Οδύσσεια/π: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Χωρίς σύνοψη επεξεργασίας
Γραμμή 4:
{{Πλοήγηση|Ὀδύσσεια ο|Ὀδύσσεια|Ὀδύσσεια ρ}}

τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι.

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖς δ' Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων,

ἤ μιν ἔτ' ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι

αὐτοῦ ἐνὶ σταθμῷ ἦ ὀτρύνειε πόλινδε·

"κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι·

ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι

πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους.

ἀλλά μοι εὖ θ' ὑπόθευ καὶ ἅμ' ἡγεμόν' ἐσθλὸν ὄπασσον, {{r|10}}

ὅς κέ με κεῖσ' ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ

πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ.

καί κ' ἐλθὼν πρὸς δώματ' Ὀδυσσῆος θείοιο

ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ,

καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην,

εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρί' ἔχοντες.

αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν, ὅττι θέλοιεν.

ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·

Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων

ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, {{r|20}}

δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος,

πῦρ τ' εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι,

δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι,

οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες."

τὸν δὲ μέγ' ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα·

"ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα

ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθ' ὀλέσθαι,

εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον,

τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει.

οὔ τοι τοιοίδ' εἰσὶν ὑποδρηστῆρες ἐκείνων, {{r|30}}

ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας,

αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα,

οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι

σίτου καὶ κρειῶν ἠδ' οἴνου βεβρίθασιν.

ἀλλὰ μέν'· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι,

οὔτ' ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν.

αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός,

κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει,

πέμψει δ' ὅππῃ σε κραδίη θυμός τε κελεύει."

τὸν δ' ἠμείβετ' ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· {{r|40}}

"αἴθ' οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο

ὡς ἐμοί, ὅττι μ' ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς.

πλαγκτοσύνης δ' οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν·

ἀλλ' ἕνεκ' οὐλομένης γαστρὸς κακὰ κήδε' ἔχουσιν

ἀνέρες, ὅν τιν' ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος.

νῦν δ' ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας,

εἴπ' ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο

πατρός θ', ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ,

ἤ που ἔτι ζώουσιν ὑπ' αὐγὰς ἠελίοιο,

ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι." {{r|50}}

τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

"τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλ' ἀτρεκέως ἀγορεύσω.

Λαέρτης μὲν ἔτι ζώει, Διὶ δ' εὔχεται αἰεὶ

θυμὸν ἀπὸ μελέων φθίσθαι οἷσ' ἐν μεγάροισιν·

ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο

κουριδίης τ' ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα

ἤκαχ' ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν.

ἡ δ' ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο,

λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε

ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἕρδοι. {{r|60}}

ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης,

τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι,

οὕνεκά μ' αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ,

θυγατέρ' ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων·

τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μ' ἧσσον ἐτίμα.

αὐτὰρ ἐπεί ῥ' ἥβην πολυήρατον ἱκόμεθ' ἄμφω,

τὴν μὲν ἔπειτα Σάμηνδ' ἔδοσαν καὶ μυρί' ἕλοντο,

αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματ' ἐκείνη

καλὰ μάλ' ἀμφιέσασα ποσίν θ' ὑποδήματα δοῦσα

ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον. {{r|70}}

νῦν δ' ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ

ἔργον ἀέξουσιν μάκαρες θεοί, ᾧ ἐπιμίμνω·

τῶν ἔφαγόν τ' ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα.

ἐκ δ' ἄρα δεσποίνης οὐ μείλιχόν ἐστιν ἀκοῦσαι

οὔτ' ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ,

ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν

ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι

καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι

ἀγρόνδ', οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει."

τὸν δ' ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· {{r|80}}

"ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα,

πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων.

ἀλλ' ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,

ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια,

ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ,

ἦ σέ γε μουνωθέντα παρ' οἴεσιν ἢ παρὰ βουσὶν

ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδ' ἐπέρασσαν

τοῦδ' ἀνδρὸς πρὸς δώμαθ', ὁ δ' ἄξιον ὦνον ἔδωκε."

τὸν δ' αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν·

"ξεῖν', ἐπεὶ ἂρ δὴ ταῦτά μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς, {{r|90}}

σιγῇ νῦν ξυνίει καὶ τέρπεο πῖνέ τε οἶνον,

ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν,

ἔστι δὲ τερπομένοισιν ἀκουέμεν· οὐδέ τί σε χρή,

πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος.

τῶν δ' ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει,

εὑδέτω ἐξελθών· ἅμα δ' ἠόϊ φαινομένηφι

δειπνήσας ἅμ' ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω.

νῶϊ δ' ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε

κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι

μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, {{r|100}}

ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλ' ἐπαληθῇ.

τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς.

νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις,

Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο,

οὔ τι περιπληθὴς λίην τόσον, ἀλλ' ἀγαθὴ μέν,

εὔβοος εὔμηλος, οἰνοπληθὴς πολύπυρος.

πείνη δ' οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη

νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν·

ἀλλ' ὅτε γηράσκωσι πόλιν κάτα φῦλ' ἀνθρώπων,

ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξύν, {{r|110}}

οἷσ' ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.

ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται·

τῇσιν δ' ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε,

Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν.

ἔνθα δὲ Φοίνικες ναυσικλυτοὶ ἤλυθον ἄνδρες,

τρῶκται, μυρί' ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ.

ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσ' ἐνὶ οἴκῳ,

καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα·

τὴν δ' ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον.

πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ {{r|120}}

εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει

θηλυτέρῃσι γυναιξί, καὶ ἥ κ' εὐεργὸς ἔῃσιν.

εἰρώτα δὴ ἔπειτα, τίς εἴη καὶ πόθεν ἔλθοι·

ἡ δὲ μάλ' αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ·

"ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι,

κούρη δ' εἴμ' Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·

ἀλλά μ' ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες

ἀγρόθεν ἐρχομένην, πέρασαν δέ με δεῦρ' ἀγαγόντες

τοῦδ' ἀνδρὸς πρὸς δώμαθ'· ὁ δ' ἄξιον ὦνον ἔδωκε."

τὴν δ' αὖτε προσέειπεν ἀνήρ, ὃς μίσγετο λάθρῃ· {{r|130}}

"ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμ' ἡμῖν οἴκαδ' ἕποιο,

ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ

αὐτούς τ'; ἦ γὰρ ἔτ' εἰσὶ καὶ ἀφνειοὶ καλέονται."

τὸν δ' αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

"εἴη κεν καὶ τοῦτ', εἴ μοι ἐθέλοιτέ γε, ναῦται,

ὅρκῳ πιστωθῆναι ἀπήμονά μ' οἴκαδ' ἀπάξειν."

ὣς ἔφαθ', οἱ δ' ἄρα πάντες ἐπώμνυον, ὡς ἐκέλευεν.

αὐτὰρ ἐπεί ῥ' ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον,

τοῖς δ' αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·

"σιγῇ νῦν· μή τίς με προσαυδάτω ἐπέεσσιν {{r|140}}

ὑμετέρων ἑτάρων ξυμβλήμενος ἢ ἐν ἀγυιῇ

ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι

ἐλθὼν ἐξείπῃ, ὁ δ' ὀϊσάμενος καταδήσῃ

δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δ' ἐπιφράσσετ' ὄλεθρον.

ἀλλ' ἔχετ' ἐν φρεσὶ μῦθον, ἐπείγετε δ' ὦνον ὁδαίων.

ἀλλ' ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται,

ἀγγελίη μοι ἔπειτα θοῶς πρὸς δώμαθ' ἱκέσθω·

οἴσω γὰρ καὶ χρυσόν, ὅτις χ' ὑποχείριος ἔλθῃ.

καὶ δέ κεν ἄλλ' ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην·

παῖδα γὰρ ἀνδρὸς ἐῆος ἐνὶ μεγάροισ' ἀτιτάλλω, {{r|150}}

κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·

τόν κεν ἄγοιμ' ἐπὶ νηός, ὁ δ' ὕμιν μυρίον ὦνον

ἄλφοι, ὅπῃ περάσητε κατ' ἀλλοθρόους ἀνθρώπους."

ἡ μὲν ἄρ' ὣς εἰποῦσ' ἀπέβη πρὸς δώματα καλά·

οἱ δ' ἐνιαυτὸν ἅπαντα παρ' ἡμῖν αὖθι μένοντες

ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο.

ἀλλ' ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι,

καὶ τότ' ἄρ' ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.

ἤλυθ' ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς

χρύσεον ὅρμον ἔχων, μετὰ δ' ἠλέκτροισιν ἔερτο. {{r|160}}

τὸν μὲν ἄρ' ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ

χερσίν τ' ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο,

ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.

ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,

ἡ δ' ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.

εὗρε δ' ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας

ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρ' ἀμφεπένοντο.

οἱ μὲν ἄρ' ἐς θῶκον πρόμολον δήμοιό τε φῆμιν,

ἡ δ' αἶψα τρί' ἄλεισα κατακρύψασ' ὑπὸ κόλπῳ

ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. {{r|170}}

δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·

ἡμεῖς δ' ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,

ἔνθ' ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.

οἱ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,

νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.

ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·

ἀλλ' ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων,

τὴν μὲν ἔπειτα γυναῖκα βάλ' Ἄρτεμις ἰοχέαιρα,

ἄντλῳ δ' ἐνδούπησε πεσοῦσ' ὡς εἰναλίη κήξ.

καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι {{r|180}}

ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.

τοὺς δ' Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ,

ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.

οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι."

τὸν δ' αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·

"Εὔμαι', ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας

ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.

ἀλλ' ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε

Ζεύς, ἐπεὶ ἀνδρὸς δώματ' ἀφίκεο πολλὰ μογήσας

ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε {{r|190}}

ἐνδυκέως, ζώεις δ' ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε

πολλὰ βροτῶν ἐπὶ ἄστε' ἀλώμενος ἐνθάδ' ἱκάνω."

ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,

καδδραθέτην δ' οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα·

αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δ' ἐπὶ χέρσου

Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δ' ἕλον ἱστὸν

καρπαλίμως, τὴν δ' εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.

ἐκ δ' εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι' ἔδησαν·

ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης

δεῖπνόν τ' ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. {{r|200}}

αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,

τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων·

"ὑμεῖς μὲν νῦν ἄστυδ' ἐλαύνετε νῆα μέλαιναν,

αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας·

ἑσπέριος δ' εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι.

ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην,

δαῖτ' ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο."

τὸν δ' αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·

"πῇ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθ' ἵκωμαι

ἀνδρῶν, οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; {{r|210}}

ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο;"

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"ἄλλως μέν σ' ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην

ἔρχεσθ'· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ

χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ

ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσ' ἐνὶ οἴκῳ

φαίνεται, ἀλλ' ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει.

ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι, ὅν κεν ἵκοιο,

Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν,

τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· {{r|220}}

καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα

μητέρ' ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν.

ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων,

εἴ κέ σφιν πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ."

ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις,

κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι

τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε

μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο.

τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας

ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε· {{r|230}}

"Τηλέμαχ', οὔ τοι ἄνευ θεοῦ ἤλυθε δεξιὸς ὄρνις·

ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα.

ὑμετέρου δ' οὐκ ἔστι γένευς βασιλεύτερον ἄλλο

ἐν δήμῳ Ἰθάκης, ἀλλ' ὑμεῖς καρτεροὶ αἰεί."

τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

"αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·

τῶ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα

ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι."

ἦ, καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον·

"Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα {{r|240}}

πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμ' ἕποντο·

καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν

ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω."

τὸν δ' αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα·

"Τηλέμαχ', εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοις,

τόνδε τ' ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται."

ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δ' ἑταίρους

αὐτούς τ' ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι.

οἱ δ' αἶψ' εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.

Τηλέμαχος δ' ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, {{r|250}}

εἵλετο δ' ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ,

νηὸς ἀπ' ἰκριόφιν· τοὶ δὲ πρυμνήσι' ἔλυσαν.

οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε

Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·

τὸν δ' ὦκα προβιβῶντα πόδες φέρον, ὄφρ' ἵκετ' αὐλήν,

ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης

ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς.

Τὼ δ' αὖτ' ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς

ἐντύνοντ' ἄριστον ἅμ' ἠόϊ, κηαμένω πῦρ,