειδέι πόντῳ

πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ

ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ,

Κυμώ τ᾽ Ἠιόνη τε ἐυστέφανός θ᾽ Ἁλιμήδη {{r|255}}

Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια

Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια

Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα

[Εὐάρνη τε φυήν τ᾽ ἐρατὴ καὶ εἶδος ἄμωμος]

καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη {{r|260}}

Νησώ τ᾽ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε

Νημερτής θ᾽, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο.

Γραμμή 281:
κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι.

Θαύμας δ᾽ Ὠκεανοῖο βαθυρρείταο θύγατρα {{r|265}}

ἠγάγετ᾽ Ἠλέκτρην· ἣ δ᾽ ὠκεῖαν τέκεν Ἶριν

ἠυκόμους θ᾽ Ἁρπυίας Ἀελλώ τ᾽ Ὠκυπέτην τε,

αἵ ῥ᾽ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἕμ᾽ ἕπονται

ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον.

Φόρκυϊ δ᾽ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους {{r|270}}

ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν

ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τ᾽ ἄνθρωποι,

Πεμφρηδώ τ᾽ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον,

Γοργούς θ᾽, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο

ἐσχατιῇ πρὸς Νυκτός, ἵν᾽ Ἑσπερίδες λιγύφωνοι, {{r|275}}

Σθεννώ τ᾽ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.

Ἥ μὲν ἔην θνητή, αἳ δ᾽ ἀθάνατοι καὶ ἀγήρῳ,

αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης

ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν.

Τῆς δ᾽ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, {{r|280}}

ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος.

Τῷ μὲν ἐπώνυμον ἦεν, ὅτ᾽ Ὠκεανοῦ περὶ πηγὰς

γένθ᾽, ὃ δ᾽ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν.

Χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων,

ἵκετ᾽ ἐς ἀθανάτους· Ζηνὸς δ᾽ ἐν δώμασι ναίει {{r|285}}

βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι.

Χρυσάωρ δ᾽ ἔτεκεν τρικέφαλον Γηρυονῆα

μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο.

Τὸν μὲν ἄρ᾽ ἐξενάριξε βίη Ἡρακληείη

βουσὶ παρ᾽ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ {{r|290}}

ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους

Τίρυνθ᾽ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο

Ὄρθον τε κτείνας καὶ βουκόλον Εὐρυτίωνα

σταθμῷ ἐν ἠερόεντι πέρην κλυτοῦ Ὠκεανοῖο.

Ἥ δ᾽ ἔτεκ᾽ ἄλλο πέλωρον ἀμήχανον, οὐδὲν ἐοικὸς {{r|295}}

θνητοῖς ἀνθρώποις οὐδ᾽ ἀθανάτοισι θεοῖσιν,

ἐν σπῆι ἔνι γλαφυρῷ θείην κρατερόφρον᾽ Ἔχιδναν,

ἥμισυ μὲν νύμφην ἑλικώπιδα καλλιπάρῃον,

ἥμισυ δ᾽ αὖτε πέλωρον ὄφιν δεινόν τε μέγαν τε

αἰόλον ὠμηστὴν ζαθέης ὑπὸ κεύθεσι γαίης. {{r|300}}

Ἔνθα δέ οἱ σπέος ἐστὶ κάτω κοίλῃ ὑπὸ πέτρῃ

τηλοῦ ἀπ᾽ ἀθανάτων τε θεῶν θνητῶν τ᾽ ἀνθρώπων·

ἔνθ᾽ ἄρα οἱ δάσσαντο θεοὶ κλυτὰ δώματα ναίειν.

Ἥ δ᾽ ἐρυτ᾽ εἰν Ἀρίμοισιν ὑπὸ χθόνα λυγρὴ Ἔχιδνα,

ἀθάνατος νύμφη καὶ ἀγήραος ἤματα πάντα. {{r|305}}

Τῇ δὲ Τυφάονά φασι μιγήμεναι ἐν φιλότητι

δεινόν θ᾽ ὑβριστήν τ᾽ ἄνομόν θ᾽ ἑλικώπιδι κούρῃ·

ἣ δ᾽ ὑποκυσαμένη τέκετο κρατερόφρονα τέκνα.

Ὄρθον μὲν πρῶτον κύνα γείνατο Γηρυονῆι·

δεύτερον αὖτις ἔτικτεν ἀμήχανον, οὔ τι φατειὸν {{r|310}}

Κέρβερον ὠμηστήν, Ἀίδεω κύνα χαλκεόφωνον,

πεντηκοντακέφαλον, ἀναιδέα τε κρατερόν τε·

τὸ τρίτον Ὕδρην αὖτις ἐγείνατο λυγρὰ ἰδυῖαν

Λερναίην, ἣν θρέψε θεὰ λευκώλενος Ἥρη

ἄπλητον κοτέουσα βίῃ Ἡρακληείῃ. {{r|315}}

Καὶ τὴν μὲν Διὸς υἱὸς ἐνήρατο νηλέι χαλκῷ

Ἀμφιτρυωνιάδης σὺν ἀρηιφίλῳ Ἰολάῳ

Ἡρακλέης βουλῇσιν Ἀθηναίης ἀγελείης.

Ἥ δὲ Χίμαιραν ἔτικτε πνέουσαν ἀμαιμάκετον πῦρ,

δεινήν τε μεγάλην τε ποδώκεά τε κρατερήν τε· {{r|320}}

Τῆς δ᾽ ἦν τρεῖς κεφαλαί· μία μὲν χαροποῖο λέοντος,

ἣ δὲ χιμαίρης, ἣ δ᾽ ὄφιος, κρατεροῖο δράκοντος,

[πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,

δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο.]

Τὴν μὲν Πήγασος εἷλε καὶ ἐσθλὸς Βελλεροφόντης. {{r|325}}

Ἥ δ᾽ ἄρα Φῖκ᾽ ὀλοὴν τέκε Καδμείοισιν ὄλεθρον

Ὅρθῳ ὑποδμηθεῖσα Νεμειαῖόν τε λέοντα,

τόν ῥ᾽ Ἥρη θρέψασα Διὸς κυδρὴ παράκοιτις

γουνοῖσιν κατένασσε Νεμείης, πῆμ᾽ ἀνθρώποις.

Ἔνθ᾽ ἄρ᾽ ὃ οἰκείων ἐλεφαίρετο φῦλ᾽ ἀνθρώπων, {{r|330}}

κοιρανέων Τρητοῖο Νεμείης ἠδ᾽ Ἀπέσαντος·

ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης.

Κητὼ δ᾽ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα

γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης

σπείρησιν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. {{r|335}}

Τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν.

Τηθὺς δ᾽ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας,

Νεῖλόν τ᾽ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην

Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον

Φᾶσίν τε ῾Ρῆσόν τ᾽ Ἀχελώιόν τ᾽ ἀργυροδίνην {{r|340}}

Νέσσον τε ῾Ροδίον θ᾽ Ἁλιάκμονά θ᾽ Ἑπτάπορόν τε

Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα

Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον

Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε

Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. {{r|345}}

Τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν

ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι

καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι,

Πειθώ τ᾽ Ἀδμήτη τε Ἰάνθη τ᾽ Ἠλέκτρη τε

Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς {{r|350}}

Ἱππώ τε Κλυμένη τε ῾Ρόδειά τε Καλλιρόη τε

Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε

Πληξαύρη τε Γαλαξαύρη τ᾽ ἐρατή τε Διώνη

Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη

Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις {{r|355}}

Περσηίς τ᾽ Ἰάνειρά τ᾽ Ἀκάστη τε Ξάνθη τε

Πετραίη τ᾽ ἐρόεσσα Μενεσθώ τ᾽ Εὐρώπη τε

Μῆτίς τ᾽ Εὐρυνόμη τε Τελεστώ τε κροκόπεπλος

Χρυσηίς τ᾽ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ

Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε {{r|360}}

καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων.

Αὗται δ᾽ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο

πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι.

Τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι,

αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης {{r|365}}

πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα.

Τόσσοι δ᾽ αὖθ᾽ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες,

υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς·

τῶν ὄνομ᾽ ἀργαλέον πάντων βροτὸν ἀνέρ᾽ ἐνισπεῖν,

Οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν. {{r|370}}

Θεία δ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην

Ἠῶ θ᾽, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει

ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,

γείναθ᾽ ὑποδμηθεῖσ᾽ Ὑπερίονος ἐν φιλότητι.

Κρίῳ δ᾽ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα {{r|375}}

Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων

Πέρσην θ᾽, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν.

Γραμμή 397:
Ἀστραίῳ δ᾽ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους,

ἀργέστην Ζέφυρον Βορέην τ᾽ αἰψηροκέλευθον

καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. {{r|380}}

Τοὺς δὲ μέτ᾽ ἀστέρα τίκτ' Ἠοσφόρον Ἠριγένεια

ἄστρα τε λαμπετόωντα, τά τ᾽ οὐρανὸς ἐστεφάνωται.

Γραμμή 403:
Στὺξ δ᾽ ἔτεκ᾽ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα

Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν·

καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, {{r|385}}

τῶν οὐκ ἔστ᾽ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη,

οὐδ᾽ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ,

ἀλλ᾽ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.

Ὥς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη

ἥματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς {{r|390}}

ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,

εἶπε δ᾽, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,

μή τιν᾽ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον

ἑξέμεν, ἣν τὸ πάρος γε μετ᾽ ἀθανάτοισι θεοῖσιν

Τὸν δ᾽ ἔφαθ᾽, ὅς τις ἄτιμος ὑπὸ Κρόνου ἠδ᾽ ἀγέραστος, {{r|395}}

τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.

Ἦλθε δ᾽ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε

σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.

Τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν.

Αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, {{r|400}}

παῖδας δ᾽ ἤματα πάντα ἕο μεταναιέτας εἶναι.

Ὥς δ᾽ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,

Γραμμή 424:

Φοίβη δ᾽ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·

κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι {{r|405}}

Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,

μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου, {{r|408}}

ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν. {{r|407}}

Γείνατο δ᾽ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης

ἠγάγετ᾽ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. {{r|410}}

Ἤ δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων

Γραμμή 435:
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.

Ἥ δὲ καὶ ἀστερόεντος ἀπ᾽ οὐρανοῦ ἔμμορε τιμῆς

ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. {{r|415}}

Καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων

ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,

κικλῄσκει Ἑκάτην· πολλή τέ οἱ ἕσπετο τιμὴ

ῥεῖα μάλ᾽, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,

καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. {{r|420}}

Ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο

καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων.

Οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τ᾽ ἀπηύρα,

ὅσσ᾽ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν,

ἀλλ᾽ ἔχει, ὡς τὸ πρῶτον ἀπ᾽ ἀρχῆς ἔπλετο δασμός, {{r|425}}

καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· {{r|427}}

οὐδ᾽, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, {{r|426}}

ἀλλ᾽ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. {{r|428}}

ᾮ δ᾽ ἐθέλει, μεγάλως παραγίγνεται ἠδ᾽ ὀνίνησιν·

ἔν τε δίκῃ βασιλεῦσι παρ᾽ αἰδοίοισι καθίζει, {{r|434}}

ἔν τ᾽ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κ᾽ ἐθέλῃσιν· {{r|430}}

ἠδ᾽ ὁπότ᾽ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται

ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κ᾽ ἐθέλῃσι

νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. {{r|433}}

Ἐσθλὴ δ᾽ αὖθ᾽ ὁπότ᾽ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, {{r|435}}

ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδ᾽ ὀνίνησιν·

νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον

ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει.

Ἐσθλὴ δ᾽ ἱππήεσσι παρεστάμεν, οἷς κ᾽ ἐθέλῃσιν.

Καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, {{r|440}}

εὔχονται δ᾽ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ,

ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν,

ῥεῖα δ᾽ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ.

Ἐσθλὴ δ᾽ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδ᾽ ἀέξειν·

βουκολίας δ᾽ ἀγέλας τε καὶ αἰπόλια πλατέ᾽ αἰγῶν {{r|445}}

ποίμνας τ᾽ εἰροπόκων ὀίων, θυμῷ γ᾽ ἐθέλουσα,

ἐξ ὀλίγων βριάει καὶ ἐκ πολλῶν μείονα θῆκεν.

Οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα

πᾶσι μετ᾽ ἀθανάτοισι τετίμηται γεράεσσιν.

Θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετ᾽ ἐκείνην {{r|450}}

ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.

Οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.

Γραμμή 476:
῾Ρείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,

Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον

ἴφθιμόν τ᾽ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει {{r|455}}

νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον

Ζῆνά τε μητιόεντα, θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν,

τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.

Καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος

νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθ᾽ ἵκοιτο, {{r|460}}

τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων

ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.

Πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,

οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι

καὶ κρατερῷ περ ἐόντι — Διὸς μεγάλου διὰ βουλάς· — {{r|465}}

τῷ ὅ γ᾽ ἄρ᾽ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων

παῖδας ἑοὺς κατέπινε· ῾Ρέην δ᾽ ἔχε πένθος ἄλαστον.

Ἀλλ᾽ ὅτε δὴ Δί᾽ ἔμελλε θεῶν πατέρ᾽ ἠδὲ καὶ ἀνδρῶν

τέξεσθαι, τότ᾽ ἔπειτα φίλους λιτάνευε τοκῆας

τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, {{r|470}}

μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα

παῖδα φίλον, τείσαιτο δ᾽ ἐρινῦς πατρὸς ἑοῖο

παίδων θ᾽, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.

Οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδ᾽ ἐπίθοντο,

καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι {{r|475}}

ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.

Πέμψαν δ᾽ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,

ὁππότ᾽ ἄρ᾽ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,

Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη

Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. {{r|480}}

Ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν

πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα

ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης,

Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι.

Τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν {{r|485}}

Οὐρανίδῃ μέγ᾽ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι.

Τὸν τόθ᾽ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν

σχέτλιος· οὐδ᾽ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω

ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς

λείπεθ᾽, ὅ μιν τάχ᾽ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας {{r|490}}

τιμῆς ἐξελάειν, ὃ δ᾽ ἐν ἀθανάτοισι ἀνάξειν.

Γραμμή 517:
ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δ᾽ ἐνιαυτῶν

[Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς]

ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης {{r|495}}

νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.

Πρῶτον δ᾽ ἐξέμεσεν λίθον, πύματον καταπίνων·

τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης

Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο

σῆμ᾽ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. {{r|500}}

[Λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν

Γραμμή 528:
οἳ οἱ ἀπεμνήσαντο χάριν εὐεργεσιάων,

δῶκαν δὲ βροντὴν ἠδ᾽ αἰθαλόεντα κεραυνὸν

καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· {{r|505}}

τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει.]

Γραμμή 534:
ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν.

Ἥ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα·

τίκτε δ᾽ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα, {{r|510}}

ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τ᾽ Ἐπιμηθέα,

ὃς κακὸν ἐξ ἀρχῆς γένετ᾽ ἀνδράσιν ἀλφηστῇσιν·

πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα

παρθένον. Ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς

εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ {{r|515}}

εἵνεκ᾽ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.

Ἄτλας δ᾽ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπ᾽ ἀνάγκης

πείρασιν ἐν γαίης, πρόπαρ Ἑσπερίδων λιγυφώνων,

ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·

ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. {{r|520}}

Δῆσε δ᾽ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον

δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίον᾽ ἐλάσσας·

καί οἱ ἐπ᾽ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γ᾽ ἧπαρ

ἤσθιεν ἀθάνατον, τὸ δ᾽ ἀέξετο ἶσον ἁπάντη

νυκτός, ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. {{r|525}}

Τὸν μὲν ἄρ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς

Ἡρακλέης ἔκτεινε, κακὴν δ᾽ ἀπὸ νοῦσον ἄλαλκεν

Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων

οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,

ὄφρ᾽ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη {{r|530}}

πλεῖον ἔτ᾽ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.

Ταῦτά γ᾽ ἄρ᾽ ἁζόμενος τίμα ἀριδείκετον υἱόν·

καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,

οὕνεκ᾽ ἐρίζετο βουλὰς ὑπερμενέει Κρονίωνι.

Καὶ γὰρ ὅτ᾽ ἐκρίνοντο θεοὶ θνητοί τ᾽ ἄνθρωποι {{r|535}}

Μηκώνῃ, τότ᾽ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ

δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.

Τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ

ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,

τῷ δ᾽ αὖτ᾽ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ {{r|540}}

εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.

Δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

Ἰαπετιονίδη, πάντων ἀριδείκετ᾽ ἀνάκτων,

ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.

Ὥς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. {{r|545}}

Τὸν δ᾽ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης

ἦκ᾽ ἐπιμειδήσας, δολίης δ᾽ οὐ λήθετο τέχνης·

Ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,

τῶν δ᾽ ἕλε᾽, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.

Φῆ ῥα δολοφρονέων· Ζεὺς δ᾽ ἄφθιτα μήδεα εἰδὼς {{r|550}}

γνῶ ῥ᾽ οὐδ᾽ ἠγνοίησε δόλον· κακὰ δ᾽ ὄσσετο θυμῷ

θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.

Χερσὶ δ᾽ ὅ γ᾽ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.

Χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,

ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. {{r|555}}

Ἐκ τοῦ δ᾽ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾽ ἀνθρώπων

καίουσ᾽ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.

Τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·

Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,

ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. {{r|560}}

Ὥς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·

ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ

οὐκ ἐδίδου μελίῃσι πυρὸς μένος ἀκαμάτοιο

θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.

Ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο {{r|565}}

κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον αὐγὴν

ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,

Ζῆν᾽ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,

ὡς ἴδ᾽ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.

Αὐτίκα δ᾽ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· {{r|570}}

γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις

παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.

Ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη

ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην

δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· {{r|575}}

[ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,

ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη. ]

ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,

τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις

ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. {{r|580}}

Τῇ δ᾽ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,

κνώδαλ᾽, ὅσ᾽ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα·

τῶν ὅ γε πόλλ᾽ ἐνέθηκε,—χάρις δ᾽ ἀπελάμπετο πολλή,—

θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.

Αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντ᾽ ἀγαθοῖο, {{r|585}}

ἐξάγαγ᾽, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδ᾽ ἄνθρωποι,

κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.

θαῦμα δ᾽ ἔχ᾽ ἀθανάτους τε θεοὺς θνητούς τ᾽ ἀνθρώπους,

ὡς ἔιδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.

[ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων,] {{r|590}}

τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,

πῆμα μέγ᾽ αἳ θνητοῖσι μετ᾽ ἀνδράσι ναιετάουσιν

οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.

Ὡς δ᾽ ὁπότ᾽ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι

κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων· {{r|595}}

αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,

οἳ δ᾽ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους

ἀλλότριον κάματον σφετέρην ἐς γαστέρ᾽ ἀμῶνται·

ὣς δ᾽ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας {{r|600}}

Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων

ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντ᾽ ἀγαθοῖο·

ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν

μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δ᾽ ἐπὶ γῆρας ἵκοιτο

χήτεϊ γηροκόμοιο· ὅ γ᾽ οὐ βιότου ἐπιδευὴς {{r|605}}

ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται

χηρωσταί· ᾧ δ᾽ αὖτε γάμου μετὰ μοῖρα γένηται,

κεδνὴν δ᾽ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,

τῷ δέ τ᾽ ἀπ᾽ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει

ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, {{r|610}}

ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην

θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.

Ὥς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.

Οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς

τοῖό γ᾽ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλ᾽ ὑπ᾽ ἀνάγκης {{r|615}}

καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.

Γραμμή 645:
Κόττῳ τ᾽ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ

ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος

καὶ μέγεθος· κατένασσε δ᾽ ὑπὸ χθονὸς εὐρυοδείης. {{r|620}}

Ἔνθ᾽ οἵ γ᾽ ἄλγε᾽ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες

ἥατ᾽ ἐπ᾽ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,

δηθὰ μάλ᾽ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.

ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,

οὓς τέκεν ἠύκομος ῾Ρείη Κρόνου ἐν φιλότητι, {{r|625}}

Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις·

αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε

σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι.

δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέ᾽ ἔχοντες

ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, {{r|631}}

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο· {{r|630}}

οἳ μὲν ἀφ᾽ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί,

οἳ δ᾽ ἄρ᾽ ἀπ᾽ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων,

οὓς τέκεν ἠύκομος ῾Ρείη Κρόνῳ εὐνηθεῖσα.

οἵ ῥα τότ᾽ ἀλλήλοισι χόλον θυμαλγέ᾽ ἔχοντες {{r|635}}

συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς·

οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ

οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο.

Ἀλλ᾽ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα,

νέκταρ τ᾽ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, {{r|640}}

πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ.

[Ὡς νέκταρ τ᾽ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν,]

δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·

κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα,

ὄφρ᾽ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. {{r|645}}

Ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι

νίκης καὶ κράτεος πέρι μαρνάμεθ᾽ ἤματα πάντα

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.

Ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους

φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ {{r|650}}

μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες

ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ

Γραμμή 681:

Ὥς φάτο· τὸν δ᾽ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων·

δαιμόνι᾽, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ {{r|655}}

ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δ᾽ ἐστὶ νόημα,

ἀλκτὴρ δ᾽ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.

Σῇσι δ᾽ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος

ἄψορρον δεῦρ᾽ αὖτις ἀμειλίκτων ὑπὸ δεσμῶν

ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. {{r|660}}

Τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ

ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηιοτῆτι

μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.

Ὥς φάτ᾽· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,

μῦθον ἀκούσαντες· πολέμου δ᾽ ἐλιλαίετο θυμὸς {{r|665}}

μᾶλλον ἔτ᾽ ἢ τὸ πάροιθε· μάχην δ᾽ ἀμέγαρτον ἔγειραν

πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,

Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,

οὕς τε Ζεὺς Ἐρέβεσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε

δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. {{r|670}}

Τῶν ἑκατὸν μὲν χεῖρες ἀπ᾽ ὤμων ἀίσσοντο

πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα

ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.

Οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ

πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. {{r|675}}

Τιτῆνες δ᾽ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας

προφρονέως, χειρῶν τε βίης θ᾽ ἅμα ἔργον ἔφαινον

ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,

γῆ δὲ μέγ᾽ ἐσμαράγησεν, ἐπέστενε δ᾽ οὐρανὸς εὐρὺς

σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος {{r|680}}

ῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἵκανε βαρεῖα

Τάρταρον ἠερόεντα, ποδῶν τ᾽ αἰπεῖα ἰωὴ

ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·

Ὥς ἄρ᾽ ἐπ᾽ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.

Φωνὴ δ᾽ ἀμφοτέρων ἵκετ᾽ οὐρανὸν ἀστερόεντα {{r|685}}

κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

Γραμμή 717:
εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν

φαῖνε βίην· ἄμυδις δ᾽ ἄρ᾽ ἀπ᾽ οὐρανοῦ ἠδ᾽ ἀπ᾽ Ὀλύμπου

ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ {{r|690}}

ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο

χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες

ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε

καιομένη, λάκε δ᾽ ἀμφὶ πυρὶ μεγάλ᾽ ἄσπετος ὕλη.

Ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα {{r|695}}

πόντος τ᾽ ἀτρύγετος· τοὺς δ᾽ ἄμφεπε θερμὸς ἀυτμὴ

Τιτῆνας χθονίους, φλὸξ δ᾽ αἰθέρα δῖαν ἵκανεν

ἄσπετος, ὄσσε δ᾽ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων

αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.

Καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δ᾽ ἄντα {{r|700}}

ὀφθαλμοῖσιν ἰδεῖν ἠδ᾽ οὔασι ὄσσαν ἀκοῦσαι

αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε

πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει

τῆς μὲν ἐρειπομένης, τοῦ δ᾽ ὑψόθεν ἐξεριπόντος·

τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. {{r|705}}

Σὺν δ᾽ ἄνεμοι ἔνοσίν τε κονίην τ᾽ ἐσφαράγιζον

βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,

κῆλα Διὸς μεγάλοιο, φέρον δ᾽ ἰαχήν τ᾽ ἐνοπήν τε

ἐς μέσον ἀμφοτέρων· ὄτοβος δ᾽ ἄπλητος ὀρώρει

σμερδαλέης ἔριδος, κάρτος δ᾽ ἀνεφαίνετο ἔργων. {{r|710}}

Ἔκλίνθη δὲ μάχη· πρὶν δ᾽ ἀλλήλοις ἐπέχοντες

ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.

Γραμμή 743:
Οἳ δ᾽ ἄρ᾽ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν

Κόττος τε Βριάρεώς τε Γύης τ᾽ ἄατος πολέμοιο,

οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν {{r|715}}

πέμπον ἐπασσυτέρας, κατὰ δ᾽ ἐσκίασαν βελέεσσι

Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης

πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν

χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,

τόσσον ἔνερθ᾽ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης· {{r|720}}

[τόσσον γάρ τ᾽ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.]

Ἔννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

οὐρανόθεν κατιὼν δεκάτῃ κ᾽ ἐς γαῖαν ἵκοιτο·

ἐννέα δ᾽ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων

ἐκ γαίης κατιὼν δεκάτῃ κ᾽ ἐς Τάρταρον ἵκοι. {{r|725}}

Τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ

τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν

γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.

Ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι

κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο {{r|730}}

[χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.]

Τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δ᾽ ἐπέθηκε Ποσειδέων

χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.

Ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος

ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. {{r|735}}

Ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος

πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν

ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,

χάσμα μέγ᾽, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν {{r|740}}

οὖδας ἵκοιτ᾽, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο.

[Ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ

ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι

τοῦτο τέρας. Νυκτὸς δ᾽ ἐρεβεννῆς οἰκία δεινὰ

ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν.] {{r|745}}

Τῶν πρόσθ᾽ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν

ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν

ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι

ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν

χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε {{r|750}}

ἔρχεται, οὐδέ ποτ᾽ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,

ἀλλ᾽ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα

γαῖαν ἐπιστρέφεται, ἣ δ᾽ αὖ δόμου ἐντὸς ἐοῦσα

μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστ᾽ ἂν ἵκηται,

ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, {{r|755}}

ἣ δ᾽ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.

Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ.

Ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκί᾽ ἔχουσιν,

Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτ᾽ αὐτοὺς

Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν {{r|760}}

οὐρανὸν εἰς ἀνιὼν οὐδ᾽ οὐρανόθεν καταβαίνων.

Τῶν δ᾽ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης

ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι,

τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ

νηλεὲς ἐν στήθεσσιν· ἔχει δ᾽ ὃν πρῶτα λάβῃσιν {{r|765}}

ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν.

Ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες

[ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης]

ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει

νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας {{r|770}}

σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν,

ἐξελθεῖν δ᾽ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων

ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα.

[ἰφθίμου τ᾽ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης. ]

Ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, {{r|775}}

δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο

πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει

μακρῇσιν πέτρῃσι κατηρεφέ᾽· ἀμφὶ δὲ πάντη

κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.

Παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις {{r|780}}

ἀγγελίην πωλεῖται ἐπ᾽ εὐρέα νῶτα θαλάσσης.

Ὁππότ᾽ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται

καί ῥ᾽ ὅς τις ψεύδηται Ὀλύμπια δώματ᾽ ἐχόντων,

Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι

τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ {{r|785}}

ψυχρόν, ὅτ᾽ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο

ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης

ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν

Ὠκεανοῖο κέρας· δεκάτη δ᾽ ἐπὶ μοῖρα δέδασται·

ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης {{r|790}}

δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,

ἣ δὲ μί᾽ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.

Ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ

ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,

κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· {{r|795}}

οὐδέ ποτ᾽ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον

βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος

στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.

Αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,

ἄλλος γ᾽ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. {{r|800}}

Εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,

οὐδέ ποτ᾽ ἐς βουλὴν ἐπιμίσγεται οὐδ᾽ ἐπὶ δαῖτας

ἐννέα πάντα ἔτεα· δεκάτῳ δ᾽ ἐπιμίσγεται αὖτις

εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματ᾽ ἔχουσιν.

Τοῖον ἄρ᾽ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ {{r|805}}

ὠγύγιον, τὸ δ᾽ ἵησι καταστυφέλου διὰ χώρου.

Γραμμή 839:
πόντου τ᾽ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος

ἑξείης πάντων πηγαὶ καὶ πείρατ᾽ ἔασιν

ἀργαλέ᾽ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. {{r|810}}

Ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς

ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,

αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων

Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.

Αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι {{r|815}}

δώματα ναιετάουσιν ἐπ᾽ Ὠκεανοῖο θεμέθλοις,

Κόττος τ᾽ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα

Γραμμή 850:
δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.]

Αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπ᾽ οὐρανοῦ ἐξέλασεν Ζεύς, {{r|820}}

ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη

Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·

οὗ χεῖρες μὲν ἔασιν ἐπ᾽ ἰσχύι, ἔργματ᾽ ἔχουσαι,

καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων

ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, {{r|825}}

γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων

θεσπεσίῃς κεφαλῇσιν ὑπ᾽ ὀφρύσι πῦρ ἀμάρυσσεν·

[πασέων δ᾽ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο·]

φωναὶ δ᾽ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι

παντοίην ὄπ᾽ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ {{r|830}}

φθέγγονθ᾽ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δ᾽ αὖτε

ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου,

ἄλλοτε δ᾽ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος,

ἄλλοτε δ᾽ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματ᾽ ἀκοῦσαι,

ἄλλοτε δ᾽ αὖ ῥοίζεσχ᾽, ὑπὸ δ᾽ ἤχεεν οὔρεα μακρά. {{r|835}}

Καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ

καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν,

εἰ μὴ ἄρ᾽ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.

Σκληρὸν δ᾽ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα

σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε {{r|840}}

πόντος τ᾽ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης.

Ποσσὶ δ᾽ ὕπ᾽ ἀθανάτοισι μέγας πελεμίζετ᾽ Ὄλυμπος

ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα.

Καῦμα δ᾽ ὑπ᾽ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον

βροντῆς τε στεροπῆς τε, πυρός τ᾽ ἀπὸ τοῖο πελώρου, {{r|845}}

[πρηστήρων ἀνέμων τε κεραυνοῦ τε φλεγέθοντος.]

ἔζεε δὲ χθὼν πᾶσα καὶ οὐρανὸς ἠδὲ θάλασσα·

θυῖε δ᾽ ἄρ᾽ ἀμφ᾽ ἀκτὰς περί τ᾽ ἀμφί τε κύματα μακρὰ

ῥιπῇ ὕπ᾽ ἀθανάτων, ἔνοσις δ᾽ ἄσβεστος ὀρώρει·

τρέε δ᾽ Ἀίδης, ἐνέροισι καταφθιμένοισιν ἀνάσσων, {{r|850}}

Τιτῆνές θ᾽ ὑποταρτάριοι, Κρόνον ἀμφὶς ἐόντες,

[ἀσβέστου κελάδοιο καὶ αἰνῆς δηιοτῆτος.]

Ζεὺς δ᾽ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ᾽ ὅπλα,

βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,

πλῆξεν ἀπ᾽ Οὐλύμποιο ἐπάλμενος· ἀμφὶ δὲ πάσας {{r|855}}

ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου.

Αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας,

ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη.

Φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος

οὔρεος ἐν βήσσῃσιν Ἀίτνης παιπαλοέσσῃς, {{r|860}}

πληγέντος. Πολλὴ δὲ πελώρη καίετο γαῖα

ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς

τέχνῃ ὕπ᾽ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι

θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν,

οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ {{r|865}}

τήκεται ἐν χθονὶ δίῃ ὑφ᾽ Ἡφαιστου παλάμῃσιν.

Ὥς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.

Ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.

Ἐκ δὲ Τυφωέος ἔστ᾽ ἀνέμων μένος ὑγρὸν ἀέντων,

νόσφι Νότου Βορέωτε καὶ ἀργέστεω Ζεφύροιο· {{r|870}}

οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγ᾽ ὄνειαρ·

Οἱ δ᾽ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·

αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,

πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·

ἄλλοτε δ᾽ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας {{r|875}}

ναύτας τε φθείρουσι· κακοῦ δ᾽ οὐ γίγνεται ἀλκὴ

ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·

αἳ δ᾽ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν

ἔργ᾽ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων

πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. {{r|880}}

Αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,

Γραμμή 916:
δή ῥα τότ᾽ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν

Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν

ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. {{r|885}}

Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν

Γραμμή 922:
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην

τέξεσθαι, τότ᾽ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας

αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν {{r|890}}

Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.

τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν

ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.

Ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·

πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν {{r|895}}

ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.

αὐτὰρ ἔπειτ᾽ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν

ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·

ἀλλ᾽ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,

ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. {{r|900}}

Δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,

Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,

αἳ ἔργ᾽ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,

Μοίρας θ᾽, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,

Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι {{r|905}}

θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.

Τρεῖς δέ οἱ Εὐρυνόμη Χάριτας τέκε καλλιπαρῄους,

Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,

Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τ᾽ ἐρατεινήν·

[τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων {{r|910}}

λυσιμελής· καλὸν δέ θ᾽ ὑπ᾽ ὀφρύσι δερκιόωνται.]

Αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,

ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς

ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, {{r|915}}

ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο

ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.

Λητὼ δ᾽ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,

ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,

γείνατο, αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. {{r|920}}

Λοισθοτάτην δ᾽ Ἥρην θαλερὴν ποιήσατ᾽ ἄκοιτιν·

ἣ δ᾽ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε

μιχθεῖσ᾽ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.

Αὐτὸς δ᾽ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν

δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον ἀτρυτώνην {{r|925}}

πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,

Ἥρη δ᾽ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα {{r|925}}

γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,

ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.

Γραμμή 965:
(σημείωση)

Ἐκ δ᾽ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου {{r|930}}

Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης

πυθμέν᾽ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι

ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι

ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε

δεινούς, οἵτ᾽ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας {{r|935}}

ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,

Ἁρμονίην θ᾽, ἣν Κάδμος ὑπέρθυμος θέτ᾽ ἄκοιτιν.

Γραμμή 976:
Ζηνὶ δ᾽ ἄρ᾽ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,

κήρυκ᾽ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.

Καδμείη δ᾽ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν {{r|940}}

μιχθεῖσ᾽ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,

ἀθάνατον θνητή· νῦν δ᾽ ἀμφότεροι θεοί εἰσιν.

Γραμμή 982:
μιχθεῖσ᾽ ἐν φιλότητι Διὸς νεφεληγερέταο.

Ἀγλαΐην δ᾽ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, {{r|945}}

ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.

Χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,

Γραμμή 988:
Τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.

Ἥβην δ᾽ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, {{r|950}}

ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,

παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,

αἰδοίην θέτ᾽ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,

ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας

ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. {{r|955}}

Ἠελίῳ δ᾽ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη

Γραμμή 999:
Αἰήτης δ᾽ υἱὸς φαεσιμβρότου Ἠελίοιο

κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο

γῆμε θεῶν βουλῇσι, Ἰδυῖαν καλλιπάρῃον. {{r|960}}

ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι

γείναθ᾽ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.

Γραμμή 1.005:
Ἡμεῖς μὲν νῦν χαίρετ᾽, Ὀλύμπια δώματ᾽ ἔχοντες,

νῆσοί τ᾽ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.

Νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι {{r|965}}

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,

ὅσσαι δὴ θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι

ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.

Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,

Ἰασίων᾽ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητι {{r|970}}

νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,

ἐσθλόν, ὃς εἶσ᾽ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης

πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κ᾽ ἐς χεῖρας ἵκηται,

τὸν δ᾽ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.

Κάδμῳ δ᾽ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, {{r|975}}

Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον

Αὐτονόην θ᾽, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,

γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.

[Κούρη δ᾽ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ

μιχθεῖσ᾽ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, {{r|980}}

Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων,

Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη

Γραμμή 1.026:

Τιθωνῷ δ᾽ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν,

Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα. {{r|985}}

Αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν,

ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα.

Τόν ῥα νέον τέρεν ἄνθος ἔχοντ᾽ ἐρικυδέος ἥβης

παῖδ᾽ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη

ὦρτ᾽ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς {{r|990}}

νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον.

Κούρην δ᾽ Αἰήταο διοτρεφέος βασιλῆος

Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων

ἦγε παρ᾽ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους,

τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, {{r|995}}

ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός.

τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας,

ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην

Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατ᾽ ἄκοιτιν.

Καί ῥ᾽ ἥ γε δμηθεῖσ᾽ ὑπ᾽ Ἰήσονι, ποιμένι λαῶν, {{r|1000}}

Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων

Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο.

Αὐτὰρ Νηρῆος κοῦραι, ἁλίοιο γέροντος,

ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων

Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, {{r|1005}}

Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα

γείνατ᾽ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.

Αἰνείαν δ᾽ ἄρ᾽ ἔτικτεν ἐυστέφανος Κυθέρεια

Ἀγχίσῃ ἥρωι μιγεῖσ᾽ ἐρατῇ φιλότητι

Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. {{r|1010}}

Κίρκη δ᾽, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο,

γείνατ᾽ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι

Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε·

[Τηλέγονον δ᾽ ἄρ᾽ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην. ]

οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων {{r|1015}}

πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον.

Ναυσίθοον δ᾽ Ὀδυσῆι Καλυψὼ δῖα θεάων

Γραμμή 1.062:

Αὗται μὲν θνητοῖσι παρ᾽ ἀνδράσιν εὐνηθεῖσαι

ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. {{r|1020}}

Νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι

Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.

Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Θεογονία»