Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/3: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις | συγγραφέας = Νικήτας Χωνιάτης | μεταφραστής= | ενό...
 
Flyax (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 10:
 
<div align=center>'''ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (3)'''</div>
<center><div style="width: 45em50em; text-align: justify">
3. Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν
ἀποτρόπαιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ'
ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς
μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχισμῶν, καὶ ὑπερόριον
κακὸν εἰσεκώμασε Φρεδέριχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν
βασιλέα διαπρεσβευσάμενος Ἰσαάκιον, ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ῥωμαίων
γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ
ἀπαίρειν εἰς Παλαιστίνην, καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς
χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι' οἰκείων
ἀνταποστολῆς πρέσβεων. στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ
Δούκας, καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ
Ῥωμαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν,
οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ῥωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ
τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ' αὐτὸν στρατιάν, ἀλλ'
ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι
τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν
ἐπάνεισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ ὁ βασιλεὺς τῆς
ξυλλογῆς τῶν ὠνίων φροντίδα τίθησι, καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν
ἐπαρχιωτῶν αὐτίκα μεταφερόμενα καθ' οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχεσθαι.
ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ῥωμαϊκῶν
καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ' ἀνδρῶν κατὰ γένος λαμπρῶν
καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν
στέλλεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ
ὁ Καντακουζηνὸς Ἀνδρόνικος. ἀλλ' οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφειλόντων
γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν
ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν)
αὐτόν τε τὸν ῥῆγα κατὰ Ῥωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον
ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν
ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες
πλείστοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως
ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασιλέως
ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ διαταφρεύειν
καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους
διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν
ἐπιτιμώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί.
ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο,
βασιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν
ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε,
καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα, καὶ
ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τοῖς ὁδεύουσιν. ἀλλὰ καὶ τὸν
ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ
τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ
στρατευμάτων ἐκέλευσε, καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι
καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτω
προσέστησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων
ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ
χαριέστερον, αὐτὸς μὲν δι' ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν
Φιλιππούπολιν καὶ κατ' αὐτὴν ἐβάλετο χάρακα, Ῥωμαίους δὲ
ἀντιπαρελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν
εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο.
τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ
ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων
ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμε-
νίοις κατειλεγμένος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν
ἐθνῶν ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο,
ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς
πλείστας ἀλλήλοις συμφέρονται· Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ'
ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις
κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις
Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς
ἔννομα. πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν
ἐπιστέλλων τῷ πρωτοστράτορι, καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς
πρόσω πορείας Ῥωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον·
μηδὲ γὰρ κατὰ Ῥωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον
βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ
δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα, καὶ τὸ ποιητέον ἐκεῖθεν
ἐπιταττόμενος, οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα,
ἀλλ' ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν, καὶ
εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος
ἀναίρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ
κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς
πεποιθήσεως.<br>
 
Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν, καὶ ὡς
οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ
Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ
δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον πορείας ἀλλ' ἔσθ' ὅπῃ
καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ
χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο. ὡς
δ' εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος, καὶ ποταμοὶ μὲν
ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε
κλίματος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον,
οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα,
ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος, καὶ δὴ τὴν μὲν στρατιὰν αὐλίζεσθαι
διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ' εὔζωνος τὴν βασιλίδα καταλαβὼν
διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο. ἅμα δ' ἦρι φανέντι
ἔξεισι αὖθις καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς,
καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν ὃ Λοβιτζὸς ἐπικέκληται πλεῖστα
πεπονηκὼς, ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν
μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν·
αἱ γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ' αὐτὴν
σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τοὺς
ἐς ἡμᾶς αὐτοκράτορας, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν,
ἀλλ' ὡς ῥιψάσπιδας γινομένους ἔπειθον αὐτομολεῖν εἰς αὐτά.
τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς, καὶ τῶν
ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν. ἀλλὰ καὶ
οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε. <br>
2. Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς
Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης
ἀγελαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδέστατον,
ἑαυτῷ προσῳκείωσε, καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν
κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασιλείας ἑαυτῷ περιέθηκεν
ὄνομα, τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος·
ἔπειτα δὲ καὶ τῶν ἀγχούρων ἀποπειρᾶται χωρῶν, καὶ
ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς
δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον
γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασιλέως,
μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ' αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ
δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν
ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο,
τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ
πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι·
ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον
τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ' ἑαυτὸν ὡς πρότερον
πολιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ'
οὗ καὶ πρότερον ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς
παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ
ἐπαναστάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο.
μετ' οὐ πολὺ δὲ καὶ Βασίλειος ὁ Βατάτζης, γένους μὲν ἀσήμου
βλαστῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ
βασιλέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν
δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε
πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλαβεῖν
καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας ἐξώσας
ἔδοξε καὶ οὕτω μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ.
ἀλλ' οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχοσρόης,
συμμαχικὸν μὲν αἰτήσας κατὰ Ῥωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ
οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρονες
κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ῥωμαίους
λῃστεύουσιν.
</div></center>