Περί Ποιητικής: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομποτ: Κλειδί αλφαβητισμού κατηγορίας
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-ρρ +ῤῥ)
Γραμμή 129:
Ἐπεκτεταμένον δέ ἐστιν ἢ ἀφῃρημένον, [1458a][1] τὸ μὲν ἐὰν φωνήεντι μακροτέρῳ κεχρημένον ᾖ τοῦ οἰκείου ἢ συλλαβῇ ἐμβεβλημένῃ, τὸ δὲ ἂν ἀφῃρημένον τι ᾖ αὐτοῦ, ἐπεκτεταμένον μὲν οἷον τὸ πόλεως ‘πόληος’ καὶ τὸ Πηλείδου ‘Πηληιάδεω’, ἀφῃρημένον δὲ οἷον τὸ [5] ‘κρῖ’ καὶ τὸ ‘δῶ’ καὶ ‘μία γίνεται ἀμφοτέρων ὄψ’.
Ἐξηλλαγμένον δ᾽ ἐστὶν ὅταν τοῦ ὀνομαζομένου τὸ μὲν καταλείπῃ τὸ δὲ ποιῇ, οἷον τὸ ‘δεξιτερὸν κατὰ μαζόν’ ἀντὶ τοῦ ‘δεξιόν’.
Αὐτῶν δὲ τῶν ὀνομάτων τὰ μὲν ἄρρεναἄῤῥενα τὰ δὲ θήλεα τὰ δὲ μεταξύ, ἄρρεναἄῤῥενα μὲν ὅσα τελευτᾷ εἰς τὸ Ν καὶ Ρ καὶ Σ καὶ [10] ὅσα ἐκ τούτου σύγκειται (ταῦτα δ᾽ ἐστὶν δύο, Ψ καὶ Ξ), θήλεα δὲ ὅσα ἐκ τῶν φωνηέντων εἴς τε τὰ ἀεὶ μακρά, οἷον εἰς Η καὶ Ω, καὶ τῶν ἐπεκτεινομένων εἰς Α· ὥστε ἴσα συμβαίνει πλήθει εἰς ὅσα τὰ ἄρρεναἄῤῥενα καὶ τὰ θήλεα· τὸ γὰρ Ψ καὶ τὸ Ξ σύνθετά ἐστιν. Εἰς δὲ ἄφωνον οὐδὲν ὄνομα τελευτᾷ, [15] οὐδὲ εἰς φωνῆεν βραχύ. Εἰς δὲ τὸ Ι τρία μόνον, ‘μέλι’, ‘κόμμι’, ‘πέπερι’. Εἰς δὲ τὸ Υ πέντε, τὸ ‘δόρυ’, τὸ ‘πῶυ’, τὸ ‘νᾶπυ’, τὸ ‘γόνυ’, τὸ ‘ἄστυ’. Τὰ δὲ μεταξὺ εἰς ταῦτα καὶ Ν καὶ Σ.
 
22. Λέξεως δὲ ἀρετὴ σαφῆ καὶ μὴ ταπεινὴν εἶναι. Σαφεστάτη μὲν οὖν ἐστιν ἡ ἐκ τῶν κυρίων ὀνομάτων, ἀλλὰ [20] ταπεινή· παράδειγμα δὲ ἡ Κλεοφῶντος ποίησις καὶ ἡ Σθενέλου. Σεμνὴ δὲ καὶ ἐξαλλάττουσα τὸ ἰδιωτικὸν ἡ τοῖς ξενικοῖς κεχρημένη· ξενικὸν δὲ λέγω γλῶτταν καὶ μεταφορὰν καὶ ἐπέκτασιν καὶ πᾶν τὸ παρὰ τὸ κύριον. Ἀλλ᾽ ἄν τις ἅπαντα τοιαῦτα ποιήσῃ, ἢ αἴνιγμα ἔσται ἢ [25] βαρβαρισμός· ἂν μὲν οὖν ἐκ μεταφορῶν, αἴνιγμα, ἐὰν δὲ ἐκ γλωττῶν, βαρβαρισμός. Αἰνίγματός τε γὰρ ἰδέα αὕτη ἐστί, τὸ λέγοντα ὑπάρχοντα ἀδύνατα συνάψαι· κατὰ μὲν οὖν τὴν τῶν <ἄλλων> ὀνομάτων σύνθεσιν οὐχ οἷόν τε τοῦτο ποιῆσαι, κατὰ δὲ τὴν μεταφορῶν ἐνδέχεται, οἷον ‘ἄνδρ᾽ εἶδον πυρὶ χαλκὸν [30] ἐπ᾽ ἀνέρι κολλήσαντα’, καὶ τὰ τοιαῦτα. Τὰ δὲ ἐκ τῶν γλωττῶν βαρβαρισμός.