Αποσπάσματα (Επίκτητος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομποτ: Κλειδί αλφαβητισμού κατηγορίας
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-ρρ +ῤῥ)
Γραμμή 5:
 
:'''''Fragmenta dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum'''''
:'''''Ἀποσπάσματα διατριβῶν Ἐπικτήτου μηδὲ ὑπὸ ἈρριανοῦἈῤῥιανοῦ μηδὲ ὑπὸ ἄλλων καταχωρηθέντα'''''
 
 
==ἈρριανοῦἈῤῥιανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας==
 
Τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων ἢ ἐξ ἀμερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δ' ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ μάλιστα θείη τις εἶναι καταληπτά, ἀλλ' οὖν τί ὄφελος καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας; -- Μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγγελμα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν; -- Τοῦτο δὲ μὲν οὔ, φησί. -- Τίς οὖν ἡ δύναμις αὐτοῦ; εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας; -- Φησίν. -- Εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ; πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφ' αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν; -- Πρὸς κοινωνίαν. -- Ὑπὸ τίνος; -- Ὑπὸ τῆς φύσεως. -- Τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ μή, ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγμονεῖν; ἈρριανοῦἈῤῥιανοῦ Ἐπικτητείου.
 
Ὁ τοῖς παροῦσι καὶ δεδομένοις ὑπὸ τῆς τύχης δυσχεραίνων ἰδιώτης ἐν βίῳ, ὁ δὲ ταῦτα γενναίως φέρων καὶ εὐλογίστω † τὰ ἀπ' αὐτῶν † ἀνὴρ ἀγαθὸς ἄξιος νομίζεσθαι. Τοῦ αὐτοῦ.
Γραμμή 24:
Τὸ δὲ οἴεσθαι εὐκαταφρονήτους τοῖς ἄλλοις ἔσεσθαι, ἐὰν μὴ τοὺς πρώτους ἐχθροὺς παντὶ τρόπῳ βλάψωμεν, σφόδρα ἀγεννῶν καὶ ἀνοήτων ἀνθρώπων. φαμὲν γὰρ τὸν εὐκαταφρόνητον νοεῖσθαι μὲν καὶ κατὰ τὸ ἀδύνατον εἶναι βλάψαι: ἀλλὰ πολὺ μᾶλλον νοεῖται κατὰ τὸ ἀδύνατον εἶναι ὠφελεῖν. Ῥούφου ἐκ τῶν Ἐπικτήτου περὶ φιλίας.
 
Ὅτι τοιαύτη ἡ τοῦ κόσμου φύσις καὶ ἦν καὶ ἔστι καὶ ἔσται καὶ οὐχ οἷόν τε ἄλλως γίγνεσθαι τὰ γιγνόμενα ἢ ὡς νῦν ἔχει: καὶ ὅτι ταύτης τῆς τροπῆς καὶ τῆς μεταβολῆς οὐ μόνον οἱ ἄνθρωποι μετειλήφασι καὶ τἆλλα ζῷα τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ θεῖα καὶ νὴ Δί' αὐτὰ τὰ τέτταρα στοιχεῖα ἄνω καὶ κάτω τρέπεται καὶ μεταβάλλει καὶ γῆ τε ὕδωρ γίνεται καὶ ὕδωρ ἀήρ, οὗτος δὲ πάλιν εἰς αἰθέρα μεταβάλλει: καὶ ὁ αὐτὸς τρόπος τῆς μεταβολῆς ἄνωθεν κάτω. ἐὰν πρὸς ταῦτά τις ἐπιχειρῇ ῥέπειν τὸν νοῦν καὶ πείθειν ἑαυτὸν ἑκόντα δέχεσθαι τὰ ἀναγκαῖα, πάνυ μετρίως καὶ μουσικῶς διαβιώσεται τὸν βίον. "ἄνευ τοῦ πράττειν, μέχρι τοῦ λέγειν" "Ἄνθρωπε, ποῦ βάλλεις; σκέψαι, εἰ κεκάθαρται τὸ ἀγγεῖον. ἂν γὰρ εἰς τὴν οἴησιν αὐτὰ βάλ[λ]ῃς, ἀπώλετο: ἢν σαπῇ, οὖρον ἢ ὄξος ἐγένετο ἢ εἴ τι τούτων χεῖρον." κυνικώτερον "ἀνέχου" et "ἀπέχου". Ἐκ τῶν ἈρριανοῦἈῤῥιανοῦ προτρεπτικῶν ὁμιλιῶν.
 
Ἀλλὰ δὴ Σωκράτης Ἀρχελάου μεταπεμπομένου αὐτὸν ὡς ποιήσοντος πλούσιον ἐκέλευσεν ἀπαγγεῖλαι αὐτῷ διότι "Ἀθήνησι τέσσαρές εἰσι χοίνικες τῶν ἀλφίτων ὀβολοῦ ὤνιοι καὶ κρῆναι ὕδατος ῥέουσιν". εἰ γάρ τοι μὴ ἱκανὰ τὰ ὄντα ἐμοί, ἀλλ' ἐγὼ τούτοις ἱκανὸς καὶ οὕτω κἀκεῖνα ἐμοί. ἢ οὐχ ὁρᾷς, ὅτι οὐκ εὐφωνότερον οὐδὲ ἥδιον ὁ Πῶλος τὸν τύραννον Οἰδίποδα ὑπεκρίνετο ἢ τὸν ἐπὶ Κολωνῷ ἀλήτην καὶ πτωχόν; εἶτα χείρων Πώλου ὁ γενναῖος ἀνὴρ φανεῖται, ὡς μὴ πᾶν τὸ περιτεθὲν ἐκ τοῦ δαιμονίου πρόσωπον ὑποκρίνασθαι καλῶς; οὐδὲ τὸν Ὀδυσσέα μιμήσεται, ὃς καὶ ἐν τοῖς ῥάκεσιν οὐδὲν μεῖον διέπρεπεν ἢ ἐν τῇ οὔλῃ χλαίνῃ τῇ πορφυρᾷ; ἈρριανοῦἈῤῥιανοῦ.
 
Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες. Ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων.
Γραμμή 89:
Οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.
 
Ἀθάνατον χρῆμα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὔτε παρρησίανπαῤῥησίαν ἀφαιρε[ῖ]τὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα διακρίνουσα ἀπ' αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.
 
 
Γραμμή 115:
==Επικτήτειον Γνωμολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 3-4)]==
 
Ὁ τύχῃ βίος συμπεπλεγμένος ἔοικε χειμάρρῳχειμάῤῥῳ ποταμῷ: καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνάμεστος καὶ δυσέμβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγοχρόνιος.
 
Ψυχὴ ὁμιλοῦσα ἀρετῇ ἔοικεν ἀεννάῳ πηγῇ: καὶ γὰρ καθαρὸν καὶ ἀτάραχον καὶ πότιμον καὶ νόστιμον καὶ κοινωνικὸν καὶ πλούσιον καὶ ἀβλαβὲς καὶ ἀνώλεθρον.