Σελίδα:Proclus (ed. Ritzenfeld) - Πρόκλου Διαδόχου Λυκίου Στοιχείωσις φυσική.djvu/30: Διαφορά μεταξύ των αναθεωρήσεων

Rizome~enwiki (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Αντιγόνη (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Kεφαλίδα (noinclude):Kεφαλίδα (noinclude):
Γραμμή 1: Γραμμή 1:
{{κβ|46|PROCLI DIADOCHI}}
Σώμα σελίδας (προς εσωκλεισμό):Σώμα σελίδας (προς εσωκλεισμό):
Γραμμή 1: Γραμμή 1:
<section begin="s1" />
<section begin="s1" />{{εικόνα
{{εικόνα
| file = 1-17 (Στοιχείωσις φυσική).png
| file = 1-17 (Στοιχείωσις φυσική).png
| align = right
| align = right
| width = 220px
| width = 220px
}}
}}
εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται αὐτῶν χρόνος διαιρετὸς εἰς ἄπειρον, ὡς δέδεικται. διῃρήσθω οὖν ὁ ΑΒ χρόνος κατὰ τὸ Γ. εἰ δὴ τὸ Α πέρας ἦν παντὸς τοῦ παρελθόντος καὶ τὸ Β ἀρχὴ παντὸς τοῦ μέλλοντος, οὐκ ἔσται ἐν τῷ μεταξὺ αὐτῶν παρελθὼν καὶ μέλλων· ἀλλὰ μὴν διήρηται ὁ ΑΒ χρόνος κατὰ τὸ Γ, ὥστε τὸ μὲν αὐτοῦ παρελθόν ἐστι, τὸ δὲ μέλλον, ὅπερ ἀδύνατον· ταὐτὸν ἄρα τὸ νῦν ἐστιν ἐν τῷ παρελθόντι καὶ μέλλοντι.
εἰ δὲ χωρὶς ἑκάτερον, μεταξὺ ἔσται αὐτῶν χρόνος διαιρετὸς εἰς ἄπειρον,
ὡς δέδεικται. διῃρήσθω οὖν ὁ ΑΒ χρόνος κατὰ τὸ Γ. εἰ δὴ
τὸ Α πέρας ἦν παντὸς τοῦ παρελθόντος καὶ τὸ Β ἀρχὴ παντὸς
τοῦ μέλλοντος, οὐκ ἔσται ἐν τῷ μεταξὺ αὐτῶν παρελθὼν
καὶ μέλλων· ἀλλὰ μὴν διήρηται ὁ ΑΒ χρόνος κατὰ τὸ Γ, ὥστε
τὸ μὲν αὐτοῦ παρελθόν ἐστι, τὸ δὲ μέλλον, ὅπερ ἀδύνατον·
ταὐτὸν ἄρα τὸ νῦν ἐστιν ἐν τῷ παρελθόντι καὶ μέλλοντι.


16. Τὸ νῦν ἀμερές ἐστιν.
16. Τὸ νῦν ἀμερές ἐστιν.


Εἰ γάρ ἐστι τὸ νῦν ταὐτὸν ἐν τῷ παρελθόντι καὶ μέλλοντι,
Εἰ γάρ ἐστι τὸ νῦν ταὐτὸν ἐν τῷ παρελθόντι καὶ μέλλοντι, ἀμερές ἐστιν· εἰ γὰρ διαιρετόν, τὰ αὐτὰ συμβήσεται, καὶ ἔσται τι τοῦ παρελθόντος ἐν τῷ μέλλοντι, καὶ τοῦ μέλλοντος ἐν τῷ παρεληλυθότι, ὅπερ ἀδύνατον· ἀμερὲς ἄρα τὸ νῦν.
ἀμερές ἐστιν· εἰ γὰρ διαιρετόν, τὰ αὐτὰ συμβήσεται, καὶ ἔσται
τι τοῦ παρελθόντος ἐν τῷ μέλλοντι, καὶ τοῦ μέλλοντος ἐν τῷ
παρεληλυθότι, ὅπερ ἀδύνατον· ἀμερὲς ἄρα τὸ νῦν.


17. Πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται.
17. Πᾶν τὸ κινούμενον ἐν χρόνῳ κινεῖται.


Εἰ γὰρ δυνατόν, ἐν τῷ νῦν κινείσθω τι, καὶ τὸ μὲν θᾶττον, τὸ δὲ βραδύτερον· καὶ πρότερον τὸ βραδύτερον κινείσθω τὴν ΑΒ. τὸ δὴ θᾶττον, εἰ κινοῖτο καὶ αὐτὸ τὴν ΑΒ, ἐν ἐλάττονι κινηθήσεται· διαιρεθήσεται ἄρα τὸ νῦν, ἀλλ’ ἦν ἀδιαίρετον, ὡς δέδεικται· οὐκ ἄρα ἐν τῷ νῦν κινεῖταί τι, πᾶν ἄρα τὸ κινούμενον ἐν χρόνῳ κινεῖται.
Εἰ γὰρ δυνατόν, ἐν τῷ νῦν κινείσθω τι, καὶ τὸ μὲν θᾶττον,
τὸ δὲ βραδύτερον· καὶ πρότερον τὸ βραδύτερον κινείσθω
τὴν ΑΒ. τὸ δὴ θᾶττον, εἰ κινοῖτο καὶ αὐτὸ τὴν ΑΒ, ἐν ἐλάττονι
κινηθήσεται· διαιρεθήσεται ἄρα τὸ νῦν, ἀλλ’ ἦν ἀδιαίρετον,
ὡς δέδεικται· οὐκ ἄρα ἐν τῷ νῦν κινεῖταί τι, πᾶν ἄρα
τὸ κινούμενον ἐν χρόνῳ κινεῖται.


[[File:1-17 (Στοιχείωσις φυσική).png|frameless|right]]
[[File:1-17 (Στοιχείωσις φυσική).png|frameless|right]]


&#x2329;Ἄλλως.&#x232A; Ἀλλὰ δὴ τὸ θᾶττον ἐν τῷ νῦν κινείσθω. ἢ οὖν ἀμερῆ κινεῖται ἢ μεριστήν· ἀλλὰ δέδεικται, ὅτι ἄτομος γραμμὴ οὐκ ἔστι· μεριστὴν ἄρα κινείσθω τὴν ΑΒ. διῃρήσθω ἡ ΑΒ κατὰ τὸ Γ τὸ θᾶττον ἄρα ὅλην τὴν ΑΒ κινηθὲν ἐν τῷ νῦν τὴν ΑΓ ἐν ἐλάττονι κινεῖται· μεριστὸν ἄρα καὶ τὸ νῦν, ὅπερ ἀδύνατον.
&#x2329;Ἄλλως.&#x232A; Ἀλλὰ δὴ τὸ θᾶττον ἐν τῷ νῦν κινείσθω. ἢ οὖν
ἀμερῆ κινεῖται ἢ μεριστήν· ἀλλὰ δέδεικται,
ὅτι ἄτομος γραμμὴ οὐκ ἔστι·
μεριστὴν ἄρα κινείσθω τὴν ΑΒ. διῃρήσθω ἡ ΑΒ κατὰ τὸ
Γ τὸ θᾶττον ἄρα ὅλην τὴν ΑΒ κινηθὲν ἐν τῷ νῦν τὴν ΑΓ
ἐν ἐλάττονι κινεῖται· μεριστὸν ἄρα καὶ τὸ νῦν, ὅπερ ἀδύνατον.


18. Πᾶν τὸ ἠρεμοῦν ἐν χρόνῳ ἠρεμεῖ.
18. Πᾶν τὸ ἠρεμοῦν ἐν χρόνῳ ἠρεμεῖ.


Εἰ γὰρ ἐν τῷ νῦν καὶ μὴ ἐν χρόνῳ ἠρεμεῖ, καὶ κινεῖται ἐν
Εἰ γὰρ ἐν τῷ νῦν καὶ μὴ ἐν χρόνῳ ἠρεμεῖ, καὶ κινεῖται ἐν τῷ νῦν· ἀλλὰ δέδεικται τοῦτο ἀδύνατον· οὐκ ἄρα ἠρεμεῖ ἐν τῷ νῦν.
τῷ νῦν· ἀλλὰ δέδεικται τοῦτο ἀδύνατον· οὐκ ἄρα ἠρεμεῖ ἐν
τῷ νῦν.


<section end="s1" />
<section end="s1" />