Διαφορά μεταξύ των αναθεωρήσεων του «Προς Αυτόλυκον»

μορφοποίηση, υποκεφαλίδες
μ
(μορφοποίηση, υποκεφαλίδες)
{{Τίτλος|Προς Αυτόλυκον|Θεοφίλου|[[Θεόφιλος ο Αντιοχεύς]]}}
</div>
 
* ''Στην αγγλική γλώσσα, το κείμενο του Πρώτου Βιβλίου μπορεί να βρεθεί [http://www.ccel.org/ccel/schaff/anf02.iv.ii.html εδώ], στην ιστοσελίδα του Christian Classics Ethereal Library. <br><br><br>
 
{{Πολυτονικό}}
ΘΕΟΦΙΛΟΥ ΠΡΟΣ ΑΥΤΟΛΥΚΟΝ
 
'''==Βιβλίο I'''==
 
1. Στωμύλον μὲν οὖν στόμα καὶ φράσις εὐεπὴς τέρψιν παρέχει καὶ ἔπαινον πρὸς κενὴν δόξαν ἀθλίοις ἀνθρώποις ἔχουσι τὸν νοῦν κατεφθαρμένον· ὁ δὲ τῆς ἀληθείας ἐραστὴς οὐ προσέχει λόγοις μεμιαμμένοις, ἀλλὰ ἐξετάζει τὸ ἔργον τοῦ λόγου τί καὶ ὁποῖόν ἐστιν. ἐπειδὴ οὖν, ὦ ἑταῖρε, κατέπληξάς με λόγοις κενοῖς καυχησάμενος ἐν τοῖς θεοῖς σου τοῖς λιθίνοις καὶ ξυλίνοις, ἐλατοῖς τε καὶ χωνευτοῖς καὶ πλαστοῖς καὶ γραπτοῖς, <οἳ οὔτε βλέπουσιν οὔτε ἀκούουσιν> (εἰσὶ γὰρ <εἴδωλα> καὶ <ἔργα χειρῶν ἀνθρώπων>), ἔτι δὲ φῄς με καὶ χριστιανὸν ὡς κακὸν τοὔνομα φοροῦντα, ἐγὼ μὲν οὖν ὁμολογῶ εἶναι χριστιανός, καὶ φορῶ τὸ θεοφιλὲς ὄνομα τοῦτο ἐλπίζων εὔχρηστος εἶναι τῷ θεῷ. οὐ γὰρ ὡς σὺ ὑπολαμβάνεις, χαλεπὸν εἶναι τοὔνομα τοῦ θεοῦ, οὕτως ἔχει· ἴσως δὲ ἔτι αὐτὸς σὺ ἄχρηστος ὢν τῷ θεῷ περὶ τοῦ θεοῦ οὕτως φρονεῖς.
 
'''==Βιβλίο II'''==
 
1. Ἐπειδὴ πρὸ τούτων τῶν ἡμερῶν ἐγένετο λόγος ἡμῖν, ὦ ἀγαθώτατε Αὐτόλυκε, πυθομένου σου τίς μου ὁ θεὸς καὶ δι' ὀλίγου παρασχόντος σου τὰ ὦτα τῇ ὁμιλίᾳ ἡμῶν, περὶ τῆς θεοσεβείας μου ἐξεθέμην σοι· ἔτι δὲ καὶ ἀποταξάμενοι ἑαυτοῖς μετὰ πλείστης φιλίας ἐπορεύθημεν ἕκαστος εἰς τὸν ἑαυτοῦ οἶκον, καίπερ σκληρῶς τὰ πρῶτά σου ἔχοντος πρὸς ἡμᾶς· οἶδας γὰρ καὶ μέμνησαι ὅτι ὑπέλαβες μωρίαν εἶναι τὸν λόγον ἡμῶν. σοῦ οὖν μετὰ ταῦτα προτρεψαμένου με, κἂν <ἰδιώτης ὦ τῷ λόγῳ>, πλὴν βούλομαί σοι καὶ νῦν διὰ τοῦδε τοῦ συγγράμματος ἀκριβέστερον ἐπιδεῖξαι τὴν ματαιοπονίαν καὶ ματαίαν θρησκείαν ἐν ᾗ κατέχῃ, ἅμα καὶ δι' ὀλίγων τῶν κατά σε ἱστοριῶν ὧν ἀναγινώσκεις, ἴσως δὲ οὐδέπω γινώσκεις, τὸ ἀληθὲς φανερόν σοι ποιῆσαι.
 
3. Καὶ τῶν μὲν τότε θεῶν, εἴπερ ἐγεννῶντο, γένεσις πολλὴ ηὑρίσκετο. τὸ δὲ νῦν ποῦ θεῶν γένεσις δείκνυται; εἰ γὰρ τότε ἐγέννων καὶ ἐγεννῶντο, δῆλον ὅτι ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γίνεσθαι θεοὺς γεννητούς· εἰ δὲ μή γε, ἀσθενὲς τὸ τοιοῦτο νοηθήσεσθαι· ἢ γὰρ ἐγήρασαν, διὸ οὐκ ἔτι γεννῶσιν, ἢ ἀπέθανον καὶ οὐκ ἔτι εἰσίν. εἰ γὰρ ἐγεννῶντο θεοί, ἐχρῆν καὶ ἕως τοῦ δεῦρο γεννᾶσθαι, καθάπερ γὰρ καὶ ἄνθρωποι γεννῶνται· μᾶλλον δὲ καὶ πλείονες θεοὶ ὤφειλον εἶναι τῶν ἀνθρώπων, ὥς φησιν Σίβυλλα·
<poem>
 
Εἰ δὲ θεοὶ γεννῶσι καὶ ἀθάνατοί γε μένουσι,
πλείονες ἀνθρώπων γεγεννημένοι ἂν θεοὶ ἦσαν,
οὐδὲ τόπος στῆναι θνητοῖς οὐκ ἄν ποθ' ὑπῆρξεν.
</poem>
 
εἰ γὰρ ἀνθρώπων θνητῶν καὶ ὀλιγοχρονίων ὄντων τὰ γεννώμενα τέκνα ἕως τοῦ δεῦρο δείκνυται, καὶ οὐ πέπαυται τὸ μὴ γεννᾶσθαι ἀνθρώπους, διὸ πληθύουσι πόλεις καὶ κῶμαι, ἔτι μὴν καὶ χῶραι κατοικοῦνται, πῶς οὐχὶ μᾶλλον ἐχρῆν θεοὺς τοὺς μὴ ἀποθνήσκοντας κατὰ τοὺς ποιητὰς γεννᾶν καὶ γεννᾶσθαι, καθώς φατε θεῶν γένεσιν γεγενῆσθαι; πρὸς τί δὲ τότε μὲν τὸ ὄρος τὸ καλούμενον Ὄλυμπος ὑπὸ θεῶν κατῳκεῖτο, νυνὶ δὲ ἔρημον τυγχάνει; ἢ τίνος εἵνεκεν τότε μὲν ὁ Ζεὺς ἐν τῇ Ἴδῃ κατῴκει (ἐγινώσκετο οἰκῶν ἐκεῖ κατὰ τὸν Ὅμηρον καὶ τοὺς λοιποὺς ποιητάς) νῦνι δὲ ἀγνοεῖται; διὰ τί δὲ καὶ οὐκ ἦν πανταχόσε, ἀλλὰ ἐν μέρει γῆς εὑρίσκετο; ἢ γὰρ τῶν λοιπῶν ἠμέλει, ἢ ἀδύνατος ἦν τοῦ πανταχόσε εἶναι καὶ τῶν πάντων προνοεῖν. εἰ γὰρ ἦν, εἰ τύχοι εἰπεῖν, ἐν τόπῳ ἀνατολικῷ, οὐκ ἦν ἐν τόπῳ δυτικῷ· εἰ δὲ αὖ πάλιν ἐν τοῖς δυτικοῖς ἦν, οὐκ ἦν ἐν τοῖς ἀνατολικοῖς. Θεοῦ δὲ τοῦ ὑψίστου καὶ παντοκράτορος καὶ τοῦ ὄντως θεοῦ τοῦτό ἐστιν μὴ μόνον τὸ πανταχόσε εἶναι, ἀλλὰ καὶ <πάντα ἐφορᾶν καὶ πάντων ἀκούειν>, ἔτι μὴν μηδὲ τὸ ἐν τόπῳ χωρεῖσθαι· εἰ δὲ μή γε, μείζων ὁ χωρῶν τόπος αὐτοῦ εὑρεθήσεται· μεῖζον γάρ ἐστιν τὸ χωροῦν τοῦ χωρουμένου· Θεὸς γὰρ οὐ χωρεῖται, ἀλλὰ αὐτός ἐστι τόπος τῶν ὅλων.
 
 
5. Ὥστε ἀσύμφωνός ἐστιν ἡ γνώμη κατὰ τοὺς φιλοσόφους καὶ συγγράφεις. τούτων γὰρ ταῦτα ἀποφηναμένων, εὑρίσκεται ὁ ποιητὴς Ὅμηρος ἑτέρᾳ ὑποθέσει εἰσάγων γένεσιν οὐ μόνον κόσμου ἀλλὰ καὶ θεῶν. φησὶν γάρ που·
<poem>
 
Ὠκεανόν τε, θεῶν γένεσιν, καὶ μητέρα Τηθύν,
ἐξ οὗ δὴ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα.
</poem>
 
ἃ δὴ λέγων οὐκ ἔτι θεὸν συνιστᾷ. τίς γὰρ οὐκ ἐπίσταται τὸν Ὠκεανὸν ὕδωρ εἶναι; εἰ δὲ ὕδωρ, οὐκ ἄρα θεός. ὁ δὲ θεός, εἰ τῶν ὅλων ποιητής ἐστιν, καθὼς καὶ ἔστιν, ἄρα καὶ τοῦ ὕδατος καὶ τῶν θαλασσῶν κτίστης ἐστίν.
 
Ἡσίοδος δὲ καὶ αὐτὸς οὐ μόνον θεῶν γένεσιν ἐξεῖπεν, ἀλλὰ καὶ αὐτοῦ τοῦ κόσμου. καὶ τὸν μὲν κόσμον γενητὸν εἰπὼν ἠτόνησεν εἰπεῖν ὑφ' οὗ γέγονεν. ἔτι μὴν καὶ θεοὺς ἔφησεν Κρόνον καὶ τὸν ἐξ αὐτοῦ Δία, Ποσειδῶνά τε καὶ Πλούτωνα, καὶ τούτους μεταγενεστέρους εὑρίσκομεν τοῦ κόσμου. ἔτι δὲ καὶ τὸν Κρόνον πολεμεῖσθαι ὑπὸ τοῦ Διὸς τοῦ ἰδίου παιδὸς ἱστορεῖ. οὕτως γάρ φησιν·
<poem>
 
Κάρτεϊ νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα
ἀθανάτοις διέταξεν ὅμως καὶ ἐπέφραδε τιμάς.
</poem>
 
εἶτα ἐπιφέρει λέγων τὰς τοῦ Διὸς θυγατέρας, ἃς καὶ Μούσας προσαγορεύει, ὧν ἱκέτης εὑρίσκεται βουλόμενος μαθεῖν παρ' αὐτῶν τίνι τρόπῳ τὰ πάντα γεγένηται. λέγει γάρ·
<poem>
 
Χαίρετε, τέκνα Διός, δότε δ' ἱμερόεσσαν ἀοιδήν.
κλείετε δ' ἀθανάτων μακάρων γένος αἰὲν ἐόντων,
οἳ γῆς ἐξεγένοντο καὶ οὐρανοῦ ἀστερόεντος,
νυκτός τε δνοφερῆς, οὓς ἁλμυρὸς ἔτρεφε πόντος.
εἴπατε δ' ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο,
καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θύων,
ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν,
ὥς τ' ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο,
ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον.
ταῦτά μοι ἔσπετε Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι
ἐξ ἀρχῆς, καὶ εἴπαθ' ὅ τι πρῶτον γένετ' αὐτῶν.
</poem>
 
πῶς δὲ ταῦτα ἠπίσταντο αἱ Μοῦσαι, μεταγενέστεραι οὖσαι τοῦ κόσμου; ἢ πῶς ἠδύναντο διηγήσασθαι τῷ Ἡσιόδῳ, ὅπου δὴ ὁ πατὴρ αὐτῶν οὔπω γεγένηται;
 
6. Καὶ ὕλην μὲν τρόπῳ τινὶ ὑποτίθεται, καὶ κόσμου ποίησιν, λέγων·
<poem>
 
Ἤτοι μὲν πρώτιστα χάος γένετ', αὐτὰρ ἔπειτα
γαῖ' εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ
ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,
Τάρταρά τ' ἠερόεντα, μυχὸν χθονὸς εὐρυοδείης,
ἠδ' Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι,
λυσιμελής, πάντων τε θεῶν πάντων τ' ἀνθρώπων
δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.
ἐκ Χάεος δ' Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο.
Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑωυτῇ
Οὐρανὸν ἀστερόενθ', ἵνα μιν περὶ πάντα καλύπτῃ,
ὄφρ' εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί·
γείνατο δ' οὔρεα μακρά, θεᾶν χαρίεντας ἐναύλους
Νυμφέων, αἳ ναίουσιν ἀν' οὔρεα βησσήεντα·
ἠδὲ καὶ ἀτρύγετον πέλαγος τέκεν οἴδματι θῦον,
πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα
Οὐρανῷ εὐνηθεῖσα τέκ' Ὠκεανὸν βαθυδίνην.
</poem>
 
καὶ ταῦτα εἰπὼν οὐδὲ οὕτως ἐδήλωσεν ὑπὸ τίνος ἐγένοντο. εἰ γὰρ ἐν πρώτοις ἦν χάος, καὶ ὕλη τις προϋπέκειτο ἀγένητος οὖσα, τίς ἄρα ἦν ὁ ταύτην μετασκευάζων καὶ μεταρρυθμίζων καὶ μεταμορφῶν; πότερον αὐτὴ ἑαυτὴν ἡ ὕλη μετεσχημάτιζεν καὶ ἐκόσμει; ὁ γὰρ Ζεὺς μετὰ χρόνον πολὺν γεγένηται, οὐ μόνον τῆς ὕλης ἀλλὰ καὶ τοῦ κόσμου καὶ πλήθους ἀνθρώπων· ἔτι μὴν καὶ ὁ πατὴρ αὐτοῦ Κρόνος. ἢ μᾶλλον ἦν κύριόν τι τὸ ποιῆσαν αὐτήν, λέγω δὲ θεός, ὁ καὶ κατακοσμήσας αὐτήν;
 
7. Τί δέ μοι λέγειν τοὺς κατὰ Ἕλληνας μύθους καὶ τὴν ἐν αὐτοῖς ματαιοπονίαν, Πλούτωνα μὲν σκότους βασιλεύοντα, καὶ Ποσειδῶνα ὑπὸ πόντων δύνοντα καὶ τῇ Μελανίππῃ περιπλεκόμενον καὶ υἱὸν ἀνθρωποβόρον γεννήσαντα, ἢ περὶ τῶν τοῦ Διὸς παίδων ὁπόσα οἱ συγγραφεῖς ἐτραγῴδησαν; καὶ ὅτι οὗτοι ἄνθρωποι καὶ οὐ θεοὶ ἐγεννήθησαν, τὸ γένος αὐτῶν αὐτοὶ καταλέγουσιν.
Ἀριστοφάνης δὲ ὁ κωμικὸς ἐν ταῖς ἐπιγραφομέναις Ὄρνισιν, ἐπιχειρήσας περὶ τῆς τοῦ κόσμου ποιήσεως, ἔφη ἐν πρώτοις ὠὸν γεγενῆσθαι τὴν σύστασιν τοῦ κόσμου, λέγων·
<poem>
 
Πρώτιστα τεκὼν μελανόπτερος ᾠόν.
</poem>
 
Ἀλλὰ καὶ Σάτυρος ἱστορῶν τοὺς δήμους Ἀλεξανδρέων, ἀρξάμενος ἀπὸ Φιλοπάτορος τοῦ καὶ Πτολεμαίου προσαγορευθέντος, τούτου μηνύει Διόνυσον ἀρχηγέτην γεγονέναι· διὸ καὶ φυλὴν ὁ Πτολεμαῖος πρώτην κατέστησεν. λέγει οὖν ὁ Σάτυρος οὕτως·
”Διονύσου καὶ Ἀλθαίας τῆς Θεστίου γεγενῆσθαι Δηϊάνειραν, τῆς δὲ καὶ Ἡρακλέους τοῦ Διὸς Ὕλλον, τοῦ δὲ Κλεοδαῖον, τοῦ δὲ Ἀριστόμαχον, τοῦ δὲ Τήμενον, τοῦ δὲ Κεῖσον, τοῦ δὲ Μάρωνα, τοῦ δὲ Θέστιον, τοῦ δὲ Ἀκοόν, τοῦ δὲ Ἀριστοδαμίδαν, τοῦ δὲ Καρανόν, τοῦ δὲ Κοινόν, τοῦ δὲ Τυρίμμαν, τοῦ δὲ Περδίκκαν, τοῦ δὲ Φίλιππον, τοῦ δὲ Ἀέροπον, τοῦ δὲ Ἀλκέταν, τοῦ δὲ Ἀμύνταν, τοῦ δὲ Βόκρον, τοῦ δὲ Μελέαγρον, τοῦ δὲ Ἀρσινόην, τῆς δὲ καὶ Λάγου Πτολεμαῖον τὸν καὶ Σωτῆρα, τοῦ δὲ καὶ Βερενίκης Πτολεμαῖον τὸν Φιλάδελφον, τοῦ δὲ καὶ Ἀρσινόης Πτολεμαῖον τὸν Εὐεργέτην, τοῦ δὲ καὶ Βερενίκης τῆς Μάγα τοῦ ἐν Κυρήνῃ βασιλεύσαντος Πτολεμαῖον τὸν Φιλοπάτορα. ἡ μὲν οὖν πρὸς Διόνυσον τοῖς ἐν Ἀλεξανδρείᾳ βασιλεύσασιν συγγένεια οὕτως περιέχει. ὅθεν καὶ ἐν τῇ Διονυσίᾳ φυλῇ δῆμοί εἰσιν κατακεχωρισμένοι. Ἀλθηῒς ἀπὸ τῆς γενομένης γυναικὸς Διονύσου, θυγατρὸς δὲ Θεστίου, Ἀλθαίας. Δηϊανειρὶς ἀπὸ τῆς θυγατρὸς Διονύσου καὶ Ἀλθαίας, γυναικὸς δὲ Ἡρακλέους. ὅθεν καὶ τὰς προσωνυμίας ἔχουσιν οἱ κατ' αὐτοὺς δῆμοι· Ἀριαδνὶς ἀπὸ τῆς θυγατρὸς Μίνω, γυναικὸς δὲ Διονύσου, παιδὸς πατροφίλης τῆς μιχθείσης Διονύσῳ ἐν μορφῇ † Πρύμνιδι †, Θεστὶς ἀπὸ Θεστίου τοῦ Ἀλθαίας πατρός, Θοαντὶς ἀπὸ Θοαντὸς παιδὸς Διονύσου, Σταφυλὶς ἀπὸ Σταφύλου υἱοῦ Διονύσου, Εὐαινὶς ἀπὸ Εὐνόος υἱοῦ Διονύσου, Μαρωνὶς ἀπὸ Μάρωνος υἱοῦ Ἀριάδνης καὶ Διονύσου. οὗτοι γὰρ πάντες υἱοὶ Διονύσου.”
 
Ἕτεροι δ' αὖ εἶπον πρόνοιαν εἶναι, καὶ τὰ τούτων δόγματα ἀνέλυσαν. Ἄρατος μὲν οὖν φησιν·
<poem>
 
Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν
ἄρρητον. μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί,
πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα
καὶ λιμένες· πάντη δὲ Διὸς κεχρήμεθα πάντες.
τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ' ἤπιος ἀνθρώποισιν
δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει
μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη
βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι
καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
</poem>
 
τίνι οὖν πιστεύσωμεν, πότερον Ἀράτῳ ἢ Σοφοκλεῖ λέγοντι·
<poem>
 
Πρόνοια δ' ἐστὶν οὐδενός,
εἰκῇ κράτιστον ζῆν ὅπως δύναιτό τις;
</poem>
 
Ὅμηρος δὲ πάλιν τούτῳ οὐ συνᾴδει. λέγει γάρ·
<poem>
 
Ζεὺς δ' ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε.
</poem>
 
καὶ Σιμωνίδης·
<poem>
 
Οὔτις ἄνευ θεῶν
ἀρετὰν λάβεν, οὐ πόλις, οὐ βρότος·
θεὸς ὁ παμμῆτις, ἀπήμαντον δ' οὐδέν
ἐστιν ἐν αὐτοῖς.
</poem>
 
ὁμοίως καὶ Εὐριπίδης·
<poem>
 
Οὐκ ἔστιν οὐδὲν χωρὶς ἀνθρώποις θεοῦ.
</poem>
 
καὶ Μένανδρος·
<poem>
 
Οὐκ ἄρα φροντίζει τις ἡμῶν ἢ μόνος θεός.
</poem>
 
καὶ πάλιν Εὐριπίδης·
<poem>
 
Σῶσαι γὰρ ὁπόταν τῷ θεῷ δοκῇ,
πολλὰς προφάσεις δίδωσιν εἰς σωτηρίαν.
</poem>
 
καὶ Θέστιος·
<poem>
 
Θεοῦ θέλοντος σώζῃ, κἂν ἐπὶ ῥιπὸς πλέῃς.
</poem>
 
καὶ τὰ τοιαῦτα μυρία εἰπόντες ἀσύμφωνα ἑαυτοῖς ἐξεῖπον. ὁ γοῦν Σοφοκλῆς ἀπρονοησίαν εἴρων ἐν ἑτέρῳ λέγει·
<poem>
 
Θεοῦ δὲ πληγὴν οὐχ ὑπερπηδᾷ βροτός.
</poem>
 
Πλὴν καὶ πληθὺν εἰσήγαγον ἢ καὶ μοναρχίαν εἶπον, καὶ πρόνοιαν εἶναι τοῖς λέγουσιν ἀπρονοησίαν τἀναντία εἰρήκασιν. ὅθεν Εὐριπίδης ὁμολογεῖ λέγων·
<poem>
 
Σπουδάζομεν δὲ πολλ' ὑπ' ἐλπίδων, μάτην
πόνους ἔχοντες, οὐδὲν εἰδότες.
</poem>
 
Καὶ μὴ θέλοντες ὁμολογοῦσιν τὸ ἀληθὲς μὴ ἐπίστασθαι· ὑπὸ δαιμόνων δὲ ἐμπνευσθέντες καὶ ὑπ' αὐτῶν φυσιωθέντες ἃ εἶπον δι' αὐτῶν εἶπον. ἤτοι γὰρ οἱ ποιηταί, Ὅμηρος δὴ καὶ Ἡσίοδος ὥς φασιν ὑπὸ Μουσῶν ἐμπνευσθέντες, φαντασίᾳ καὶ πλάνῃ ἐλάλησαν, καὶ οὐ καθαρῷ πνεύματι ἀλλὰ πλάνῳ. ἐκ τούτου δὲ σαφῶς δείκνυται, εἰ καὶ οἱ δαιμονῶντες ἐνίοτε καὶ μέχρι τοῦ δεῦρο ἐξορκίζονται κατὰ τοῦ ὀνόματος τοῦ ὄντως θεοῦ, καὶ ὁμολογεῖ αὐτὰ τὰ πλάνα πνεύματα εἶναι δαίμονες, οἱ καὶ τότε εἰς ἐκείνους ἐνεργήσαντες, πλὴν ἐνίοτέ τινες τῇ ψυχῇ ἐκνήψαντες ἐξ αὐτῶν εἶπον ἀκόλουθα τοῖς προφήταις, ὅπως εἰς μαρτύριον αὐτοῖς τε καὶ πᾶσιν ἀνθρώποις περί τε θεοῦ μοναρχίας καὶ κρίσεως καὶ τῶν λοιπῶν ὧν ἔφασαν.
 
 
30. Ὁ οὖν Κάϊν καὶ αὐτὸς ἔσχεν υἱὸν ᾧ ὄνομα Ἐνώχ. καὶ ᾠκοδόμησεν πόλιν, ἣν ἐπωνόμασεν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. ἀπὸ τότε ἀρχὴ ἐγένετο τοῦ οἰκοδομεῖσθαι πόλεις, καὶ τοῦτο πρὸ κατακλυσμοῦ, οὐχ ὡς Ὅμηρος ψεύδεται λέγων·
<poem>
 
Οὐ γάρ πω πεπόλιστο πόλις μερόπων ἀνθρώπων.
</poem>
 
<Τῷ δὲ Ἐνὼχ ἐγενήθη υἱὸς ὀνόματι Γαϊδάδ· ἐγέννησεν> τὸν καλούμενον <Μεήλ>, καὶ <Μεὴλ τὸν Μαθουσάλα>, καὶ <Μαθουσάλα τὸν Λάμεχ. ὁ δὲ Λάμεχ ἔλαβεν ἑαυτῷ δύο γυναῖκας>, αἷς ὀνόματα <Ἀδᾶ> καὶ <Σελᾶ>. ἔκτοτε ἀρχὴ ἐγένετο τῆς πολυμιξίας, ἀλλὰ καὶ τῆς μουσικῆς. τῷ γὰρ Λάμεχ ἐγένοντο τρεῖς υἱοί, Ὠβὴλ, Ἰουβὰλ, Θοβέλ. καὶ ὁ μὲν Ὠβὴλ, ἐγένετο <ἀνὴρ ἐν σκηναῖς κτηνοτροφῶν, Ἰουβὰλ δέ ἐστιν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν, Θοβὲλ> δὲ <ἐγένετο σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου>. ἕως μὲν οὖν τούτου ἔσχεν τὸν κατάλογον τὸ σπέρμα τοῦ Κάϊν· καὶ τὸ λοιπὸν εἰς λήθην αὐτοῦ γέγονεν τὸ σπέρμα τῆς γενεαλογίας, διὰ τὸ ἀδελφοκτονῆσαι αὐτὸν τὸν ἀδελφόν.
 
 
Ἔφη δὲ οὕτως·
<poem>
 
Ἀλλ' ὁπόταν μεγάλοιο θεοῦ τελέωνται ἀπειλαί,
ἅς ποτ' ἐπηπείλησε βροτοῖς, ὅτε πύργον ἔτευξαν
χώρῃ ἐν Ἀσσυρίῃ. ὁμόφωνοι δ' ἦσαν ἅπαντες,
καὶ βούλοντ' ἀναβῆναι εἰς οὐρανὸν ἀστερόεντα.
αὐτίκα δ' ἀθάνατος μεγάλην ἐπέθηκεν ἀνάγκην
πνεύμασιν· αὐτὰρ ἔπειτ' ἄνεμοι μέγαν ὑψόθι πύργον
ῥίψαν καὶ θνητοῖσιν ἐπ' ἀλλήλοις ἔριν ὦρσαν.
αὐτὰρ ἐπεὶ πύργος τ' ἔπεσεν, γλῶσσαί τ' ἀνθρώπων
εἰς πολλὰς θνητῶν ἐμερίσθησαν διαλέκτους.
</poem>
 
καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὖν ἐγενήθη ἐν γῇ Χαλδαίων.
 
 
36. Σίβυλλα δέ, ἐν Ἕλλησιν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν γενομένη προφῆτις, ἐν ἀρχῇ τῆς προφητείας αὐτῆς ὀνειδίζει τὸ τῶν ἀνθρώπων γένος, λέγουσα·
<poem>
 
Ἄνθρωποι θνητοὶ καὶ σάρκινοι, οὐδὲν ἐόντες,
πῶς ταχέως ὑψοῦσθε, βίου τέλος οὐκ ἐσορῶντες,
οὐ τρέμετ' οὐδὲ φοβεῖσθε θεόν, τὸν ἐπίσκοπον ὑμῶν,
ὕψιστον γνώστην, πανεπόπτην, μάρτυρα πάντων,
παντοτρόφον κτίστην, ὅστις γλυκὺ πνεῦμ' ἐν ἅπασιν
κάτθετο, χἠγητῆρα βροτῶν πάντων ἐποίησεν;
εἷς θεός, ὃς μόνος ἄρχει, ὑπερμεγέθης, ἀγένητος,
παντοκράτωρ, ἀόρατος, ὁρῶν μόνος αὐτὸς ἅπαντα,
αὐτὸς δ' οὐ βλέπεται θνητῆς ὑπὸ σαρκὸς ἁπάσης.
τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ
ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ;
ἀλλ' οὐδ' ἀκτίνων κατεναντίον ἡελίοιο
ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες,
ἄνδρες ἐν ὀστήεσσι, φλέβες καὶ σάρκες ἐόντες.
αὐτὸν τὸν μόνον ὄντα σέβεσθ' ἡγήτορα κόσμου,
ὃς μόνος εἰς αἰῶνα καὶ ἐξ αἰῶνος ἐτύχθη.
αὐτογενής, ἀγένητος, ἅπαντα κρατῶν διαπαντός,
πᾶσι βροτοῖσι νέμων τὸ κριτήριον ἐν φαῒ κοινῷ.
τῆς κακοβουλοσύνης δὲ τὸν ἄξιον ἕξετε μισθόν,
ὅττι θεὸν προλιπόντες ἀληθινὸν ἀεναόν τε
δοξάζειν, αὐτῷ τε θύειν ἱερὰς ἑκατόμβας,
δαίμοσι τὰς θυσίας ἐποιήσατε τοῖσιν ἐν ἅδῃ·
τύφῳ καὶ μανίῃ δὲ βαδίζετε, καὶ τρίβον ὀρθὴν
εὐθεῖαν προλιπόντες ἀπήλθετε, καὶ δι' ἀκανθῶν
καὶ σκολόπων ἐπλανᾶσθε. βροτοὶ παύσασθε μάταιοι
ῥεμβόμενοι σκοτίῃ καὶ ἀφεγγέϊ νυκτὶ μελαίνῃ,
καὶ λίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε.
οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει.
ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ γνόφον αἰεί·
ἡελίου γλυκυδερκὲς ἰδοὺ φάος ἔξοχα λάμπει.
γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν·
εἷς θεὸς ἔστι, βροχάς, ἀνέμους, σεισμοὺς ἐπιπέμπων,
ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ
καὶ νιφετούς, κρύσταλλα. τί δὴ καθ' ἓν ἐξαγορεύω;
οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει.
</poem>
 
καὶ πρὸς τοὺς γενητοὺς λεγομένους ἔφη·
<poem>
 
Εἰ δὲ γενητὸν ὅλως καὶ φθείρεται, οὐ δύνατ' ἀνδρὸς
ἐκ μηρῶν μήτρας τε θεὸς τετυπωμένος εἶναι.
ἀλλὰ θεὸς μόνος εἷς πανυπέρτατος, ὃς πεποίηκεν
οὐρανὸν ἡέλιόν τε καὶ ἀστέρας ἠδὲ σελήνην,
καρποφόρον γαῖάν τε καὶ ὕδατος οἴδματα πόντου,
οὔρεα θ' ὑψήεντα καὶ ἀέναα χεύματα πηγῶν·
τῶν τ' ἐνύδρων πάλι γεννᾷ ἀνήριθμον πολὺ πλῆθος.
ἕρπετα δὲ γαίης κινούμενα ψυχοτροφεῖται,
ποικίλα τε πτηνῶν λιγυρόθροα, τραυλίζοντα,
ξουθά, λιγυπτερόφωνα, ταράσσοντ' ἀέρα ταρσοῖς,
ἐν δὲ νάπαις ὀρέων ἀγρίαν γένναν θέτο θηρῶν·
ἡμῖν τε κτήνη ὑπέταξεν πάντα βροτοῖσιν,
πάντων δ' ἡγητῆρα κατέστησεν θεότευκτον,
ἀνδρὶ δ' ὑπαίταξεν παμποίκιλα κοὐ καταληπτά.
τίς γὰρ σὰρξ δύναται θνητῶν γνῶναι τάδ' ἅπαντα;
ἀλλ' αὐτὸς μόνος οἶδεν ὁ ποιήσας τάδ' ἀπ' ἀρχῆς
ἄφθαρτος κτίστης αἰώνιος, αἰθέρα ναίων,
τοῖς ἀγαθοῖς ἀγαθὸν προφέρων πολὺ πλείονα μισθόν,
τοῖς δὲ κακοῖς ἀδίκοις τε χόλον καὶ θυμὸν ἐγείρων,
καὶ πόλεμον καὶ λοιμὸν ἴδ' ἄλγεα δακρυόεντα.
ἄνθρωποι, τί μάτην ὑψούμενοι ἐκριζοῦσθε;
Αἰσχύνθητε γαλᾶς καὶ κνώδαλα θειοποιοῦντες.
οὐ μανίη καὶ λύσσα φρενῶν αἴσθησιν ἀφαιρεῖ,
εἰ λοπάδας κλέπτουσι θεοί, συλοῦσι δὲ χύτρας;
ἀντὶ δὲ χρυσήεντα πόλον κατὰ πίονα ναίειν
σητόβρωτα δέδορκε, πυκναῖς δ' ἀράχναις δεδίασται·
προσκυνέοντες ὄφεις κύνας αἰλούρους, ἀνόητοι,
καὶ πετεηνὰ σέβεσθε καὶ ἑρπετὰ θηρία γαίης
καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα,
καὶ παρ' ὁδοῖσι λίθων συγχώσματα· ταῦτα σέβεσθε
ἄλλα τε πολλὰ μάταια, ἃ δή κ' αἰσχρὸν ἀγορεύειν,
εἰσι θεοὶ μερόπων δόλῳ ἡγητῆρες ἀβούλων
τῶν δὴ κἀκ στόματος χεῖται θανατηφόρος ἰός.
ὃς δ' ἔστι ζωή τε καὶ ἄφθιτον ἀέναον φῶς,
καὶ μέλιτος γλυκερώτερον ἀνδράσι χάρμα
ἐκπροχέει τῷ δὴ μόνῳ αὐχένα κάμπτειν,
καὶ τρίβον αἰώνεσσιν ἐν εὐσεβέεσσ' ἀνακλίνοις.
ταῦτα λιπόντες ἅπαντα, δίκης μεστὸν τὸ κύπελλον
ζωρότερον, στιβαρόν, βεβαρημένον, εὖ μάλ' ἄκρητον,
εἱλκύσατ' ἀφροσύνῃ μεμανηότι πνεύματι πάντες·
κοὐ θέλετ' ἐκνῆψαι καὶ σώφρονα πρὸς νόον ἐλθεῖν,
καὶ γνῶναι βασιλῆα θεόν, τὸν πάντ' ἐφορῶντα.
τοὔνεκεν αἰσθομένοιο πυρὸς σέλας ἔρχετ' ἐφ' ὑμᾶς·
λαμπάσι καυθήσεσθε δι' αἰῶνος τὸ πανῆμαρ,
ψευδέσιν αἰσχυνθέντες ἐπ' εἰδώλοισιν ἀχρήστοις.
οἱ δὲ θεὸν τιμῶντες ἀληθινὸν ἀέναόν τε
ζωὴν κληρονομοῦσι, τὸν αἰῶνος χρόνον αὐτοὶ
οἰκοῦντες παραδείσου ὁμῶς ἐριθηλέα κῆπον,
δαινύμενοι γλυκὺν ἄρτον ἀπ' οὐρανοῦ ἀστερόεντος.
</poem>
 
ὅτι μὲν οὖν ταῦτα <ἀληθῆ> καὶ ὠφέλιμα καὶ <δίκαια> καὶ <προφιλῆ> πᾶσιν ἀνθρώποις τυγχάνει, δῆλόν ἐστιν, καὶ ὅτι οἱ κακῶς δράσαντες ἀναγκαίως ἔχουσιν κατ' ἀξίαν τῶν πράξεων κολασθῆναι.
 
37. Ἤδη δὲ καὶ τῶν ποιητῶν τινες ὡσπερεὶ λόγια ἑαυτοῖς ἐξεῖπον ταῦτα καὶ εἰς μαρτύριον τοῖς τὰ ἄδικα πράσσουσι λέγοντες ὅτι μέλλουσιν κολάζεσθαι. Αἰσχύλος ἔφη·
<poem>
 
Δράσαντι γάρ τοι καὶ παθεῖν ὀφείλεται.
</poem>
 
Πίνδαρος δὲ καὶ αὐτὸς ἔφη·
<poem>
 
Ἐπεὶ
ῥέζοντά τι καὶ παθεῖν ἔοικεν.
</poem>
 
ὡσαύτως καὶ Εὐριπίδης·
<poem>
 
Ἀνάσχου πάσχων· δρῶν γὰρ ἔχαιρες.
νόμου τὸν ἐχθρὸν δρᾶν, ὅπου λάβῃς, κακῶς.
</poem>
 
καὶ πάλιν ὁ αὐτός·
<poem>
 
Ἐχθροὺς κακῶς δρᾶν ἀνδρὸς ἡγοῦμαι μέρος.
</poem>
 
ὁμοίως καὶ Ἀρχίλοχος·
<poem>
 
Ἓν δ' ἐπίσταμαι μέγα,
<poem>
 
τὸν κακῶς δρῶντα δεινοῖς ἀνταμείβεσθαι κακοῖς.
</poem>
 
Καὶ ὅτι ὁ θεὸς τὰ πάντα ἐφορᾷ καὶ οὐδὲν αὐτὸν λανθάνει, μακρόθυμος δὲ ὢν ἀνέχεται ἕως οὗ μέλλει κρίνειν, καὶ περὶ τούτου Διονύσιος εἴρηκεν·
<poem>
 
Ὁ τῆς Δίκης ὀφθαλμὸς ὡς δι' ἡσύχου
λεύσσων προσώπου πάνθ' ὁμῶς ἀεὶ βλέπει.
</poem>
 
Καὶ ὅτι μέλλει ἡ τοῦ θεοῦ κρίσις γίνεσθαι καὶ τὰ κακὰ τοὺς πονηροὺς αἰφνιδίως καταλαμβάνειν, καὶ τοῦτο Αἰσχύλος ἐσήμανεν λέγων·
<poem>
 
τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς,
κατ' ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν.
ὁρᾷς Δίκην ἄναυδον, οὐχ ὁρωμένην
εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ·
ἑξῆς ὀπάζει δόχμιον, ἄλλοθ' ὕστερον.
οὐκ ἐγκαλύπτει νὺξ κακῶς εἰργασμένον·
ὅ τι δ' ἂν ποιῇς δεινὸν νόμιζ' ὁρᾶν τινά.
</poem>
 
τί δ' οὐχὶ καὶ ὁ Σιμωνίδης;
<poem>
 
Οὐκ ἔστιν κακὸν
ἀνεπιδόκητον ἀνθρώποις· ὀλίγῳ δὲ χρόνῳ
πάντα μεταρρίπτει θεός.
</poem>
 
πάλιν Εὐριπίδης·
<poem>
 
Οὐδέποτ' εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ' ὄλβον
βέβαιον εἰκάσαι χρεών,
οὐδ' ἀδίκων γενεάν· ὁ γὰρ οὐδένος ἐκφὺς χρόνος
δείκνυσιν ἀνθρώπων κακότητας.
</poem>
 
ἔτι ὁ Εὐριπίδης·
<poem>
 
Οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλ' ἔχει συνιέναι
τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους.
</poem>
 
καὶ ὁ Σοφοκλῆς·
<poem>
 
Εἰ δείν' ὄρεξας, δεινὰ καὶ παθεῖν σε δεῖ.
</poem>
 
Ἤτοι οὖν περὶ ἀδίκου ὅρκου ἢ καὶ περὶ ἄλλου τινὸς πταίσματος ὅτι μέλλει ὁ θεὸς ἐξετάζειν, καὶ αὐτοὶ σχεδὸν προειρήκασιν, ἢ καὶ περὶ ἐκπυρώσεως κόσμου θέλοντες καὶ μὴ θέλοντες ἀκόλουθα ἐξεῖπαν τοῖς προφήταις, καίπερ πολὺ μεταγενέστεροι γενόμενοι καὶ κλέψαντες ταῦτα ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.
 
38. Καὶ τί γὰρ ἤτοι ἔσχατοι ἢ καὶ πρῶτοι ἐγένοντο; πλὴν ὅτι γοῦν καὶ αὐτοὶ ἀκόλουθα τοῖς προφήταις εἶπον. περὶ μὲν οὖν ἐκπυρώσεως Μαλαχίας ὁ προφήτης προείρηκεν· “Ἰδοὺ ἡμέρα ἔρχεται κυρίου ὡς κλίβανος καιόμενος, καὶ ἀνάψει πάντας τοὺς ἀσεβεῖς.” καὶ Ἠσαΐας· “Ἥξει γὰρ ὀργὴ θεοῦ <ὡς πῦρ καὶ> ὡς χάλαζα συγκαταφερομένη βίᾳ καὶ ὡς ὕδωρ σῦρον ἐν φάραγγι.”
Τοίνυν Σίβυλλα καὶ οἱ λοιποὶ προφῆται, ἀλλὰ μὴν καὶ οἱ ποιηταὶ καὶ φιλόσοφοι καὶ αὐτοὶ δεδηλώκασιν περὶ δικαιοσύνης καὶ κρίσεως καὶ κολάσεως· ἔτι μὴν καὶ περὶ προνοίας, ὅτι φροντίζει ὁ θεὸς οὐ μόνον περὶ τῶν ζώντων ἡμῶν ἀλλὰ καὶ τῶν τεθνεώτων, καίπερ ἄκοντες ἔφασαν· ἠλέγχοντο γὰρ ὑπὸ τῆς ἀληθείας. καὶ τῶν μὲν προφητῶν Σολομὼν περὶ τῶν τεθνηκότων εἶπεν· “Ἔσται ἴασις ταῖς σαρξὶν καὶ ἐπιμέλεια τῶν ὀστέων.” τὸ δ' αὐτὸ καὶ Δαυίδ· “Ἀγαλλιάσεται ὀστᾶ τεταπεινωμένα.” τούτοις ἀκόλουθα εἴρηκεν καὶ Τιμοκλῆς, λέγων·
<poem>
 
Τεθνεῶσιν ἔλεος ἐπιεικὴς θεός.
</poem>
 
καὶ περὶ πλήθους οὖν θεῶν οἱ συγγραφεῖς εἰπόντες καθῆλθον εἰς μοναρχίαν, καὶ περὶ ἀπρονοησίας λέγοντες εἶπον περὶ προνοίας καὶ περὶ ἀκρισίας φάσκοντες ὡμολόγησαν ἔσεσθαι κρίσιν, καὶ οἱ μετὰ θάνατον ἀρνούμενοι εἶναι αἴσθησιν ὡμολόγησαν. Ὅμηρος μὲν οὖν εἰπών·
<poem>
 
Ψυχὴ δ' ἠΰτ' ὄνειρος ἀποπταμένη πεπότηται,
</poem>
 
ἐν ἑτέρῳ λέγει·
<poem>
 
Ψυχὴ δ' ἐκ ῥεθέων πταμένη Ἄϊδόσδε βεβήκει,
</poem>
 
καὶ πάλιν·
<poem>
 
Θάπτε με ὅττι τάχιστα πύλας Ἀΐδαο περήσω.
</poem>
 
Τὰ δὲ περὶ τῶν λοιπῶν, οὓς ἀνέγνωκας, ἡγοῦμαί σε ἀκριβῶς ἐπίστασθαι ᾧ τρόπῳ εἰρήκασιν. ταῦτα δὲ πάντα συνήσει πᾶς ὁ ζητῶν τὴν σοφίαν τοῦ θεοῦ καὶ εὐαρεστῶν αὐτῷ διὰ πίστεως καὶ δικαιοσύνης καὶ ἀγαθοεργίας. καὶ γάρ τις εἶπεν προφήτης ὧν προεγράψαμεν, ὀνόματι Ὠσηέ· “Τίς σοφὸς καὶ συνήσει ταῦτα, συνετὸς καὶ γνώσεται; ὅτι εὐθεῖαι αἱ ὁδοὶ τοῦ κυρίου, καὶ δίκαιοι εἰσελεύσονται ἐν αὐταῖς, οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν αὐταῖς.” χρὴ οὖν τὸν φιλομαθῆ καὶ φιλομαθεῖν. πειράθητι οὖν πυκνότερον συμβαλεῖν, ὅπως καὶ ζώσης ἀκούσας φωνῆς ἀκριβῶς μάθῃς τἀληθές.
 
 
'''==Βιβλίο III'''==
 
1. Θεόφιλος Αὐτολύκῳ χαίρειν.
 
Τίνι οὖν αὐτῶν πιστεύσωμεν, Φιλήμονι τῷ κωμικῷ λέγοντι·
<poem>
 
Οἱ γὰρ θεὸν σέβοντες ἐλπίδας καλὰς
ἔχουσιν εἰς σωτηρίαν,
</poem>
 
ἢ οἷς προειρήκαμεν Εὐημέρῳ καὶ Ἐπικούρῳ καὶ Πυθαγόρᾳ καὶ τοῖς λοιποῖς ἀρνουμένοις εἶναι θεοσέβειαν καὶ πρόνοιαν ἀναιροῦσιν. περὶ μὲν οὖν θεοῦ καὶ προνοίας Ἀρίστων ἔφη·
<poem>
 
Θάρσει, βοηθεῖν πᾶσι μὲν τοῖς ἀξίοις
εἴωθεν ὁ θεός, τοῖς δὲ τοιούτοις σφόδρα.
εἰ μὴ πάρεσται προεδρία τις κειμένη
τοῖς ζῶσιν ὡς δεῖ, τί πλέον ἐστὶν εὐσεβεῖν;
εἴη γὰρ οὕτως, ἀλλὰ καὶ λίαν ὁρῶ
τοὺς εὐσεβῶς μὲν ἑλομένους διεξάγειν
πράττοντας ἀτόπως, τοὺς δὲ μηδὲν ἕτερον ἢ
τὸ λυσιτελὲς τὸ κατ' αὐτοὺς μόνον,
ἐντιμοτέραν ἔχοντες ἡμῶν διάθεσιν.
ἐπὶ τοῦ παρόντος· ἀλλὰ δεῖ πόρρω βλέπειν
καὶ τὴν ἁπάντων ἀναμένειν καταστροφήν.
οὐχ ὃν τρόπον γὰρ παρ' ἐνίοις ἴσχυσέ τις
δόξα κακοήθης τῷ βίῳ τ' ἀνωφελής,
φορά τις ἔστ' αὐτόματος ἢ βραβεύεται
ὡς ἔτυχε· ταῦτα γὰρ πάντα κρίνουσιν ἔχειν
ἐφόδια πρὸς τὸν ἴδιον οἱ φαῦλοι τρόπον.
ἔστιν δὲ καὶ τοῖς ζῶσιν ὁσίως προεδρία,
καὶ τοῖς πονηροῖς ὡς προσῆκ' ἐπιθυμία·
χωρὶς προνοίας γίνεται γὰρ οὐδὲ ἕν.
</poem>
 
ὁπόσα τε καὶ ἄλλοι καὶ σχεδόν γε οἱ πλείους εἶπον περὶ θεοῦ καὶ προνοίας, ὁρᾶν ἔστιν πῶς ἀνακόλουθα ἀλλήλοις ἔφασαν· οἱ μὲν γὰρ τὸ ἐξόλου θεὸν καὶ πρόνοιαν εἶναι ἀνεῖλον, οἱ δ' αὖ συνέστησαν θεὸν καὶ πάντα προνοίᾳ διοικεῖσθαι ὡμολόγησαν. τὸν οὖν συνετὸν ἀκροατὴν καὶ ἀναγινώσκοντα προσέχειν ἀκριβῶς τοῖς λεγομένοις δεῖ, καθὼς καὶ ὁ Σιμύλος ἔφη·
<poem>
 
Κοινῶς ποιητὰς ἔθος ἐστὶν καλεῖν,
καὶ τοὺς περιττοὺς τῇ φύσει καὶ τοὺς κακούς·
ἔδει δὲ κρίνειν.
</poem>
 
καθάπερ ἐν τόπῳ τινι καὶ ὁ Φιλήμων·
<poem>
 
Χαλεπὸν ἀκροατὴς ἀσύνετος καθήμενος·
ὑπὸ γὰρ ἀνοίας οὐχ ἑαυτὸν μέμφεται.
</poem>
 
χρὴ οὖν προσέχειν καὶ νοεῖν τὰ λεγόμενα κριτικῶς ἐξετάζοντα τὰ ὑπὸ τῶν φιλοσόφων καὶ τῶν λοιπῶν ποιητῶν εἰρημένα.
8. Ἀρνούμενοι γὰρ θεοὺς εἶναι πάλιν ὁμολογοῦσιν αὐτοί, καὶ τούτους πράξεις ἀθέσμους ἐπιτελεῖν ἔφασαν. καὶ πρώτου γε Διὸς οἱ ποιηταὶ εὐφωνότερον ᾄδουσι τὰς χαλεπὰς πράξεις. Χρύσιππος δέ, ὁ πολλὰ φλυαρήσας, πῶς οὐχὶ εὑρίσκεται σημαίνων τὴν Ἥραν στόματι μιαρῷ συγγίνεσθαι τῷ Διΐ; τί γάρ μοι καταλέγειν τὰς ἀσελγείας τῆς μητρὸς θεῶν λεγομένης ἢ Διὸς τοῦ Λατεαρίου διψῶντος αἵματος ἀνθρωπείου, ἢ Ἄττου τοῦ ἀποκοπτομένου, ἢ ὅτι ὁ Ζεὺς ὁ καλούμενος Τραγῳδός, κατακαύσας τὴν ἑαυτοῦ χεῖρα, ὥς φασιν, νῦν παρὰ Ῥωμαίοις θεὸς τιμᾶται; σιγῶ τὰ Ἀντινόου τεμένη καὶ τὰ τῶν λοιπῶν καλουμένων θεῶν. καὶ γὰρ ἱστορούμενα τοῖς συνετοῖς καταγέλωτα φέρει.
5.137

επεξεργασίες