Ιωβηλαία: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Correcting fragment sequence
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό

Γραμμή 1:
{{Τίτλος|Ἰωβηλαῖα ''ή'' Λεπτή Γένεσις|Θρησκευτικό κείμενο|[[Απόκρυφα]]}}

'''Frag. A'''

(48, 1) νόμους δὲ πρῶτον Μωϋσῆς γράφει τοῖς Ἰουδαίοις. καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει,

Γραμμή 54 ⟶ 55 :

'''Frag. B'''

(2, 24) τίνος δὲ χάριν τὴν ζ ἡμέραν εὐλόγησεν ὁ θεός, καὶ οὐ πάσας; φασί τινες. λέγομεν οὖν ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλογίαν· ἐπειδὴ δὲ ἔμελλεν αὕτη μόνη μένειν ἀγέραστος, μηδεμιᾶς ἐν αὐτῇ γενομένης δημιουργίας, τούτου χάριν ηὐλογήθη καὶ αὕτη ὑπὸ τοῦ θεοῦ καὶ ἡγιάσθη, καὶ σάββατον ὡς καταπαύσιμος προσηγορεύθη, καὶ ὡς τύπος τῆς ἑβδόμης χιλιοετηρίδος καὶ τῆς τῶν ἁμαρτωλῶν συντελείας, ὡς Ἰώσηπος μαρτυρεῖ καὶ ἡ Λεπτὴ Γένεσις.

'''Frag. C'''

ἀναγκαίως προήχθην καὶ περὶ τούτου δηλῶσαι ἐν μέρει, ὅσα καὶ ἄλλοις ἱστορικοῖς Ἰουδαϊκὰς ἀρχαιολογίας ἢ καὶ Χριστιανικὰς ἱστορίας γράψασι περὶ τούτου εἴρηται ἐκ τῆς λεπτῆς Γενέσεως καὶ τοῦ λεγομένου βίου Ἀδάμ, εἰ καὶ μὴ κύρια εἶναι δοκεῖ, ὡς ἂν μὴ εἰς ἀτοπωτέρας δόξας ἐκπέσοιεν οἱ ταῦτα συζητοῦντες. κεῖται γοῦν ἐν τῷ λεγομένῳ βίῳ Ἀδὰμ ὁ τῶν ἡμερῶν ἀριθμὸς τῆς τε ὀνομασίας τῶν θηρίων καὶ τῆς πλάσεως τῆς γυναικὸς καὶ τῆς εἰσόδου αὐτοῦ Ἀδὰμ ἐν τῷ παραδείσῳ καὶ τῆς περὶ τοῦ ξύλου τῆς βρώσεως ἐντολῆς τοῦ θεοῦ πρὸς αὐτόν, καὶ τῆς μετὰ τούτου εἰσόδου Εὔας ἐν τῷ παραδείσῳ τά τε τῆς παραβάσεως καὶ τὰ μετὰ τὴν παράβασιν, ὡς ὑποτέτακται.

Γραμμή 80 ⟶ 81 :

'''Frag. D'''

(3, 16) ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω, καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις.

'''Frag. E'''

(3, 21) Ἡ δὲ λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λόγῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης.

'''Frag. F'''

(3, 23) ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολμηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν.

'''Frag. G'''

(3, 28) Τὰ θηρία καὶ τὰ τετράποδα καὶ τὰ ἑρπετὰ φησὶν ὁ Ἰώσηππος καὶ ἡ λεπτὴ Γένεσις ὁμόφωνα εἶναι πρὸ τῆς παραβάσεως τοῖς πρωτοπλάστοις· διότι, φησίν, ὁ ὄφις ἀνθρωπίνῃ φωνῇ ἐλάλησε τῇ Εὔᾳ, ὅπερ ἀδύνατον εἶναι δοκεῖ.

'''Frag. H'''

(3, 32) Ἐκ τῶν λεπτῶν Γενέσεως. Τῷ ἑβδόμῳ ἔτει παρέβη καὶ τῷ ὀγδόῳ ἐξερρίφησαν τοῦ παραδείσου, ὥς φησι, μετὰ τεσσαράκοντα πέντε ἡμέρας τῆς παραβάσεως, ἐν τῇ ἐπιτολῇ τῶν Πλειάδων.

Γραμμή 107 ⟶ 108 :

'''Frag. J'''

(3, 34) Τῷ ὀγδόῳ ἔτει, φησίν, ἔγνω ὁ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ.

Γραμμή 128 ⟶ 129 :
(4, 9) Τῷ ἑκατοστῷ τριακοστῷ πέμπτῳ ἔτει ἔλαβεν ὁ Κάϊν τὴν ἰδίαν ἀδελφὴν Ἀσαυνᾶν οὖσαν ἐτῶν ν. αὐτὸς δὲ ἦν ἐτῶν ἑξήκοντα πέντε.

'''Frag. K'''

(4, 9) ὁ μὲν Κάϊν τῇ ἀδελφῇ τῇ μείζονι Σαυὴ οὕτω καλουμένῃ, (4, 11) ὁ δὲ Σὴθ τρίτος υἱὸς μετὰ τὸν Ἄβελ γεννηθεὶς τῇ λεγομένῃ αὐτοῦ ἀδελφῇ Ἀζουρᾷ. (4, 10) γεγόνασι δὲ τῷ Ἀδὰμ καὶ ἄλλοι υἱοί, ὡς ἡ λεπτὴ Γένεσις περιέχει, ἐννέα μετὰ τοὺς τρεῖς τούτους, ὡς εἶναι αὐτῷ δύο μὲν θυγατέρας, ἄρρενας δὲ δώδεκα, ἕνα μὲν ἀποκτανθέντα, ἕνδεκα δὲ περιλειφθέντας τῷ βίῳ.

'''Frag. L'''

(4, 13) γυνὴ ἐνὼς νωα ἡ ἀδελφὴ αὐτοῦ.

Γραμμή 142 ⟶ 143 :

'''Frag. M'''

(4, 15) (κατὰ διαδοχὴν Καινάν, Μαλελεήλ, Ἰάρεδ.) ὡς δὲ ἡ παράδοσις ἡ εἰς ἡμᾶς ἐλθοῦσα <περι>έχει, ἐντεῦθεν ἤρξατο ἡ κακομηχανία ἐν κόσμῳ γίνεσθαι, καὶ ἀπ' ἀρχῆς μὲν διὰ τῆς τοῦ Ἀδὰμ παρακοῆς, ἔπειτα δὲ διὰ τῆς τοῦ Κάϊν ἀδελφοκτονίας, νῦν δὲ ἐν χρόνοις τοῦ Ἰάρεδ καὶ ἐπέκεινα φαρμακεία καὶ μαγεία, ἀσέλγεια, μοιχεία τε καὶ ἀδικία.

'''Frag. N'''

(4, 18) οὗτος (Ἐνὼχ) πρῶτος γράμματα μανθάνει καὶ διδάσκει, καὶ θείων μυστηρίων ἀποκαλύψεως ἀξιοῦται.

'''Frag. O'''

(4, 16) γυνὴ ϊάρεδ βαραχα θυγάτηρ ἀσουὴλ πατραδέλφου αὐτοῦ (4, 18, cf. supra).

Γραμμή 163 ⟶ 164 :

'''Frag. P'''

(4, 31) Τῷ αὐτῷ λ ἔτει καὶ Κάϊν ἀπέθανεν ἐμπεσόντος ἐπ' αὐτὸν τοῦ οἴκου. λίθοις γὰρ καὶ αὐτὸς τὸν Ἄβελ ἀνεῖλε. πληρωθέντος οὖν ἐνιαυτοῦ μετὰ θάνατον τοῦ Ἀδὰμ τέθνηκεν.

'''Frag. Q'''

(4, 33) γυνὴ νῶε ἐμζαρα θυγάτηρ βαραχιὴλ πατραδέλφου αὐτοῦ.

'''Frag. R'''

(5, 22) ἔδει γὰρ καὶ ἐνταῦθα πληρωθῆναι τὸ ὑπὸ τοῦ προφήτου εἰρημένον· «εἰσῆλθεν πρὸς ἡμᾶς ἡ κιβωτὸς τοῦ θεοῦ (λέγει δὲ τὴν Χριστοῦ τελείαν ἐνανθρώπησιν) τῇ πέμπτῃ τοῦ μηνὸς τοῦ πέμπτου», ὡς τότε παρ' Ἑβραίοις ἐτελέσθη.

'''Frag. S'''

(7, 1) Τούτῳ τῷ βσνα ἔτει, ὥς φασι, Νῶε ἐφύτευσεν ἀμπελῶνα ἐν ὄρει Λουβὰρ τῆς Ἀρμενίας.

'''Frag. T'''

(8, 2) τῷ βφπε ἔτει Καϊνᾶν διοδεύων ἐν τῷ πεδίῳ

Γραμμή 190 ⟶ 191 :

'''Frag. V'''

(8, 5) γυνὴ καιναν μελχα θυγάτηρ μαδαι υἱοῦ ιαφεθ.

Γραμμή 199 ⟶ 200 :

'''Frag. W'''

καὶ γὰρ ἐν τῇ Μωϋσέως λεγομένῃ ἀποκαλύψει φέρεται περὶ αὐτῶν, ὅτι (10, 1) μετὰ τὸν κατακλυσμὸν τῷ βφπβ ἔτει τοῦ κόσμου, φθόνῳ κινούμενοι (οἱ ἐγρήγοροι) μετὰ θάνατον ἐπλάνησαν τοὺς υἱοὺς Νῶε· (10, 2) καὶ εὐξαμένου τοῦ Νῶε ἵνα ἀποστῶσιν ἀπ' αὐτῶν,

Γραμμή 208 ⟶ 209 :

'''Frag. X'''

(10, 18) γυνὴ φαλεχ δυμνα θυγάτηρ σεννααρ.

Γραμμή 215 ⟶ 216 :

'''Frag. Z'''

(10, 21) ἐπὶ γὰρ ἔτη τεσσαράκοντα οἰκοδομήσαντες, ἐκείνου (Νεβρὼδ) μάλιστα παρορμῶντος αὐτοὺς εἰς ἀποστασίαν, (10, 24) συνεχύθησαν διαιρεθέντες εἰς πολυγλωσσίαν ὑπὸ τοῦ θεοῦ. ἐκεῖνος (Νεβρὼδ) δὲ ἔμεινεν ἐκεῖ κατοικῶν καὶ μὴ ἀφιστάμενος τοῦ πύργου, βασιλεύων μερικοῦ τινος πλήθους, (10, 26) ἐφ' ὃν ὁ πύργος ἀνέμῳ βιαίῳ, ὡς ἱστοροῦσι, καταπεσὼν θείᾳ κρίσει τοῦτον ἐπάταξε.

'''Frag. A*'''

(11, 1) γυνὴ ραγαυ ωρα θυγάτηρ ὀῦρ υἱοῦ χεζα

'''Frag. B*'''

(11, 1) Ῥαγὰβ γενόμενος ἑκατὸν τριακονταδύο ἐτῶν ἐγέννησε τὸν Σερούχ.

Γραμμή 232 ⟶ 233 :

'''Frag. C*'''

(11, 7) γυνὴ σερουχ μελχα θυγάτηρ χαβερ πατραδέλφου αὐτοῦ

Γραμμή 239 ⟶ 240 :

'''Frag. D*'''

(11, 8) αὐξηθέντα δὲ τὸν Ναχὼρ ἐδίδαξεν ὁ πατὴρ πάντων ἐπίλυσιν οἰωνῶν, τῶν τε ἐν οὐρανῷ σημείων διακρίσεις καὶ τῶν ἐπὶ γῆς ἁπάντων, καὶ πᾶσαν Χαλδαϊκὴν μαντείαν (11, 9, cf. supra).

Γραμμή 246 ⟶ 247 :

'''Frag. E*'''

(11, 16) θεοφιλὴς δὲ ὢν καὶ τοῖς κτίσμασι τὸν νοῦν ἑαυτοῦ μὴ καταδεξάμενος ἐᾶσαι ἐνδιατρίβειν, (11, 17) ἀλλ' ἐπὶ τὸν γενεσιουργὸν ἐκ τῆς τῶν κτισμάτων ἀναχθεὶς καλλονῆς θείας ἐλλάμψεως ἠξιώθη, ἔτι διατρίβων ἐν τῇ πατρίδι, ὥς φησιν ἐν ταῖς πράξεσιν ὁ πρωτομάρτυς, καθὼς καὶ προσεσήμανται.

'''Frag. F*'''

(12, 9) σαρα θυγάτηρ ἦν τοῦ αρραν ἀδελφὴ τῆς μελχας καὶ τοῦ λωτ, ὡς ἱστορεῖ ἰώσηπος.

'''Frag. G*'''

(12, 12) Τῷ γτογ ἔτει τοῦ κόσμου, Ἀβραὰμ δὲ ξα, ἐνεπύρισεν Ἀβραὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ

Γραμμή 263 ⟶ 264 :

'''Frag. H*'''

(12, 26) Ὁ ἄγγελος ὁ λαλῶν τῷ Μωϋσῇ εἶπεν αὐτῷ, ὅτι τὸν Ἀβραὰμ ἐγὼ ἐδίδαξα τὴν Ἑβραΐδα γλῶσσαν κατὰ τὴν ἀπ' ἀρχῆς κτίσεως λαλεῖν τὰ πάτρια πάντα, ὡς ἐν λεπτῇ κεῖται Γενέσει.

'''Frag. J*'''

(16, 9) ἐκ τοῦ λὼτ μωαβήται καὶ ἀμανίται σπέρμα κατάρατον ἐκ παρανόμου μίξεως

Γραμμή 275 ⟶ 276 :

'''Frag. K*'''

(16, 10) μετὰ ταῦτα τῆς κατὰ Μαβρῆ δρυὸς ἀπαναστὰς ὁ Ἀβραὰμ ἐπὶ τὸ φρέαρ κατασκηνοῖ τοῦ ὅρκου.

(16, 21) ἑαυτῷ δὲ ἰδίᾳ καὶ τοῖς οἰκέταις αὐτοῦ κατὰ συγγενείας πηξάμενος σκηνάς, τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ἑπτὰ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτήν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰουδαῖος ἑορτάζει σκηνοπηγῶν.

'''Frag. L*'''

(16, 31) Πρῶτος Ἀβραὰμ ἐκύκλου τὸ θυσιαστήριον κλάδοις φοινίκων καὶ ἐλαιῶν.

'''Frag. M*'''

(17, 15) τὸν ἰσαὰκ ἐτῶν κε φησὶν εἶναι ὅτε πρὸς θυσίαν ἀνήχθη.

'''Frag. N*'''

(17, 16) Μαστιφὰμ ὁ ἄρχων τῶν δαιμονίων, ὥς φησιν ἡ λεπτὴ Γένεσις, προσελθὼν τῷ θεῷ εἶπεν, εἰ ἀγαπᾷ σε Ἀβραάμ, θυσάτω σοι τὸν υἱὸν αὐτοῦ.

'''Frag. O*'''

(18, 13) εἰς ἐκεῖνον δὲ τὸν τόπον λέγει τὸν Ἀβραὰμ οἰκοδομῆσαι ἔνθα δαβὶδ ὕστερον ἱδρύσατο τὸ ἱερόν.

Γραμμή 304 ⟶ 305 :

'''Frag. P*'''

(22, 4) Κολλυρίδας ποιήσασα Ῥεβέκκα, ὥς φησιν Ἰώσηππος, ἔδωκε τῷ Ἰακὼβ καὶ εἰσήγαγε μεθ' ἑτέρων δώρων πρὸς Ἰσαάκ. καὶ εὐλόγησεν αὐτὸν Ἰσαὰκ καὶ εὐλογῶν αὐτὸν πολυτρόπως καὶ κατέχων αὐτὸν ἐν τοῖς κόλποις αὐτοῦ ἐτελεύτησεν, ἀφυπνώσαντος τοῦ Ἀβραὰμ τῷ ιε ἔτει τῆς ζωῆς Ἰακώβ.

'''Frag. Q*'''

(26, 34) Τῷ Ἡσαῦ ἔφη ἐν ταῖς εὐλογίαις ὁ Ἰσαάκ, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου
[πλημμελήσῃς εἰς θάνατον].
Γραμμή 315 ⟶ 316 :

'''Frag. R*'''

(29, 12) Ἰωσήππου. Τῷ ρνγ ἔτει τοῦ Ἰσαὰκ ἐπανῆλθεν Ἰακὼβ πρὸς αὐτὸν ἀπὸ Μεσοποταμίας.

Γραμμή 344 ⟶ 345 :

'''Frag. S*'''

(46, 3) Ἰωσὴφ ιζ ἐτῶν ἐπράθη καὶ τριὰ ἔτη ἐποίησεν δοῦλος καὶ γ ἔτη ἐν τῇ φυλακῇ καὶ π πάσης γῆς ἐγύπτου ἄρχων.

'''Frag. T*'''

(46, 14) τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, ἵνα δι' αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀνείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέτρυχον.

'''Frag. V*'''

(47, 3) Ὅτι ἐν τῇ λεπτῇ Γενέσει κεῖται μόνους δέκα μῆνας ῥιφῆναι τὰ βρέφη τῶν Ἰσραηλιτῶν ἐν τῷ ποταμῷ, ἕως οὗ ἀνελήφθη Μωϋσῆς ὑπὸ τῆς βασιλίσσης.· διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις.

'''Frag. W*'''

(47, 5) ὁ δ αὐτὸς υἱὸς τῇ θυγατρὶ Φαραῷ Θερμούθιδι, τῇ καὶ Φαρίῃ, βασιλίδι οὔσῃ εἰσποιηθείς, καὶ πᾶσαν Αἰγυπτίων ἀσκηθεὶς παίδευσιν, ὡς βασιλίδος υἱός, δικαίως ἂν κληθείη κατὰ κόσμον βασιλεὺς ἐξ ὕδατος ...

'''Frag. X*'''

(Ὅτι Εὐπόλεμός φησι τὸν Μωϋσέα πρῶτον σοφὸν γενέσθαι ...) (48, 1) καταλιπὼν δὲ Μωϋσῆς τὰς κατ' Αἴγυπτον διατριβὰς εἰς τὴν ἔρημον ἐφιλοσόφει, διδασκόμενος παρὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ τὰ περὶ τῆς γενέσεως τοῦ κόσμου ... (et cf. Rés., p. 70).

Γραμμή 371 ⟶ 372 :

'''Frag. Y*'''

(48, 14) διὰ τοῦτο δέκα πληγαὶ ἐδόθησαν ἐν δέκα μησὶ τοῖς Αἰγυπτίοις, καὶ τέλος ἐν τῇ θαλάσσῃ κατεστράφησαν ὃν τρόπον τὰ βρέφη τῶν Ἑβραίων ἐν τῷ ποταμῷ ἀπέπνιγον, χιλίων ἀνδρῶν ἀποπνιγέντων ἰσχυρῶν Αἰγυπτίων ἀνθ' ἑνὸς βρέφους Ἰσραηλιτικοῦ.
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Ιωβηλαία»