Χρονική Διήγησις/Ισαάκιος Άγγελος/Β/1: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Flyax (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρονική Διήγησις | συγγραφέας = Νικήτας Χωνιάτης | μεταφραστής= | ενό...
(Καμία διαφορά)

Αναθεώρηση της 08:45, 15 Απριλίου 2020

Χρονική Διήγησις
Συγγραφέας:
Ισαάκιος Άγγελος - ΤΟΜΟΣ Β΄ (1)
Το κείμενο ακολουθεί την έκδοση Immanuel Bekker, Βόννη, 1835.


ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ


ΙΣΑΑΚΙΟΣ ΑΓΓΕΛΟΣ - ΤΟΜΟΣ Β΄ (1)

Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς, ἀλλ' ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ῥωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη περιπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ' ὁπλιτικὸν ξενολογήσαντας Σκυθικὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παραβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληΐζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα. πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐντεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος, καὶ τοὺς οἰκείους μὴ ἀπαυθαδήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον. καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον) ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον μηδέν τι μελλήσαντα ἐξελθεῖν. ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφροσύνην ὡς τῷ βασιλείῳ κήδει ἀσύμφωνον καὶ τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληξάσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν Καισάρων λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελ- φῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, ἐπένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ' ἀντέκρουσε τὸ βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ῥωμαίους ὑπὸ Μυσῶν, ἐπ' ἄλλοις τρέπει τὸν νοῦν. νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Παλαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμογενῶν οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρακηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις. ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντες καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου, μικρόν τι ἐπιβιοὺς, καὶ ὅσον πεῖραν τῆς αὐτοῦ ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι. γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ' ὀφρύσι νεύσαντος μόνον καὶ χορεύειν κατὰ ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ καὶ ὡς ἐπήλυδες ἐκείνοις ὀφθέντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες, ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι, πλήττουσι πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσι τους τοῖς κυρίοις αὐτῶν ἀντίφρονας, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ὅλως ἐν νῷ βαλλόμενοι, μηδ' ὅτι ἐκ του δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάνατον.