Αποσπάσματα (Αναξίμανδρος): Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
AndreasJS (συζήτηση | Συνεισφορά)
μ Η Ἀποσπάσματα μετονομάστηκε σε Αποσπάσματα (Αναξίμανδρος)
AndreasJS (συζήτηση | Συνεισφορά)
Υπογεγραμμένες
Γραμμή 9:
Diogenes Laertios II 2; Apollodor FGrH 244 F 29 (DK 12 A 1)
 
τῶν δὲ ἀρεοκόντων αὐτῶιαὐτῷ πεποίηται κεφαλαιώδη τὴν ἔκθεσιν, ἧιπερᾗπερ περιέτυχε καὶ Ἀπολλόδωρος ό Ἀθηναιος. ὃς καί φησιν αὐτὸν ἐν τοῖς Χρονικοῖς τῶιτῷ δευτέρωιδευτέρῳ ἔτει τῆς πεντεκοστῆς ὀγδόης ὀλυμπιάδος ἐτῶν εἶναι ἑξήκοντα τεσσάρων, καὶ μετ' ὀλίγον τελευτῆσαι.
 
Γραμμή 44:
Aristoteles Phys. Γ 6, 207a 19 sq.
 
[...] τὴν σεμνότητα καὶ τοῦ ἀπείρου, τὸ πάντα περιέχειν καὶ τὸ πᾶν ἐν ἑαυτῶιἑαυτῷ ἔχειν
 
Hippolytos, Haer. I 6,1 sq. (DK 12 A11, B 2)
 
Ἀναξίμανδρος Πραξιάδου Μιλήσιος. οὗτος ἀρχὴν ἔφη τῶν ὄντων φύσιν τινὰ τοῦ ἀπείρου, ἐξ ἧς γίνεσθαι τοὺς οὐρανοὺς καὶ τὸν ἐν αὐτοῖς κόσμον. ταύτην δ' ἀίδιον εἶναι καὶ ἀγήρω, ἣν καὶ πάντας περιέχειν τοὺς κόσμους. λέγει δὲ χρόνον ὡς ὡρισμένης τῆς γενέσεως καὶ τῆς οὐσίας καὶ τῆς φθορᾶς. (2) οὗτος μὲν ἀρχὴν καὶ στοιχεῖον εἴρηκε τῶν ὄντων τὸ ἄπειρον, πρῶτος τοὔνομα καλέσας τῆς ἀρχῆς. πρὸς δὲ τούτωιτούτῳ κίνησιν ἀίδιον εἶναι, ἐν ἧι συμβαίνει γίνεσθαι τοὺς οὐρανούς.
 
 
Γραμμή 58:
Aetios I 3,3 (Ps.-Plutarchos; DK 12 A 14)
 
Ἀναξίμανδρος δ' ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνονται. λέγει γοῦν διὰ τί ἄπειρόν ἐστιν· ἵνα μηδὲν ἐλλείπηιἐλλείπῃ ἡ γένεσις ἡ ὑφισταμένη.
 
 
Aristoteles, Phys. Γ4, 203b 18sq. (DK 12 A 15)
 
[...] τῶιτῷ οὕτως ἂν μόνως μὴ ὑπολείπειν γένεσιν καὶ φθοράν, εἰ ἄπειρον εἴη ὅθεν ἀφαιρεῖται τὸ γιγνόμενον.
 
 
Γραμμή 73:
Ps.-Plutarchos, Strom. 2, fr. 179 Sandbach (DK 12 A 10)
 
φησὶ δέ τι ἐκ τοῦ ἀιδίουᾀδίου γόνιμον θερμοῦ τε καὶ ψυχροῦ κατὰ τὴν γένεσιν τοῦδε τοῦ κόσμου ἀποκριθῆναι καί τινα ἐκ τούτου φλογός σφαῖραν περιφυῆναι τῶιτῷ περὶ τὴν γῆν ἀέρι ὡς τῶιτῷ δένδρωιδένδρῳ φλοιόν· ἧς ἀπορραγείσης καὶ εἴς τινας ἀποκλεισθείσης κύκλους ὑποστῆναι τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας.
 
 
Hippolytos, Haer. I 6, 3-5 (DK 12 A 11)
 
(3) τὴν δὲ γῆν εἶναι μετέωρον ὑπὸ μηδενὸς κρατουμένην, μένουσαν δὲ διὰ τὴν ὁμοίαν πάντων ἀπόστασιν. τὸ δὲ σχῆμα αὐτῆς γυρόν, στρογγύλον, κίονι λίθωιλίθῳ παραπλήσιον. τῶν δὲ ἐπιπέδων ὧι μὲν ἐπιβεβήκαμεν, ὃ δὲ ἀντίθετον ὑπάρχει.(4) τὰ δὲ ἄστρα γίνεσθαι κύκλον πυρός, ἀποκριθέντα τοῦ κατὰ τὸν κόσμον πυρός, περιληφθέντα δ' ὑπὸ ἀέρος. ἐκπνοὰς δ' ὑπάρξαι πόρους τινὰς αὐλώδεις, καθ' οὓς φαίνεται τὰ ἄστρα, διὸ καὶ ἐπιφρασσομένων τῶν ἐκπνοῶν τὰς ἐκλείψεις γίνεσθαι.(5) τὴν δὲ σελήνην ποτὲ μὲν πληρουμένην φαίνεσθαι, ποτὲ δὲ μειουμένην παρὰ τὴν τῶν πόρων ἐπίφραξιν ἢ ἄνοιξιν. εἶναι δὲ τὸν κύκλον τοῦ ἡλίου ἑπτακαιεικοσαπλασίονα <τῆς γῆς, ἐννεακαιδεκαπλασίονα δὲ τὸν> τῆς σελήνης, καὶ ἀνωτάτω μὲν εἶναι τὸν ἥλιον, κατωτάτω δὲ τοὺς τῶν ἀπλανῶν ἀστέρων κύκλους.
 
 
Γραμμή 88:
Ps.-Plutarch, Strom. 2, fr. 179 Sandbach (DK 12 A 10)
 
ὑπάρχειν δέ φησι τῶιτῷ μὲν σχήματι τὴν γῆν κυλινδροειδῆ, ἔχειν δὲ τοσοῦτον βάθος ὅσον ἂν εἴη τρίτον πρὸς τὸ πλάτος.
 
 
Γραμμή 103:
Aetios II 20,1 (DK 12 A 21)
 
Ἀναξίμανδρός [sc. τὸν ἥλιον] κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείωιἁρματείῳ τροχῶιτροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διά πρηστῆρος αὐλοῦ. καὶ τοῦτ' εἶναι τὸν ἥλιον.
 
 
Γραμμή 118:
Hippolytos, Haer. I 6, 7 (DK 12 A 11)
 
ἀνέμους δὲ γίνεσθαι τῶν λεπτότατων ἀτμῶν τοῦ ἀέρος ἀποκρινομένων καὶ ὅταν ἀθροισθῶσι κινουμένων, ὑετοὺς δὲ ἐκ τῆς ἀτμίδος τῆς ἐκ γῆς ὑφ' ἥλιον ἀναδιδομένης· ἀστραπὰς δέ, ὅταν ἄνεμος ἐμπίπτων διιστᾶιδιιστᾷ τὰς νεφέλας.
 
 
Γραμμή 128:
Aetios V 19,4 (DK 12 A 30)
 
Ἀναξίμανδρός ἐν ὑγρῶιὑγρῷ γεννηθῆναι τἀ πρῶτα ζῶιαζῷα φλοιοῖς περιεχόμενα ἀκανθώδεσι, προβαινούσης δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου τοῦ φλοιοῦ ἐπ' ὀλίγον χρόνον μεταβιῶναι.
 
 
Hippolytos, Haer. I 6, 6 (DK 12 A 11)
 
τὰ δὲ ζῶιαζῷα γίνεσθαι ἐξατμιζομένα ὑπὸ τοῦ ἡλίου.
 
 
Hippolytos, Haer. I 6, 6 (DK 12 A 11)
 
τὸν δὲ ἄνθρωπον ἑτέρωιἑτέρῳ ζώιωιζῴῳ γεγονέναι, τουτέστι ἰχθύι, παραπλήσιον κατ' ἀρχάς.