Χρονογραφία/Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
AristippusSer (συζήτηση | Συνεισφορά)
Breaking into paragraphs for easier reading

Γραμμή 9:

{{κ|1.1}} Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ὁ Τζιμισκῆς, πολλῶν καὶ ἀγαθῶν αἴτιος τῇ Ῥωμαίων ἡγεμονίᾳ γενόμενος καὶ αὐξήσας ταύτην εἰς δύναμιν, οὕτω καταλύει τὸν βίον· περιΐσταται δὲ καθαρῶς ἡ βασιλεία εἴς τε Βασίλειον καὶ Κωνσταντῖνον τοὺς τοῦ Ῥωμανοῦ παῖδας.

{{κ|1.1}} Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ὁ Τζιμισκῆς, πολλῶν καὶ ἀγαθῶν αἴτιος τῇ Ῥωμαίων ἡγεμονίᾳ γενόμενος καὶ αὐξήσας ταύτην εἰς δύναμιν, οὕτω καταλύει τὸν βίον· περιΐσταται δὲ καθαρῶς ἡ βασιλεία εἴς τε Βασίλειον καὶ Κωνσταντῖνον τοὺς τοῦ Ῥωμανοῦ παῖδας.

{{κ|1.2}}Ἤστην δὲ ἄμφω ἤδη μὲν παρεληλακότε τὴν ἥβην, διαφόρω δὲ τὸ ἦθος· ὁ μὲν γὰρ Βασίλειος,<ref>Όταν πέθανε ο Βασίλειος Β΄ ο Ψελλός ήταν οκτώ ετών. Το συμπεριέλαβε στη χρονογραφία του γιατί η ιστοριογραφία του Λέοντος Διακόνου τελειώνει με το θάνατο του Τσιμισκή. Είναι το μοναδικό βιβλίο της χρονογραφίας του, γι’ αυτό και περιορισμένης έκτασης, που στηρίζεται σε έμμεσες πηγές, όπως αφηγήσεις κ.α. </ref> ὁ καὶ τὴν ἡλικίαν πρεσβύτερος, ἐγρηγορὼς ἀεὶ καὶ σύννους ἐδείκνυτο καὶ πεφροντικώς, ὁ δέ γε Κωνσταντῖνος ἀνειμένος τοῖς πᾶσιν ὦπτο, ῥᾳθύμως τε τῆς ζωῆς ἔχων καὶ περὶ τὸν ἁβρὸν βίον ἐσπουδακώς. Αὐτοκράτορε μὲν οὖν ἄμφω οὐκ ἐδοκιμασάτην εἶναι, ἀλλ' ὅτι πρεσβύτερος αὐτῶν ὁ Βασίλειος, τὸ πᾶν τῆς ἐξουσίας περιζωσάμενος, μόνου τοῦ τῆς βασιλείας ὀνόματος τὸν ἀδελφὸν ἐκληρώσατο κοινωνόν· ἐπεὶ οὐδ' ἂν ἄλλως ἡ τῆς βασιλείας αὐτοῖς ἀρχὴ διεκυβερνήθη, εἰ μὴ τῷ
πρώτῳ καὶ ἀκριβεστάτῳ ἡ αὐτοκράτωρ ἀπεκληρώθη διοίκησις. Καὶ θαυμάσειεν ἄν τις
Γραμμή 18:
ἀδελφὸν ὁρῶν ὑπὲρ τὴν τελείαν ἡλικίαν γενόμενον, ἀλλ' ἀρτίχνουν ἤδη καὶ πρῶτον, ὅ
φασιν, ὑπηνήτην. Τοιούτων μὲν οὖν ἐγκωμίων ἐκ προοιμίων ἀξιούσθω ὁ
Κωνσταντῖνος.

{{κ|1.3}} Ὁ δέ γε Βασίλειος ἤδη τὴν τῶν Ῥωμαίων ἡγεμονίαν περιζωσάμενος,
ἐβούλετο μὲν μηδένα κοινωνὸν ἔχειν τῶν φροντισμάτων, μηδὲ περὶ τῶν κοινῶν
Γραμμή 38 ⟶ 39 :
πρῶτος αὐτὸς, ἢ καὶ μόνος, τῆς τε συνεισφορᾶς τῶν δημοσίων ἐφρόντιζε καὶ τῆς τοῦ
κοινοῦ διορθώσεως· ἐδίδου δὲ ἐπὶ πᾶσι τὴν γλῶτταν καὶ τὴν χεῖρα ὁ βασιλεὺς, τὰ μὲν
συνηγορῶν ἐκείνῳ, τὰ δὲ καὶ ἐν γράμμασι βεβαιῶν.

{{κ|1.4}}Τοῖς μὲν οὖν πολλοῖς ὅσοι τῶν καθ' ἡμᾶς τεθέανται τὸν βασιλέα Βασίλειον,
στρυφνὸς οὗτος δοκεῖ καὶ τὸ ἦθος ἀπεξεσμένος, δύσοργός τε καὶ οὐ ταχὺ μεταβάλλων,
Γραμμή 49 ⟶ 51 :
τρίτος ἐγεγόνει, καὶ οἱ λοιποὶ βασιλειᾶν ἤρξαντο, καὶ ἐξ ἑκατέρων αὐτῷ τῶν μερῶν ἀντανέστησαν, ὅλοις ἱστίοις ἀπενεχθεὶς τῆς τρυφῆς, ὅλῳ πνεύματι ἀντείχετο τῆς σπουδῆς·
ἐπιγενόμενος γὰρ τοῖς ἐγγύθεν αὐτῷ τὴν ἡγεμονίαν παρειληφόσιν, ἅπαν εὐθὺς ἄρδην
τὸ ἐκείνων γένος ἀπολλύειν ἐπικεχείρηκε.

{{κ|1.5}} Περὶ τῆς ἀποστασίας τοῦ Σκληροῦ. ∆ιὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς
πολέμους κατ' αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς, ἀνὴρ καὶ
Γραμμή 63 ⟶ 66 :
ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις
φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες,
ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμεν φασιν.

{{κ|1.6}}Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε
βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ,
Γραμμή 69 ⟶ 73 :
ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν
τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν
ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνάμεων.

{{κ|1.7}} Ἦν δ' ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων
καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς,
Γραμμή 78 ⟶ 83 :
καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα, καὶ τοῦτο πλήθει τῶν
ἀντιτεταγμένων· τοσοῦτον <δὲ> τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν, ὅσῳ τῇ τέχνῃ
καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος.

{{κ|1.8}}Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες
ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοι γε συνελάσαντες εἴς τι
Γραμμή 87 ⟶ 93 :
βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατὴς, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ
ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν
παρεσκεύασεν.

{{κ|1.9}}Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς
ὅλοις ἐξαπορηθεὶς, καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος, προσδραμεῖν τε
Γραμμή 94 ⟶ 101 :
δυνά μεων συνήλασε γῆν, καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ, εἰς ὑποψίαν
ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν, ἴσως δὲ καὶ ὑποπτεύσας τὴν
ἀθρόαν ἔφοδον, δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.

{{κ|1.10}}Περὶ τῆς ἀποστασίας Βάρδα τοῦ Φωκᾶ. Ὁ δέ γε Φωκᾶς Βάρδας τῷ βασιλεῖ
Ῥωμαίων ἐπαναζεύγνυσι, καὶ τῆς τε τροπαιοφόρου ἐτετυχήκει πομ πῆς, τοῖς τε περὶ τὸν
Γραμμή 107 ⟶ 115 :
οὗτοι τό τε μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν σοβαρὰν ἕλκοντες),
οὐκ ἔτι ἐν ὑπονοίαις, ἀλλὰ μετὰ τῆς βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν
τυραννικὴν στολὴν ἀμφιέννυται.

{{κ|1.11}}Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν
Βαβυλώνιον, ᾧ προσπεφευγότες οἱ περὶ τὸν Σκληρὸν, ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε,
Γραμμή 126 ⟶ 135 :
ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους
πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς
τὴν φυγὴν πεποιήκασιν.

{{κ|1.12}}Ὁ μὲν οὖν Σκληρὸς τυραννεύσειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν
δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης
Γραμμή 136 ⟶ 146 :
ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων
κατεληλύθεσαν, ἐπ' ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ
αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν.

{{κ|1.13}}Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν Ῥωμαίων ἀγνωμοσύνης κατεγνωκὼς,
ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν τῷ Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν
Γραμμή 143 ⟶ 154 :
οὐ πρὸς μάχην διεγηγερμένοις, ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις, οὐκ ὀλίγους τε
αὐτῶν ἀνῃρήκασι καὶ τοὺς καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται
δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά.

{{κ|1.14}} Συμπαρῆν δὲ τῷ τῶν Ῥωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι
γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνων· ἀλλ' οὐδὲ ὁ ἀδελφὸς
αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος
καὶ δόρυ μακρὸν ἐπισείων, μέρος τῆς φάλαγγος ἦν.

{{κ|1.15}}Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν, ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ
βασιλικὴ, ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ, καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ
Γραμμή 166 ⟶ 179 :
τῆς φάλαγγος προπηδᾷ, καὶ τὸν χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως
χωρεῖ, τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων λαβὴν, ὡς αὐτίκα τούτῳ
τὸν βασιλέα διαχειρισόμενος.

{{κ|1.16}} Ὁ μὲν οὖν οὕτως καὶ μετὰ τοσούτου θάρσους ἐπὶ τὸν Βασίλειον ᾔει· ὁ δὲ
προβέβλητο μὲν τῆς οἰκείας δυνάμεως, καὶ ξιφηφόρος εἱστήκει, θατέρᾳ δὲ τῶν χειρῶν
Γραμμή 183 ⟶ 197 :
ἐγκεφάλου τόπον κατέλαβε, καὶ τὴν δίνησιν ἐπεποιήκει καὶ τὴν κατά πτῶσιν. Ἦν δὲ τὸ
μὲν σύνθημα Βασιλείου, ἡ δὲ ἐπίβουλος χεὶρ τοῦ τῷ τυράννῳ οἰνοχοοῦντος· ἐγὼ δὲ
ταῦτα μὲν ἐν ἀδήλοις τίθημι, τῇ δὲ μητρὶ τοῦ Λόγου τὸ πᾶν ἀνατίθημι.

{{κ|1.17}}Πίπτει γοῦν ὁ τέως ἄτρωτος καὶ ἀνάλωτος, θέαμα ἐλεεινὸν καὶ δακρύων
ἄξιον. Εὐθὺς δ' οὖν ὡς εἶδον αἱ φάλαγγες ἑκατέρωθεν, ἡ μὲν εὐθὺς διαιρεθεῖσα καὶ τὸ
τῆς ὁμαιχμίας συνεχὲς διακόψασα, ὀπίσω τε ἐγεγόνει, καὶ φυγάδες ἅπαντες ὤφθησαν· οἱ
δὲ περὶ τὸν βασιλέα, εὐθὺς πεσόντι τῷ τυράννῳ ἐπεισπηδήσαντες, τῶν Ἰβήρων διασκεδασθέντων, πολλαῖς κοπίσι διαμελίζουσι καὶ τὴν κεφαλὴν ἐκτεμόντες τῷ Βασιλείῳ
προσάγουσιν.

{{κ|1.18}} Ἐντεῦθεν ἕτερος ἀνθ' ἑτέρου ὁ βασιλεὺς γίνεται, καὶ οὐ μᾶλλον αὐτὸν τὸ
γεγονὸς εὔφρανεν, ἢ ἡ τῶν πραγμάτων δεινότης ἠνίασεν· ὕποπτος οὖν εἰς πάντας ὦπτο
καὶ σοβαρὸς τὴν ὀφρὺν, τάς τε φρένας ὑποκαθήμενος καὶ τοῖς ἁμαρτάνουσι δύσοργος
καὶ βαρύμηνις.

{{κ|1.19}}Περὶ τῆς τοῦ παρακοιμωμένου Βασιλείου μετακινήσεως τῶν κοινῶν καὶ
ἐξορίας. Οὐκ ἔτι οὖν οὐδὲ παραχωρεῖν τῆς τοῦ κοινοῦ διοικήσεως τῷ παρακοιμωμένῳ
Γραμμή 204 ⟶ 221 :
καὶ μεθίστησιν ἀθρόως τῆς διοικήσεως τὸν παρακοιμώμενον, καὶ ταῦτα, οὐ λειότητά
τινα τῇ μεταστάσει προμηθευσάμενος, ἀλλὰ τὸν ἄγριον τρόπον καὶ ὃν ἄν τις οὐχ
ὑπειλήφει· εἰς γὰρ ναῦν ἐμβιβάσας, ὑπερόριον ἐποιήσατο.

{{κ|1.20}}Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν, ἀλλ' ἀρχὴ
καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην αὐτῷ τῆς
Γραμμή 219 ⟶ 237 :
οὐκ ἀνίει ἄχρις οὗ φροντιστήριον ἰδεῖν, χαριεντισάμενος εἰπὼν, τὸ μοναστήριον
δέδρακε, διὰ φροντίδος τιθεμένων τῶν ἐν αὐτῷ, ὅπως ἂν ἑαυτοῖς τὰ ἀναγκαῖα
πορίσαιντο.

{{κ|1.21}}Τοιούτοις οὖν ὁ παρακοιμώμενος καθ' ἑκάστην τοξεύμασιν βαλλόμενος ὡς
εἰπεῖν, ἀθυμίας τε ἐνεπίμπλατο, καὶ οὐκ εἶχεν ὅπως ἂν ἑαυτῷ τὰς ἀλγηδόνας ἰάσαιτο·
Γραμμή 227 ⟶ 246 :
τὴν ψυχὴν, καὶ γέγονεν ὡς ἀληθῶς στήλη τῷ βίῳ καὶ διήγημα μέγα, μᾶλλον δὲ
παράδειγμα τῆς τῶν ἐν γενέσει εὐμεταβόλου συγχύσεως. Ὁ μὲν οὖν τὴν
ἀποκεκληρωμένην ἐπικλώσας ζωὴν ἀπελήλυθε.

{{κ|1.22}}Ὁ δὲ βασιλεὺς Βασίλειος τὴν τῆς βασιλείας ἐπιγνοὺς ποικιλίαν, καὶ ὡς οὐκ
εὐχερὲς πρᾶγμα καὶ ῥᾴδιον τηλίκην ἀρχὴν διοικεῖν, γλυκυθυμίας μὲν πάσης ἀπείχετο,
Γραμμή 242 ⟶ 262 :
κυνηγεσίοις, ὧν ἐκεῖνος ἐφρόντιζεν, ἑαυτὸν ἐπὶ τὰ δυστυχοῦντα τῶν ὁρίων ἀφῆκεν,
ἀνακαθᾶραι τοὺς πέριξ βαρβάρους αἱρούμενος, ὁπόσοι τάς τε ἑῴους ἡμῖν λήξεις καὶ τὰς
ἑσπερίους περιστοιχίζονται.

{{κ|1.23}}Περὶ τῆς τοῦ Σκληροῦ μετὰ τὴν τοῦ Φωκᾶ σφαγὴν δευτέρας ἀποστασίας.
Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργάσασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν
Γραμμή 248 ⟶ 269 :
γὰρ τοῦ Φωκᾶ, τὸ μὲν ἄλλο μέρος τῆς παρατάξεως, ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως
ὑπέστρωτο τοῦ Σκληροῦ, τὰς ἐπ' ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέστησάν τε ἀπ'
ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύκασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν, ἐφ' ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες, ἀντ' ἐκείνου τῷ βασιλεῖ αὖθις Βασιλείῳ γεγόνασιν.

{{κ|1.24}}Οὗτος τοιγαροῦν ὁ ἀνὴρ, εἰ καὶ τῆς τοῦ Φωκᾶ χειρὸς καὶ δυνάμεως ἐλάττων
ἐδόκει, ἀλλὰ τά γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότερος ἐκείνου καὶ
Γραμμή 257 ⟶ 279 :
ἐτύγχανον ἱκαναὶ, ἔτι γε μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας, τὰ μὲν ὅσα
ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς ἀπεθησαύριζε τῷ στρατῷ, τὴν δὲ ἀπὸ τῶν βασιλείων ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ ἄλλως διακυβερνωμένην
κατάπραξιν, πᾶσιν ἀνεῖργεν ἐπιτηρῶν ὄμμασι

{{κ|1.25}}Οὐ τοίνυν θέρους ἀρξαμένη ἡ τυραννὶς εἰς τὸν καιρὸν τῆς ὀπώρας
κατέληξεν, οὐδὲ κύκλος εἷς ἐνιαύσιος τὴν ἐπιβουλὴν περιέγραψεν, ἀλλ' ἐπὶ πολλοῖς
Γραμμή 265 ⟶ 288 :
γνώμην συνήρμοσεν ὁ Σκληρὸς, εὐνοίαις τε ὑπαγόμενος καὶ εὐεργεσίαις δουλούμενος,
καὶ συμβιβάζων ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς τε τούτοις σιτούμενος καὶ κοινοῦ μετέχων
κρατῆρος, ἐξ ὀνόματός τε καλῶν ἕκαστον καὶ δι' εὐφήμου γλώττης ποιούμενος.

{{κ|1.26}} Ὁ μὲν οὖν βασιλεὺς πάσης ἐπ' αὐτὸν ἥπτετο σκέψεώς τε καὶ πράξεως, ὁ δὲ
ῥᾷστα πάντα διέλυε, στρατηγικῶς ταῖς ἐκείνου βουλαῖς τε καὶ γνώμαις ἀντιπράττων
Γραμμή 280 ⟶ 304 :
αὐτῶν μέχρι παντὸς ἀπολαύειν ἀξιωμάτων, ὧν αὐτὸς τούτους ἠξίωσε, καὶ μήτε
κτήσεων ἐστερῆσθαι ὧν τε εἶχον καὶ ὧν παρ' αὐτοῦ προσειλήφασι, μήτε τινῶν ἄλλων
τῶν προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι.

{{κ|1.27}}Ἐπὶ τούτοις ἄμφω συνεληλυθέτην, καὶ ὁ βασιλεὺς ἐξεληλύθει τῆς Πόλεως
ἔν τινι τῶν λαμπροτάτων χωρίων ὑποδεξόμενός τε τὸν ἄνδρα καὶ τὰς σπονδὰς ποιησόμενος· ὁ μὲν οὖν ὑπὸ βασιλικῇ καθῆστο σκηνῇ, τὸν δὲ Σκληρὸν πόρρωθεν εἰσῆγον οἱ
Γραμμή 292 ⟶ 317 :
καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε, μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν, εἰ μὴ πάντη ἰδιωτεύσοι
τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν
πέδιλον ὁ Σκληρὸς, καὶ οὕτως ὑπέδυ τὴν στέγην

{{κ|1.28}}Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω, εἶτα
δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην, ὁ μὲν τῆς τυραννίδος ἀπολογούμενος, καὶ
Γραμμή 305 ⟶ 331 :
ἀδίκοις εἰσπράξεσιν, ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις, γυναῖκά τε εἰς τὰ βασίλεια μὴ
εἰσαγαγεῖν, καὶ μηδενὶ πρόχειρον εἶναι, μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν
εἰδήμονας.

{{κ|1.29}}Ἐπὶ τούτοις διαλελυμένης αὐτοῖς τῆς κοινολογίας, ὁ μὲν Σκληρὸς ἐπὶ τοὺς
ἀποτεταγμένους αὐτῷ ἀγροὺς ἀπιὼν καὶ ὀλίγον διαβιοὺς μετήλλαξε τὴν ζωήν· ὁ δὲ
Γραμμή 321 ⟶ 348 :
βαδίζουσιν, ἀλλὰ τὸ χρηματίζεσθαι εἰς πρώτην αἰτίαν τῶν λόγων ἀναφέρουσι, μᾶλλον
δὲ διὰ τοῦτο τὰ περὶ τοὺς λόγους σπουδάζουσι, κἂν μὴ εὐθὺς τὸ τέλος προσῄει,
ἀφίστανται τῆς ἀρχῆς. Οὗτοι μὲν οὖν ἐρρώσθων.

{{κ|1.30}}Ὁ δὲ λόγος αὖθις εἰς τὸν βασιλέα ἀναφερέσθω· οὗτος γὰρ, ἐπειδὴ καὶ τὸ
βάρβαρον ἀνεκάθηρε, καὶ τὸ ὑπήκοον, ἵν' οὕτως εἴπω, παντοδαπῶς ἐχειρώσατο, οὐκ ἔτι
Γραμμή 331 ⟶ 359 :
ποικίλη τότε οὐκ ἦν ἡ τῶν βασιλέων πρὸς τὰς ὑπομνήσεις ἢ δεήσεις ἀπόκρισις, ἀλλ'
ἀφελὴς καὶ λιτὴ (τοῦ γὰρ κομψῶς καὶ συντεταγμένως γράφειν ἢ λέγειν ἀπείχετο
παντελῶς), τὰ γοῦν ἐπιόντα τῇ γλώττῃ ῥήματα ταῦτα συνείρων τοῖς γράφουσιν ὑπηγόρευε καὶ δεινὸν οὐδὲν ὁ λόγος εἶχεν, οὐδὲ περίεργον.

{{κ|1.31}}Ἀπὸ τοίνυν ὑπερηφάνου καὶ βασκάνου τύχης τὴν βασιλείαν καταβιβάσας,
οὐ μόνον λείαν ἑαυτῷ τὴν ὁδὸν εὐτρέπισε τῆς ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐξαγωγὰς τῶν
Γραμμή 351 ⟶ 380 :
στρατεύων, καὶ τάς τε τῶν βαρβάρων ἀνείργων ἐπιδρομὰς, τά τε ἡμέτερα φρουρῶν
ὅρια, οὐ μόνον οὐδὲν ἐξεφόρει τῶν ἀποτεθειμένων, ἀλλὰ καὶ πολλαπλάσια τὰ
συνειλεγμένα ἐδείκνυε.

{{κ|1.32}}Ἐποιεῖτο δὲ τὰς πρὸς τοὺς βαρβάρους στρατείας οὐχ ὥσπερ εἰώθασιν οἱ
πλείους τῶν βασιλέων ποιεῖν, μεσοῦντος ἐξιόντες ἔαρος καὶ τελευτῶντος θέρους ἐπαναζευγνύντες, ἀλλ' ὅρος αὐτῷ τῆς ἀναζεύξεως ἦν τὸ τοῦ σκοποῦ τέλος, ἐφ' ᾧ καὶ τὴν
Γραμμή 361 ⟶ 391 :
κατόπιν ἀνενεγκεῖν, εὐπετῶς τούτοις ἐν τοῖς πολέμοις ἐχρῆτο· ὅθεν οὐδ' ἐπ' ἄλλοις τὴν
τάξιν τούτων ἐτίθετο, ἀλλ' ἑκάστου καὶ τὴν φύσιν καὶ τὴν τεχνικὴν ἀγωνίαν εἰδὼς, καὶ
πρὸς ὃ ἢ τῷ ἤθει ἢ τῇ παιδείᾳ συνήρμοστο, πρὸς τοῦτο συνῆγε καὶ συνεβίβαζε.

{{κ|1.33}}Ἤιδει δὲ καὶ ὁπόσα τῶν σχημάτων τοῖς λόχοις λυσιτελεῖ, τὰ μὲν ἀπὸ τῶν
βιβλίων ἀναλεξάμενος, τὰ δὲ καὶ αὐτὸς συντελέσας ἐκ φυσικῆς ἐπιστήμης τοῖς
Γραμμή 378 ⟶ 409 :
προὖπτον ὑβριζόντων αὐτὸν, ὁμαλῶς οὗτος τὰς ἐπ' αὐτὸν ὀλιγωρίας ἐδέχετο, καὶ
μειδιῶν ἐφ' ἱλαρῷ ἤθει εὐλογίστους ἀπεδίδου τὰς ἀποκρίσεις, ὡς· «Οὐκ ἂν ἄλλως
παυσώμεθα πολεμοῦντες».

{{κ|1.34}}Ἀπεμέριζε δὲ τὸ ἑαυτοῦ ἦθος καὶ κατάλληλον ἐδίδου καιροῖς τε μαχίμοις
καὶ εἰρηνικαῖς καταστάσεσι, μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς ἐρεῖν, πανουργότερος μὲν ἐν
Γραμμή 390 ⟶ 422 :
ἐβούλετο ἀλλοιοῦν· ὅθεν οὔθ' οἷς εὐμενὴς ἦν, τούτοις, εἰ μή πού τις ἀνάγκη ἐπῆν, τὸ
ἦθος μετήλλαττεν, οὔτε εἴ τισι πρὸς ὀργὴν ἐξερράγη ταχὺ μετεβάλλετο· ἀλλ' ἦν ἡ τῶν
δοξάντων αὐτῷ διαίρεσις κατὰ τὸ μέλλον καὶ θεῖον κριτήριον.

{{κ|1.35}}Περὶ τοῦ ἰδίου. Τὸ μὲν οὖν ἦθος αὐτῷ τοιοῦτον, τὸ δὲ εἶδος εὐγένειαν
κατηγόρει φύσεως· τό τε γὰρ ὄμμα χαροπὸν καὶ λαμπρὸν, καὶ ἡ ὀφρὺς οὐκ ἐπικειμένη
Γραμμή 400 ⟶ 433 :
τὸ μέτριον τοῖς ὤμοις συνήρμοστο. Τὸ <δὲ> στέρνον οὔτε προβεβλημένον καὶ οἷον
ἐκκείμενον, οὔτ' αὖθις ἐγκείμενον καὶ οἷον ἀποστενούμενον, ἀλλ' ἐμμέτρως ἔχον τῶν
διαστάσεων· καὶ τὰ λοιπὰ δὲ μέρη πρὸς τοῦτο συνωμολόγησαν.

{{κ|1.36}} Τὴν δὲ ἡλικίαν ἐλάττονα μὲν εἶχε τοῦ μετρίου, συνηρμοσμένην δὲ τοῖς
ἰδίοις μέρεσι καὶ μηδαμοῦ ἐπινεύουσαν· ἀφίππῳ μὲν οὖν εἴ τις ἐντετυχήκει αὐτῷ, καὶ
Γραμμή 416 ⟶ 450 :
ἐπιτροχάδην, οὐδὲ ἀποτορνεύων τοὺς λόγους, οὐδὲ ἐς περιόδους ἀπομηκύνων, ἀλλὰ
περικόπτων καὶ κατὰ βραχὺ ἀναπαύων, καὶ ἀγροικικῶς μᾶλλον ἢ ἐλευθερίως· ὁ δὲ
γέλως αὐτῷ καγχασμὸν εἶχε καὶ τῷ παντὶ συνεβράσσετο σώματι.

{{κ|1.37}}Οὗτος ὁ βασιλεὺς μακροβιώτατος δοκεῖ ὑπὲρ πάντας τοὺς ἄλλους αὐτοκράτορας γεγενῆσθαι· ἀπὸ μὲν γὰρ γεννήσεως ἄχρις εἰκοστοῦ χρόνου τῆς ἡλικίας αὐτοῦ τῷ τε πατρὶ καὶ τῷ Φωκᾷ Νικηφόρῳ καὶ τῷ μετ' ἐκεῖνον Ἰωάννῃ τῷ Τζιμισκῇ συνεβασίλευσεν ὑποκείμενος, εἶτα δὴ δύο πρὸς τοῖς πεντήκοντα ἔτεσι τὴν αὐτοκράτορα ἔσχεν ἀρχήν. Ἑβδομηκοστὸν οὖν καὶ δεύτερον ἔτος τῆς ἡλικίας ἄγων μεταλλάττει τὸν βίον.