Ιλιάς/Ξ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Robot: Automated text replacement (-[[en:The Iliad - +[[en:The Iliad/)
μ Ρομπότ: Αυτόματη αντικατάσταση κειμένου (-\[([0-9][0-9]*)\] +{{r|\1}} & -: +  )
Γραμμή 3:
{{Πλοήγηση|Ιλιάς Ν|Ιλιάς|Ιλιάς Ο}}

:   Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης,

ἀλλ' Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα·

φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα·

Γραμμή 12:
αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν.

:   Ὣς εἰπὼν σάκος εἷλε τετυγμένον υἷος ἑοῖο

κείμενον ἐν κλισίῃ Θρασυμήδεος ἱπποδάμοιο [{{r|10]}}

χαλκῷ παμφαῖνον· ὃ δ' ἔχ' ἀσπίδα πατρὸς ἑοῖο.

εἵλετο δ' ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,

Γραμμή 23:
αὔτως, οὐδ' ἄρα τε προκυλίνδεται οὐδετέρωσε,

πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οὖρον,

ὣς ὃ γέρων ὅρμαινε δαϊζόμενος κατὰ θυμὸν [{{r|20]}}

διχθάδι', ἢ μεθ' ὅμιλον ἴοι Δαναῶν ταχυπώλων,

ἦε μετ' Ἀτρεΐδην Ἀγαμέμνονα ποιμένα λαῶν.

Γραμμή 31:
νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι.

:   Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες

πὰρ νηῶν ἀνιόντες ὅσοι βεβλήατο χαλκῷ

Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων.

πολλὸν γάρ ῥ' ἀπάνευθε μάχης εἰρύατο νῆες [{{r|30]}}

θῖν' ἔφ' ἁλὸς πολιῆς· τὰς γὰρ πρώτας πεδίον δὲ

εἴρυσαν, αὐτὰρ τεῖχος ἐπὶ πρύμνῃσιν ἔδειμαν.

Γραμμή 44:
ἔγχει ἐρειδόμενοι κίον ἀθρόοι· ἄχνυτο δέ σφι

θυμὸς ἐνὶ στήθεσσιν. ὃ δὲ ξύμβλητο γεραιὸς

Νέστωρ, πτῆξε δὲ θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. [{{r|40]}}

τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων·

ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν

Γραμμή 54:
κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.

ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ

ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς [{{r|50]}}

οὐδ' ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.

:   Τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

ἦ δὴ ταῦτά γ' ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως

Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.

Γραμμή 65:
νωλεμές· οὐδ' ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων

ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,

ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δ' οὐρανὸν ἵκει. [{{r|60]}}

ἡμεῖς δὲ φραζώμεθ' ὅπως ἔσται τάδε ἔργα

εἴ τι νόος ῥέξει· πόλεμον δ' οὐκ ἄμμε κελεύω

δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.

:   Τὸν δ' αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,

τεῖχος δ' οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,

Γραμμή 76:
ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·

οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι

νωνύμνους ἀπολέσθαι ἀπ' Ἄργεος ἐνθάδ' Ἀχαιούς. [{{r|70]}}

ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,

οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

Γραμμή 86:
νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο

Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.

οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδ' ἀνὰ νύκτα. [{{r|80]}}

βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.

:   Τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·

Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·

οὐλόμεν' αἴθ' ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου

Γραμμή 97:
οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν

καλλείψειν, ἧς εἵνεκ' ὀϊζύομεν κακὰ πολλά;

σίγα, μή τίς τ' ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ [{{r|90]}}

μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο

ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν

Γραμμή 107:
Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

ἡμῖν δ' αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ

σχήσουσιν πόλεμον νηῶν ἅλα δ' ἑλκομενάων, [{{r|100]}}

ἀλλ' ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.

ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.

:   Τὸν δ' ἠμείβετ' ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·

ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ

ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα

Γραμμή 118:
ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.

:   Τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·

ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ' ἐθέλητε [{{r|110]}}

πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος

οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ' ὑμῖν·

Γραμμή 129:
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ' ἦν ἔξοχος αὐτῶν.

ἀλλ' ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ' ἐμὸς Ἄργεϊ νάσθη

πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. [{{r|120]}}

Ἀδρήστοιο δ' ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα

ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι

Γραμμή 139:
δεῦτ' ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.

ἔνθα δ' ἔπειτ' αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

ἐκ βελέων, μή πού τις ἐφ' ἕλκεϊ ἕλκος ἄρηται· [{{r|130]}}

ἄλλους δ' ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ

θυμῷ ἦρα φέροντες ἀφεστᾶσ' οὐδὲ μάχονται.

:   Ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

βὰν δ' ἴμεν, ἦρχε δ' ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.

Οὐδ' ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,

Γραμμή 150:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·

Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ

γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν [{{r|140]}}

δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ' ἠβαιαί.

ἀλλ' ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·

Γραμμή 160:
ὅσσόν τ' ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι

ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,

τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων [{{r|150]}}

ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ' ἑκάστῳ

καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.

Γραμμή 170:
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.

μερμήριξε δ' ἔπειτα βοῶπις πότνια Ἥρη

ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· [{{r|160]}}

ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ

ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,

Γραμμή 180:
κληῗδι κρυπτῇ, τὴν δ' οὐ θεὸς ἄλλος ἀνῷγεν·

ἔνθ' ἥ γ' εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.

ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος [{{r|170]}}

λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπ' ἐλαίῳ

ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·

Γραμμή 190:
ἀμφὶ δ' ἄρ' ἀμβρόσιον ἑανὸν ἕσαθ', ὅν οἱ Ἀθήνη

ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά·

χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. [{{r|180]}}

ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,

ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι

Γραμμή 200:
βῆ ῥ' ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δ' Ἀφροδίτην

τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·

ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω, [{{r|190]}}

ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,

οὕνεκ' ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;

:   Τὴν δ' ἠμείβετ' ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·

Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο

αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,

εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.

:   Τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας

δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.

εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης, [{{r|200]}}

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

οἵ μ' ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον

Γραμμή 222:
εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ

εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,

αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην. [{{r|210]}}

:   Τὴν δ' αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·

οὐκ ἔστ' οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·

Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.

Γραμμή 233:
τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε·

τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ

ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι [{{r|220]}}

ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.

:   Ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,

μειδήσασα δ' ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.

:   Ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,

Ἥρη δ' ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,

Πιερίην δ' ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν

Γραμμή 245:
ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·

ἐξ Ἀθόω δ' ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,

Λῆμνον δ' εἰσαφίκανε πόλιν θείοιο Θόαντος. [{{r|230]}}

ἔνθ' Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,

ἔν τ' ἄρα οἱ φῦ χειρὶ ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζεν·

Γραμμή 255:
δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ

χρύσεον· Ἥφαιστος δέ κ' ἐμὸς πάϊς ἀμφιγυήεις

τεύξει' ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει, [{{r|240]}}

τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.

Τὴν δ' ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·

Γραμμή 266:
οὐδὲ κατευνήσαιμ', ὅτε μὴ αὐτός γε κελεύοι.

ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ

ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς [{{r|250]}}

ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.

ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο

Γραμμή 276:
ζήτει· καί κέ μ' ἄϊστον ἀπ' αἰθέρος ἔμβαλε πόντῳ,

εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·

τὴν ἱκόμην φεύγων, ὃ δ' ἐπαύσατο χωόμενός περ. [{{r|260]}}

ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.

νῦν αὖ τοῦτό μ' ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.

:   Τὸν δ' αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·

Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;

ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν

Γραμμή 287:
δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.

:   Ὣς φάτο, χήρατο δ' Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·

ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ, [{{r|270]}}

χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,

τῇ δ' ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες

Γραμμή 295:
Πασιθέην, ἧς τ' αὐτὸς ἐέλδομαι ἤματα πάντα.

:   Ὣς ἔφατ', οὐδ' ἀπίθησε θεὰ λευκώλενος Ἥρη,

ὄμνυε δ' ὡς ἐκέλευε, θεοὺς δ' ὀνόμηνεν ἅπαντας

τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.

αὐτὰρ ἐπεί ῥ' ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,

τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε [{{r|280]}}

ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.

Ἴδην δ' ἱκέσθην πολυπίδακα μητέρα θηρῶν

Γραμμή 309:
ἔνθ' ἧστ' ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν

ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τ' ἐν ὄρεσσι

χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν. [{{r|290]}}

:   Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον

Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.

ὡς δ' ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,

Γραμμή 320:
ἵπποι δ' οὐ παρέασι καὶ ἅρματα τῶν κ' ἐπιβαίης.

:   Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης, [{{r|300]}}

Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,

οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδ' ἀτίταλλον·

Γραμμή 331:
νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ' Οὐλύμπου τόδ' ἱκάνω,

μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ

οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο. [{{r|310]}}

:   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·

Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,

νῶϊ δ' ἄγ' ἐν φιλότητι τραπείομεν εὐνηθέντε.

Γραμμή 342:
οὐδ' ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης,

ἣ τέκε Περσῆα πάντων ἀριδείκετον ἀνδρῶν·

οὐδ' ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο, [{{r|320]}}

ἣ τέκε μοι Μίνων τε καὶ ἀντίθεον Ῥαδάμανθυν·

οὐδ' ὅτε περ Σεμέλης οὐδ' Ἀλκμήνης ἐνὶ Θήβῃ,

Γραμμή 351:
ὡς σέο νῦν ἔραμαι καί με γλυκὺς ἵμερος αἱρεῖ.

:   Τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·

αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.

εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι [{{r|330]}}

Ἴδης ἐν κορυφῇσι, τὰ δὲ προπέφανται ἅπαντα·

πῶς κ' ἔοι εἴ τις νῶϊ θεῶν αἰειγενετάων

Γραμμή 364:
ἔνθ' ἴομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή.

:   Τὴν δ' ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· [{{r|340]}}

Ἥρη μήτε θεῶν τό γε δείδιθι μήτέ τιν' ἀνδρῶν

ὄψεσθαι· τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω

Γραμμή 370:
οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι.

:   Ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν·

τοῖσι δ' ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην,

λωτόν θ' ἑρσήεντα ἰδὲ κρόκον ἠδ' ὑάκινθον

πυκνὸν καὶ μαλακόν, ὃς ἀπὸ χθονὸς ὑψόσ' ἔεργε.

τῷ ἔνι λεξάσθην, ἐπὶ δὲ νεφέλην ἕσσαντο

καλὴν χρυσείην· στιλπναὶ δ' ἀπέπιπτον ἔερσαι. [{{r|350]}}

:   Ὣς ὃ μὲν ἀτρέμας εὗδε πατὴρ ἀνὰ Γαργάρῳ ἄκρῳ,

ὕπνῳ καὶ φιλότητι δαμείς, ἔχε δ' ἀγκὰς ἄκοιτιν·

βῆ δὲ θέειν ἐπὶ νῆας Ἀχαιῶν νήδυμος Ὕπνος

Γραμμή 387:
Ἥρη δ' ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι.

:   Ὣς εἰπὼν ὃ μὲν ᾤχετ' ἐπὶ κλυτὰ φῦλ' ἀνθρώπων, [{{r|360]}}

τὸν δ' ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν.

αὐτίκα δ' ἐν πρώτοισι μέγα προθορὼν ἐκέλευσεν·

Γραμμή 397:
ἡμεῖς ὀτρυνώμεθ' ἀμυνέμεν ἀλλήλοισιν.

ἀλλ' ἄγεθ' ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες·

ἀσπίδες ὅσσαι ἄρισται ἐνὶ στρατῷ ἠδὲ μέγισται [{{r|370]}}

ἑσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι

κρύψαντες, χερσίν τε τὰ μακρότατ' ἔγχε' ἑλόντες

Γραμμή 405:
χείρονι φωτὶ δότω, ὃ δ' ἐν ἀσπίδι μείζονι δύτω.

:   Ὣς ἔφαθ', οἳ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·

τοὺς δ' αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ

Τυδεΐδης Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Ἀγαμέμνων·

οἰχόμενοι δ' ἐπὶ πάντας ἀρήϊα τεύχε' ἄμειβον· [{{r|380]}}

ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε, χέρεια δὲ χείρονι δόσκεν.

αὐτὰρ ἐπεί ῥ' ἕσσαντο περὶ χροῒ νώροπα χαλκὸν

Γραμμή 417:
ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.

:   Τρῶας δ' αὖθ' ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.

δή ῥα τότ' αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν

κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,

ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δ' Ἀργείοισιν ἀρήγων. [{{r|390]}}

ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε

Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.

Γραμμή 430:
ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,

ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ

δεινὸν ἀϋσάντων, ὅτ' ἐπ' ἀλλήλοισιν ὄρουσαν. [{{r|400]}}

Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδ' ἀφάμαρτε,

Γραμμή 440:
τὸν μὲν ἔπειτ' ἀπιόντα μέγας Τελαμώνιος Αἴας

χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν

πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας [{{r|410]}}

στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,

στρόμβον δ' ὣς ἔσσευε βαλών, περὶ δ' ἔδραμε πάντῃ.

Γραμμή 450:
χειρὸς δ' ἔκβαλεν ἔγχος, ἐπ' αὐτῷ δ' ἀσπὶς ἑάφθη

καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.

οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν [{{r|420]}}

ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς

αἰχμάς· ἀλλ' οὔ τις ἐδυνήσατο ποιμένα λαῶν

Γραμμή 460:
χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρ' ἵκεθ' ἵππους

ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο

ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλ' ἔχοντες· [{{r|430]}}

οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα.

:   Ἀλλ' ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο

Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,

ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ

Γραμμή 471:
νὺξ ἐκάλυψε μέλαινα· βέλος δ' ἔτι θυμὸν ἐδάμνα.

:   Ἀργεῖοι δ' ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα

μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. [{{r|440]}}

ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας

Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι

Γραμμή 482:
τῷ δ' ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ

Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον

υἱὸν Ἀρηϊλύκοιο, δι' ὤμου δ' ὄβριμον ἔγχος [{{r|450]}}

ἔσχεν, ὃ δ' ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.

Πουλυδάμας δ' ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·

Γραμμή 490:
αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.

:   Ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·

Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε

τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.

καρπαλίμως δ' ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. [{{r|460]}}

Πουλυδάμας δ' αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν

λικριφὶς ἀΐξας, κόμισεν δ' Ἀντήνορος υἱὸς

Γραμμή 503:
Αἴας δ' αὖτ' ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·

φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες

ἦ ῥ' οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι [{{r|470]}}

ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,

ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο

ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.

:   Ἦ ῥ' εὖ γιγνώσκων, Τρῶας δ' ἄχος ἔλλαβε θυμόν.

ἔνθ' Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ

ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δ' ὕφελκε ποδοῖιν.

Γραμμή 514:
Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι

οὔ θην οἴοισίν γε πόνος τ' ἔσεται καὶ ὀϊζὺς

ἡμῖν, ἀλλά ποθ' ὧδε κατακτενέεσθε καὶ ὔμμες. [{{r|480]}}

φράζεσθ' ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει

ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

Γραμμή 520:
γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.

:   Ὣς ἔφατ', Ἀργείοισι δ' ἄχος γένετ' εὐξαμένοιο·

Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·

ὁρμήθη δ' Ἀκάμαντος· ὃ δ' οὐχ ὑπέμεινεν ἐρωὴν

Πηνελέωο ἄνακτος· ὃ δ' οὔτασεν Ἰλιονῆα

υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα

Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· [{{r|490]}}

τῷ δ' ἄρ' ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.

τὸν τόθ' ὑπ' ὀφρύος οὖτα κατ' ὀφθαλμοῖο θέμεθλα,

Γραμμή 535:
ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν

πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·

εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος [{{r|500]}}

πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·

οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο

Γραμμή 541:
ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.

:   Ὣς φάτο, τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,

πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.

:   Ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ' ἔχουσαι

ὅς τις δὴ πρῶτος βροτόεντ' ἀνδράγρι' Ἀχαιῶν

ἤρατ', ἐπεί ῥ' ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.

Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα [{{r|510]}}

Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·

Φάλκην δ' Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·

Γραμμή 557:
ἔσσυτ' ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.

πλείστους δ' Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·

οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν [{{r|520]}}

ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.

Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Ιλιάς/Ξ»