Οδύσσεια/π: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
AndreasJS (συζήτηση | Συνεισφορά)
αρίθμηση
Γραμμή 5:

Τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

ἐντύνοντ' ἄριστον ἅμ' ἠόϊ, κηαμένω πῦρ,

ἔκπεμψάν τε νομῆας ἅμ' ἀγρομένοισι σύεσσι. {{r|260}}

Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι,

οὐδ' ὕλαον προσιόντα· νόησε δὲ δῖος Ὀδυσσεὺς

σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν.

αἶψα δ' ἄρ' Εὔμαιον ἔπεα πτερόεντα προσηύδα·

"Εὔμαι', ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδ' ἑταῖρος

ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν,

ἀλλὰ περισσαίνουσι· ποδῶν δ' ὑπὸ δοῦπον ἀκούω." {{r|10}}

οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς

ἔστη ἐνὶ προθύροισι. ταφὼν δ' ἀνόρουσε συβώτης,

ἐκ δ' ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖσ' ἐπονεῖτο {{r|270}}

κιρνὰς αἴθοπα οἶνον. ὁ δ' ἀντίος ἦλθεν ἄνακτος,

κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ

χεῖράς τ' ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ.

ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ

ἐλθόντ' ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ,

μοῦνον τηλύγετον, τῷ ἐπ' ἄλγεα πολλὰ μογήσῃ,

ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς {{r|20}}

πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα·

καί ῥ' ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα·

"ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος· οὔ σ' ἔτ' ἐγώ γε {{r|280}}

ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε.

ἀλλ' ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ

τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα.

οὐ μὲν γάρ τι θάμ' ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας,

ἀλλ' ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ,

ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{r|30}}

"ἔσσεται οὕτως, ἄττα· σέθεν δ' ἕνεκ' ἐνθάδ' ἱκάνω,

ὄφρα σέ τ' ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω,

ἤ μοι ἔτ' ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη {{r|290}}

ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ

χήτει ἐνευναίων κάκ' ἀράχνια κεῖται ἔχουσα."

τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

"καὶ λίην κείνη γε μένει τετληότι θυμῷ

σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ

φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ."

ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· {{r|40}}

αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν.

τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς·

Τηλέμαχος δ' ἑτέρωθεν ἐρήτυε φώνησέν τε· {{r|300}}

"ἧσο, ξεῖν'· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην

σταθμῷ ἐν ἡμετέρῳ· παρὰ δ' ἀνήρ, ὃς καταθήσει."

ὣς φάθ', ὁ δ' αὖτις ἰὼν κατ' ἄρ' ἕζετο· τῷ δὲ συβώτης

χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν·

ἔνθα καθέζετ' ἔπειτα Ὀδυσσῆος φίλος υἱός.

τοῖσιν δὲ κρειῶν πίνακας παρέθηκε συβώτης

ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, {{r|50}}

σῖτον δ' ἐσσυμένως παρενήεεν ἐν κανέοισιν,

ἐν δ' ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον·

αὐτὸς δ' ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. {{r|310}}

οἱ δ' ἐπ' ὀνείαθ' ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν·

"ἄττα, πόθεν τοι ξεῖνος ὅδ' ἵκετο; πῶς δέ ἑ ναῦται

ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο;

οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι."

τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· {{r|60}}

"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντ' ἀγορεύσω.

ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων,

φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι {{r|320}}

πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων.

νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν παρὰ νηὸς ἀποδρὰς

ἤλυθ' ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω.

ἕρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"Εὔμαι', ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες.

πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; {{r|70}}

αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα

ἄνδρ' ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ·

μητρὶ δ' ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, {{r|330}}

ἢ αὐτοῦ παρ' ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ,

εὐνήν τ' αἰδομένη πόσιος δήμοιό τε φῆμιν,

ἦ ἤδη ἅμ' ἕπηται, Ἀχαιῶν ὅς τις ἄριστος

μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν.

ἀλλ' ἦ τοι τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα,

ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε εἵματα καλά,

δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, {{r|80}}

πέμψω δ', ὅππῃ μιν κραδίη θυμός τε κελεύει.

εἰ δ' ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας·

εἵματα δ' ἐνθάδ' ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα {{r|340}}

ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους.

κεῖσε δ' ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι

ἔρχεσθαι, λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι·

μή μιν κερτομέωσιν· ἐμοὶ δ' ἄχος ἔσσεται αἰνόν.

πρῆξαι δ' ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα

ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι."

τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· {{r|90}}

"ὦ φίλ', ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν,

ἦ μάλα μευ καταδάπτετ' ἀκούοντος φίλον ἦτορ,

οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι {{r|350}}

ἐν μεγάροισ', ἀέκητι σέθεν τοιούτου ἐόντος.

εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ

ἐχθαίρουσ' ἀνὰ δῆμον ἐπισπόμενοι θεοῦ ὀμφῇ·

ἦ τι κασιγνήτοισ' ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ

μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται;

αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδ' ἐπὶ θυμῷ,

ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτὸς {{r|100}}

ἔλθοι ἀλητεύων· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα·

αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φῶς,

εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην {{r|360}}

ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος.

εἰ δ' αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα,

βουλοίμην κ' ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι

τεθνάμεν ἢ τάδε γ' αἰὲν ἀεικέα ἔργ' ὁράασθαι,

ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας

ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά,

καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας {{r|110}}

μὰψ αὔτως ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω. {{r|370}}

οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει,

οὔτε κασιγνήτοισ' ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ

μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται.

ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων·

μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε,

μοῦνον δ' αὖτ' Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς

μοῦνον ἔμ' ἐν μεγάροισι τεκὼν λίπεν, οὐδ' ἀπόνητο. {{r|120}}

τῶ νῦν δυσμενέες μάλα μυρίοι εἴσ' ἐνὶ οἴκῳ.

ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,

Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, {{r|380}}

ἠδ' ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι,

τόσσοι μητέρ' ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον.

ἡ δ' οὔτ' ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν

ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες

οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν.

ἀλλ' ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται·

ἄττα, σὺ δ' ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ {{r|130}}

εἴφ', ὅτι οἱ σῶς εἰμι καὶ ἐκ Πύλου εἰλήλουθα.

αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι

οἴη ἀπαγγείλας· τῶν δ' ἄλλων μή τις Ἀχαιῶν {{r|390}}

πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται."

τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

"γινώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις.

ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

εἰ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω

δυσμόρῳ, ὃς τεῖος μὲν Ὀδυσσῆος μέγ' ἀχεύων

ἔργα τ' ἐποπτεύεσκε μετὰ δμώων τ' ἐνὶ οἴκῳ {{r|140}}

πῖνε καὶ ἦσθ', ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι·

αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε,

οὔ πώ μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, {{r|400}}

οὐδ' ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε

ἧσται ὀδυρόμενος, φθινύθει δ' ἀμφ' ὀστεόφι χρώς."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"ἄλγιον, ἀλλ' ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ.

εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι,

πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ.

ἀλλὰ σύ γ' ἀγγείλας ὀπίσω κίε, μηδὲ κατ' ἀγροὺς {{r|150}}

πλάζεσθαι μετ' ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν

ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα

κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι." {{r|410}}

ἦ ῥα, καὶ ὦρσε συφορβόν· ὁ δ' εἵλετο χερσὶ πέδιλα,

δησάμενος δ' ὑπὸ ποσσὶ πόλινδ' ἴεν. οὐδ' ἄρ' Ἀθήνην

λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός,

ἀλλ' ἥ γε σχεδὸν ἦλθε· δέμας δ' ἤϊκτο γυναικὶ

καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ.

στῆ δὲ κατ' ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα·

οὐδ' ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδ' ἐνόησεν, - {{r|160}}

οὐ γάρ πως πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, -

ἀλλ' Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥ' οὐχ ὑλάοντο,

κνυζηθμῷ δ' ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. {{r|420}}

ἡ δ' ἄρ' ἐπ' ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς,

ἐκ δ' ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς,

στῆ δὲ πάροιθ' αὐτῆς. τὸν δὲ προσέειπεν Ἀθήνη·

"διογενὲς Λαερτιάδη, πολυμήχαν' Ὀδυσσεῦ,

ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδ' ἐπίκευθε,

ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρ' ἀραρόντε

ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδ' ἐγὼ αὐτὴ {{r|170}}

δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι."

ἦ, καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατ' Ἀθήνη.

φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα {{r|430}}

θῆκ' ἀμφὶ στήθεσφι, δέμας δ' ὤφελλε καὶ ἥβην.

ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δ' ἐτάνυσθεν,

κυάνεαι δ' ἐγένοντο ἐθειράδες ἀμφὶ γένειον.

ἡ μὲν ἄρ' ὣς ἕρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς

ἤϊεν ἐς κλισίην. θάμβησε δέ μιν φίλος υἱός,

ταρβήσας δ' ἑτέρωσε βάλ' ὄμματα, μὴ θεὸς εἴη,

καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· {{r|180}}

"ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν,

ἄλλα δὲ εἵματ' ἔχεις καί τοι χρὼς οὐκέθ' ὁμοῖος.

ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· {{r|440}}

ἀλλ' ἵληθ', ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ

ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δ' ἡμέων."

τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς·

"οὔ τίς τοι θεός εἰμι· τί μ' ἀθανάτοισιν ἐΐσκεις;

ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων

πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν."

ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν {{r|190}}

δάκρυον ἧκε χαμᾶζε· πάρος δ' ἔχε νωλεμὲς αἰεί.

Τηλέμαχος δ', - οὐ γάρ πω ἐπείθετο ὃν πατέρ' εἶναι, -

ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· {{r|450}}

"οὐ σύ γ' Ὀδυσσεύς ἐσσι πατὴρ ἐμός, ἀλλά με δαίμων

θέλγει, ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω.

οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο

ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν

ῥηϊδίως ἐθέλων θείη νέον ἠδὲ γέροντα.

ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο·

νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι." {{r|200}}

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·

"Τηλέμαχ', οὔ σε ἔοικε φίλον πατέρ' ἔνδον ἐόντα

οὔτε τι θαυμάζειν περιώσιον οὔτ' ἀγάασθαι· {{r|460}}

οὐ μὲν γάρ τοι ἔτ' ἄλλος ἐλεύσεται ἐνθάδ' Ὀδυσσεύς,

ἀλλ' ὅδ' ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δ' ἀληθείς,

ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.

αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης,

ἥ τέ με τοῖον ἔθηκεν ὅπως ἐθέλει, δύναται γάρ,

ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δ' αὖτε

ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματ' ἔχοντι. {{r|210}}

ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν,

ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι."

ὣς ἄρα φωνήσας κατ' ἄρ' ἕζετο, Τηλέμαχος δὲ {{r|470}}

ἀμφιχυθεὶς πατέρ' ἐσθλὸν ὀδύρετο δάκρυα λείβων.

ἀμφοτέροισι δὲ τοῖσιν ὑφ' ἵμερος ὦρτο γόοιο·

κλαῖον δὲ λιγέως, ἁδινώτερον ἤ τ' οἰωνοί,

φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα

ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι·

ὣς ἄρα τοί γ' ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἶβον.

καί νύ κ' ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, {{r|220}}

εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρ' αἶψα·

"ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται

ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; {{r|480}}

οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδ' ἱκέσθαι."

τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

"τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω.

Φαίηκές μ' ἄγαγον ναυσικλυτοί, οἵ τε καὶ ἄλλους

ἀνθρώπους πέμπουσιν, ὅτίς σφεας εἰσαφίκηται·

καί μ' εὕδοντ' ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες

κάτθεσαν εἰν Ἰθάκῃ, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, {{r|230}}

χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ' ὑφαντήν.

καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται·

νῦν αὖ δεῦρ' ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, {{r|490}}

ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν.

ἀλλ' ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον,

ὄφρ' εἰδέω, ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί·

καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας

φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθ' ἀντιφέρεσθαι

μούνω ἄνευθ' ἄλλων, ἦ καὶ διζησόμεθ' ἄλλους."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· {{r|240}}

"ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον,

χεῖράς τ' αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν·

ἀλλὰ λίην μέγα εἶπες· ἄγη μ' ἔχει· οὐδέ κεν εἴη {{r|500}}

ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι.

μνηστήρων δ' οὔτ' ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύ' οἶαι,

ἀλλὰ πολὺ πλέονες· τάχα δ' εἴσεαι ἐνθάδ' ἀριθμόν.

ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα

κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται·

ἐκ δὲ Σάμης πίσυρες τε καὶ εἴκοσι φῶτες ἔασιν,

ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, {{r|250}}

ἐκ δ' αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι,

καί σφιν ἅμ' ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς

καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. {{r|510}}

τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων,

μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτείσεαι ἐλθών.

ἀλλὰ σύ γ', εἰ δύνασαί τιν' ἀμύντορα μερμηρίξαι,

φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ."

τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

"τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον,

καὶ φράσαι, ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ {{r|260}}

ἀρκέσει, ἦέ τιν' ἄλλον ἀμύντορα μερμηρίξω."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"ἐσθλώ τοι τούτω γ' ἐπαμύντορε, τοὺς ἀγορεύεις, {{r|520}}

ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις

ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι."

τὸν δ' αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς·

"οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον

φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν

ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος.

ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμ' ἠόϊ φαινομένηφι {{r|270}}

οἴκαδε καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει·

αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει

πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. {{r|530}}

εἰ δέ μ' ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ

τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο,

ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε

ἢ βέλεσιν βάλλωσι· σὺ δ' εἰσορόων ἀνέχεσθαι.

ἀλλ' ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων,

μειλιχίοισ' ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι

πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. {{r|280}}

ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη,

νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δ' ἔπειτα νοήσας, {{r|540}}

ὅσσα τοι ἐν μεγάροισιν ἀρήϊα τεύχεα κεῖται,

ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας

πάντα μάλ'· αὐτὰρ μνηστῆρας μαλακοῖσ' ἐπέεσσι

παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·

"ἐκ καπνοῦ κατέθηκ', ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει,

οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς,

ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετ' ἀϋτμή. {{r|290}}

πρὸς δ' ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων,

μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν,

ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα {{r|550}}

καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος."

νῶϊν δ' οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε

καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι,

ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κ' ἔπειτα

Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς.

ἄλλο δέ τοι ἐρέω, σὺ δ' ἐνὶ φρεσὶ βάλλεο σῇσιν·

εἰ ἐτεόν γ' ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, {{r|300}}

μή τις ἔπειτ' Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος·

μήτ' οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης

μήτε τις οἰκήων μήτ' αὐτὴ Πηνελόπεια, {{r|560}}

ἀλλ' οἶοι σύ τ' ἐγώ τε γυναικῶν γνώομεν ἰθύν.

καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν,

ἠμὲν ὅ πού τις νῶϊ τίει καὶ δείδιε θυμῷ,

ἠδ' ὅτις οὐκ ἀλέγει, σὲ δ' ἀτιμᾷ τοῖον ἐόντα."

τὸν δ' ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός·

"ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γ', ὀΐω,

γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μ' ἔχουσιν· {{r|310}}

ἀλλ' οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω

ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα.

δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, {{r|570}}

ἔργα μετερχόμενος· τοὶ δ' ἐν μεγάροισιν ἕκηλοι

κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδ' ἔπι φειδώ.

ἀλλ' ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα,

αἵ τέ σ' ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν·

ἀνδρῶν δ' οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι

ἡμέας πειράζειν, ἀλλ' ὕστερα ταῦτα πένεσθαι,

εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο." {{r|320}}

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

ἡ δ' ἄρ' ἔπειτ' Ἰθάκηνδε κατήγετο νηῦς ἐϋεργής,

ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. {{r|580}}

οἱ δ' ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο,

νῆα μὲν οἵ γε μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,

τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες,

αὐτίκα δ' ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα.

αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος,

ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ,

οὕνεκα Τηλέμαχος μὲν ἐπ' ἀγροῦ, νῆα δ' ἀνώγει {{r|330}}

ἄστυδ' ἀποπλείειν, ἵνα μὴ δείσασ' ἐνὶ θυμῷ

ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι.

τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς {{r|590}}

τῆς αὐτῆς ἕνεκ' ἀγγελίης, ἐρέοντε γυναικί.

ἀλλ' ὅτε δή ῥ' ἵκοντο δόμον θείου βασιλῆος,

κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν·

"ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε."

Πηνελοπείῃ δ' εἶπε συβώτης ἄγχι παραστὰς

πάνθ' ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι.

αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, {{r|340}}

βῆ ῥ' ἴμεναι μεθ' ὕας, λίπε δ' ἕρκεά τε μέγαρόν τε.

μνηστῆρες δ' ἀκάχοντο κατήφησάν τ' ἐνὶ θυμῷ,

ἐκ δ' ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, {{r|600}}

αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο.

τοῖσιν δ' Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχ' ἀγορεύειν·

"ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη

Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι.

ἀλλ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν, ἥ τις ἀρίστη,

ἐς δ' ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα

κείνοισ' ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι." {{r|350}}

οὔ πω πᾶν εἴρηθ', ὅτ' ἄρ' Ἀμφίνομος ἴδε νῆα,

στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός,

ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. {{r|610}}

ἡδὺ δ' ἄρ' ἐκγελάσας μετεφώνεεν οἷσ' ἑτάροισι·

"μή τιν' ἔτ' ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον.

ἤ τίς σφιν τόδ' ἔειπε θεῶν ἢ εἴσιδον αὐτοὶ

νῆα παρερχομένην, τὴν δ' οὐκ ἐδύναντο κιχῆναι."

ὣς ἔφαθ', οἱ δ' ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης,

αἶψα δὲ νῆα μέλαιναν ἐπ' ἠπείροιο ἔρυσσαν,

τεύχεα δέ σφ' ἀπένεικαν ὑπέρθυμοι θεράποντες. {{r|360}}

αὐτοὶ δ' εἰς ἀγορὴν κίον ἁθρόοι, οὐδέ τιν' ἄλλον

εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων.

τοῖσιν δ' Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· {{r|620}}

"ὢ πόποι, ὡς τόνδ' ἄνδρα θεοὶ κακότητος ἔλυσαν.

ἤματα μὲν σκοποὶ ἷζον ἐπ' ἄκριας ἠνεμοέσσας

αἰὲν ἐπασσύτεροι· ἅμα δ' ἠελίῳ καταδύντι

οὔ ποτ' ἐπ' ἠπείρου νύκτ' ἄσαμεν, ἀλλ' ἐνὶ πόντῳ

νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν,

Τηλέμαχον λοχόωντες, ἵνα φθείσωμεν ἑλόντες

αὐτόν· τὸν δ' ἄρα τεῖος ἀπήγαγεν οἴκαδε δαίμων. {{r|370}}

ἡμεῖς δ' ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον

Τηλεμάχῳ, μηδ' ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω

τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. {{r|630}}

αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε,

λαοὶ δ' οὐκέτι πάμπαν ἐφ' ἡμῖν ἦρα φέρουσιν.

ἀλλ' ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς

εἰς ἀγορήν· - οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω,

ἀλλ' ἀπομηνίσει, ἐρέει δ' ἐν πᾶσιν ἀναστάς,

οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδ' ἐκίχημεν·

οἱ δ' οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· {{r|380}}

μή τι κακὸν ῥέξωσι καὶ ἥμεας ἐξελάσωσι

γαίης ἡμετέρης, ἄλλων δ' ἀφικώμεθα δῆμον.

ἀλλὰ φθέωμεν ἑλόντες ἐπ' ἀγροῦ νόσφι πόληος {{r|640}}

ἢ ἐν ὁδῷ· βίοτον δ' αὐτοὶ καὶ κτήματ' ἔχωμεν,

δασσάμενοι κατὰ μοῖραν ἐφ' ἡμέας, οἰκία δ' αὖτε

κείνου μητέρι δοῖμεν ἔχειν ἠδ' ὅς τις ὀπυίοι.

εἰ δ' ὕμιν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε

αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα,

μή οἱ χρήματ' ἔπειτα ἅλις θυμηδέ' ἔδωμεν

ἐνθάδ' ἀγειρόμενοι, ἀλλ' ἐκ μεγάροιο ἕκαστος {{r|390}}

μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κ' ἔπειτα

γήμαιθ' ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι."

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. {{r|650}}

τοῖσιν δ' Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε,

Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος,

ὅς ῥ' ἐκ Δουλιχίου πολυπύρου ποιήεντος

ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ

ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητ' ἀγαθῇσιν·

ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν·

"ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι {{r|400}}

Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστι

κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς.

εἰ μέν κ' αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, {{r|660}}

αὐτός τε κτενέω τούς τ' ἄλλους πάντας ἀνώξω·

εἰ δέ κ' ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα."

ὣς ἔφατ' Ἀμφίνομος, τοῖσιν δ' ἐπιήνδανε μῦθος.

αὐτίκ' ἔπειτ' ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος,

ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν.

ἡ δ' αὖτ' ἄλλ' ἐνόησε περίφρων Πηνελόπεια,

μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. {{r|410}}

πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον·

κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς.

βῆ δ' ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. {{r|670}}

ἀλλ' ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν,

στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο,

ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα,

Ἀντίνοον δ' ἐνένιπεν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

"Ἀντίνο', ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν

ἐν δήμῳ Ἰθάκης μεθ' ὁμήλικας ἔμμεν ἄριστον

βουλῇ καὶ μύθοισι· σὺ δ' οὐκ ἄρα τοῖος ἔησθα. {{r|420}}

μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε

ῥάπτεις, οὐδ' ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς

μάρτυρος; οὐδ' ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. {{r|680}}

ἦ οὐκ οἶσθ' ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων,

δῆμον ὑποδδείσας; δὴ γὰρ κεχολώατο λίην,

οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν

ἤκαχε Θεσπρωτούς· οἱ δ' ἥμιν ἄρθμιοι ἦσαν.

τόν ῥ' ἔθελον φθεῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ

ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν·

ἀλλ' Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. {{r|430}}

τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα

παῖδά τ' ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις·

ἀλλά σε παύεσθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους." {{r|690}}

τὴν δ' αὖτ' Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα·

"κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια,

θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.

οὐκ ἔσθ' οὗτος ἀνὴρ οὐδ' ἔσσεται οὐδὲ γένηται,

ὅς κεν Τηλεμάχῳ, σῷ υἱέϊ, χεῖρας ἐποίσει

ζώοντός γ' ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο.

ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· {{r|440}}

αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ

ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς

πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν {{r|700}}

ἐν χείρεσσιν ἔθηκεν ἐπέσχε τε οἶνον ἐρυθρόν.

τῶ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν

ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα

ἔκ γε μνηστήρων· θεόθεν δ' οὐκ ἔστ' ἀλέασθαι."

ὣς φάτο θαρσύνων, τῷ δ' ἤρτυεν αὐτὸς ὄλεθρον.

ἡ μὲν ἄρ' εἰσαναβᾶσ' ὑπερώϊα σιγαλόεντα

κλαῖεν ἔπειτ' Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον {{r|450}}

ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη.

ἑσπέριος δ' Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς

ἤλυθεν· οἱ δ' ἄρα δόρπον ἐπισταδὸν ὁπλίζοντο, {{r|710}}

σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη

ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα

ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα,

λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης

γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ

ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο.

τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· {{r|460}}

"ἦλθες, δῖ' Εὔμαιε· τί δὴ κλέος ἔστ' ἀνὰ ἄστυ;

ἤ ῥ' ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν

ἐκ λόχου, ἦ ἔτι μ' αὖθ' εἰρύαται οἴκαδ' ἰόντα;" {{r|720}}

τὸν δ' ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα·

"οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι

ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει

ἀγγελίην εἰπόντα πάλιν δεῦρ' ἀπονέεσθαι.

ὡμήρησε δέ μοι παρ' ἑταίρων ἄγγελος ὠκύς,

κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν.

ἄλλο δέ τοι τόδε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν· {{r|470}}

ἤδη ὑπὲρ πόλιος, ὅθι Ἕρμαιος λόφος ἐστίν,

ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν

ἐς λιμέν' ἡμέτερον· πολλοὶ δ' ἔσαν ἄνδρες ἐν αὐτῇ, {{r|730}}

βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι·

καί σφεας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα."

ὣς φάτο, μείδησεν δ' ἱερὴ ἲς Τηλεμάχοιο

ἐς πατέρ' ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δ' ὑφορβόν.

οἱ δ' ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα,

δαίνυντ', οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, {{r|480}}

κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.

[[Κατηγορία:Οδύσσεια]]

[[en:The Odyssey/Book XVI]]
[[fr:L'Odyssée-16]]