Λόγοι Κατά Ιουδαίων: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Pvasiliadis (συζήτηση | Συνεισφορά)
με γεια!
 
Pvasiliadis (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 5:
ΛΟΓΟΙ ΚΑΤΑ ΙΟΥΔΑΙΩΝ
 
48.843
==Λόγος πρῶτος.==
 
αʹ. Ἐβουλόμην ὑμῖν ἀποδοῦναι τὰ λείψανα σήμερον τῆς ὑποθέσεως, περὶ ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ δεῖξαι σαφέστερον, πῶς ἀκατάληπτός ἐστιν ὁ Θεός. Περὶ γὰρ τούτου τῇ παρελθούσῃ Κυριακῇ τοὺς πολλοὺς ἐκείνους καὶ μακροὺς ἐποιησάμεθα λόγους, ὅτε καὶ μάρτυρας παρηγάγομεν τόν τε Ἡσαΐαν καὶ τὸν Δαυῒδ καὶ τὸν Παῦλον. Ὁ μὲν γὰρ ἐβόα, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὁ δὲ ηὐχαρίστει αὐτῷ ὑπὲρ τῆς ἀκαταληψίας, λέγων· Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου· καὶ πάλιν, Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ὁ δὲ Παῦλος οὐκ εἰς αὐτὴν τῆς οὐσίας τὴν ἔρευναν διακύψας, ἀλλ' εἰς τὴν πρόνοιαν αὐτοῦ μόνην, μᾶλλον δὲ καὶ
Γραμμή 84 ⟶ 85 :
δὲ αὐτῶν τόλμαν καταγινώσκω, ἐὰν μὴ οὕτω νομίζωσιν. Εἰ μὲν γὰρ οἴκοθεν
ἀποφαίνομαι, κατάγνωθι· εἰ δὲ τοῦ προφήτου λέγω τὰ ῥήματα, δέξαι τὴν ἀπόφασιν.
 
γʹ. Οἶδα ὅτι πολλοὶ αἰδοῦνται Ἰουδαίους, καὶ σεμνὴν νομίζουσιν εἶναι τὴν ἐκείνων
πολιτείαν νῦν· διὸ τὴν ὀλεθρίαν ὑπόληψιν πρόῤῥιζον ἀνασπάσαι ἐπείγομαι. Εἶπον
Γραμμή 206 ⟶ 208 :
περιστέλλων αὐτὸν καὶ ἀποκρύπτων, πλείονα αὐτῷ παρέχει ῥᾳθυμίας ὑπόθεσιν, καὶ
μετὰ μείζονος ἀδείας παρασκευάζει τὴν πονηρίαν ἐργάζεσθαι.
 
εʹ. Ἀλλὰ γὰρ ἐπὶ τοὺς νοσοῦντας ἐπανελθεῖν δεῖ πάλιν. Ἐννοήσατε τοίνυν
τίσι κοινωνοῦσιν οἱ νηστεύοντες νῦν· τοῖς βοῶσι, Σταύρωσον, σταύρωσον· τοῖς
Γραμμή 264 ⟶ 267 :
ἀποστρεφέσθω, ὅτι ἐφ' ὕβρει κατέχουσι τοὺς ἁγίους, ὅτι ἀπιστοῦσι τοῖς ἐκείνων
ῥήμασιν, ὅτι τὴν ἐσχάτην αὐτῶν κατηγοροῦσιν ἀσέβειαν.
 
ςʹ. Καὶ ἵνα μάθητε, ὅτι οὐχ ἁγιάζει τὸν τόπον τὰ βιβλία, ἀλλὰ βέβηλον ποιεῖ
τῶν συνιόντων ἡ προαίρεσις, ἱστορίαν ὑμῖν διηγήσομαι παλαιάν. Πτολεμαῖος ὁ
Γραμμή 323 ⟶ 327 :
εἶπεν, ἕκαστος τῆς γυναικὸς τοῦ πλησίον ἐπεθύμει, ἀλλ' ἐμφαντικώτατα τῇ τῶν
ἀλόγων φωνῇ τὴν ἐκ τῆς ἀσελγείας ἐγγινομένην αὐτοῖς μανίαν ἐνέφηνεν.
 
ζʹ. Τί βούλεσθε ἕτερον εἴπω; τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τὰς τῶν πενήτων
προδοσίας, τὰς κλοπὰς, τὰς καπηλείας; Ἀλλ' οὐδὲ πᾶσα ἡμῖν πρὸς ταύτην ἀρκέσει
Γραμμή 475 ⟶ 480 :
Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.
 
 
48.857 Πρὸς τοὺς νηστεύοντας τὴν τῶν Ἰουδαίων νηστείαν, καὶ
πρὸς αὐτοὺς τοὺς Ἰουδαίους. Ἐλέχθη δὲπρὸ πέντε ἡμερῶν τῆς νηστείας
αὐτῶν, καὶ ἄλλης ἤδη λεχθείσης.

==Λόγος δεύτερος.==
 
αʹ. Ἡ μὲν παράνομος καὶ ἀκάθαρτος τῶν Ἰουδαίων νηστεία λοιπὸν ἐπὶ
θύραις. Μὴ θαυμάσητε δὲ εἰ ἀκάθαρτον αὐτὴν ἐκάλεσα νηστείαν οὖσαν· τὸ γὰρ παρὰ