Αποσπάσματα (Επίκτητος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-<div.*class="polytonic".*> +{{Πολυτονικό}})
επικεφαλίδες
Γραμμή 5:
 
:'''''Fragmenta dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum'''''
:'''''ΑποσπάσματαἈποσπάσματα διατριβώνδιατριβῶν ΕπικτήτουἘπικτήτου μηδέμηδὲ υπόὑπὸ ΑρριανούἈρριανοῦ μηδέμηδὲ υπόὑπὸ άλλων καταχωρηθέντα'''''
 
 
:'''==Ἀρριανοῦ Ἐπικτητείου πρὸς τὸν περὶ οὐσίας'''==
 
Τί μοι μέλει, φησί, πότερον ἐξ ἀτόμων ἢ ἐξ ἀμερῶν ἢ ἐκ πυρὸς καὶ γῆς συνέστηκε τὰ ὄντα; οὐ γὰρ ἀρκεῖ μαθεῖν τὴν οὐσίαν τοῦ ἀγαθοῦ καὶ κακοῦ καὶ τὰ μέτρα τῶν ὀρέξεων καὶ ἐκκλίσεων καὶ ἔτι ὁρμῶν καὶ ἀφορμῶν καὶ τούτοις ὥσπερ κανόσι χρώμενον διοικεῖν τὰ τοῦ βίου, τὰ δ' ὑπὲρ ἡμᾶς ταῦτα χαίρειν ἐᾶν, ἃ τυχὸν μὲν ἀκατάληπτά ἐστι τῇ ἀνθρωπίνῃ γνώμῃ, εἰ δὲ καὶ τὰ μάλιστα θείη τις εἶναι καταληπτά, ἀλλ' οὖν τί ὄφελος καταληφθέντων; οὐχὶ δὲ διακενῆς πράγματα ἔχειν φατέον τοὺς ταῦτα ὡς ἀναγκαῖα τῷ τοῦ φιλοσόφου λόγῳ προσνέμοντας; -- Μή τι οὖν καὶ τὸ ἐν Δελφοῖς παράγγελμα παρέλκον ἐστί, τὸ Γνῶθι σαυτόν; -- Τοῦτο δὲ μὲν οὔ, φησί. -- Τίς οὖν ἡ δύναμις αὐτοῦ; εἰ χορευτῇ τις παρήγγελλε τὸ γνῶναι ἑαυτόν, οὔκουν ἂν τῇ προστάξει προσεῖχε τῷ ἐπιστραφῆναι καὶ τῶν συγχορευτῶν καὶ τῆς πρὸς αὐτοὺς συμφωνίας; -- Φησίν. -- Εἰ δὲ ναύτῃ; εἰ δὲ στρατιώτῃ; πότερον οὖν ὁ ἄνθρωπος αὐτὸς ἐφ' αὑτοῦ πεποιῆσθαί σοι δοκεῖ ζῷον ἢ πρὸς κοινωνίαν; -- Πρὸς κοινωνίαν. -- Ὑπὸ τίνος; -- Ὑπὸ τῆς φύσεως. -- Τίνος οὔσης καὶ πῶς διοικούσης τὰ ὅλα καὶ πότερον οὔσης ἢ μή, ταῦτα οὐκέτι ἀναγκαῖον πολυπραγμονεῖν; Ἀρριανοῦ Ἐπικτητείου.
Γραμμή 51:
 
 
:'''==Ἐπικτήτου.'''==
 
Θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν: εἰ γὰρ ἔδει πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη. τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα λειτουργοῦμεν καθ' ἑκάστην ἡμέραν. νάττω τουτονὶ τὸν θύλακον: εἶτα κενῶ: τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν. διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων: ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ ὅμως ἠνειχόμην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται; -- Φιλῶ, φησιν, αὐτό. -- Οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν [αὐτὸ] ἡ φύσις σοι δέδωκεν; ἡ δ' αὐτὴ λέγει "ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε".
 
 
:'''==Τοῦ αὐτοῦ.'''==
 
Ἐὰν νέος τελευτᾷ τὸν βίον †, ἐγκαλεῖ τοῖς θεοῖς †, ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπολιπεῖν προθυμίας καὶ ἐπιμελείας. θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.
 
:'''==Ἐπικτήτου.'''==
 
Ὅτῳ μετὰ ἀνατάσεως καὶ ἀπειλῆς ἐπιχειρεῖς, μέμνησο προλέγειν, ὅτι ἥμερος εἶ: καὶ οὐδὲν ἄγριον δράσας ἀμετανόητος καὶ ἀνεύθυνος διαγενήσῃ.
Γραμμή 73:
 
 
:'''==Ἐκ τοῦ Ἐπικτήτου ἐγχειριδίου.'''==
 
Μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς: ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν: ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου .c 8 [Ἐπικτήτου.]
Γραμμή 92:
 
 
:'''==Επικτήτειον Γνωμολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 1-2)]'''==
 
Ἐπικτήτου. Θεοὺς δικαίᾳ καὶ μεμετρημένῃ διαθέσει τίμα, ἀλλὰ μὴ ἀμέτροις δωρεαῖς κολάκευε: οὔτε γὰρ κολακείᾳ χαίρει θεὸς οὔτε ὁ κολακεύων τιμᾷ τὸ θεῖον.
Γραμμή 113:
 
 
:'''==Επικτήτειον Γνωμολογικόν [Gnomologium Epicteteum (e Stobaei libris 3-4)]'''==
 
Ὁ τύχῃ βίος συμπεπλεγμένος ἔοικε χειμάρρῳ ποταμῷ: καὶ γὰρ ταραχώδης καὶ ἰλύος ἀνάμεστος καὶ δυσέμβατος καὶ τυραννικὸς καὶ πολύηχος καὶ ὀλιγοχρόνιος.