Ιουδίθ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Automated import of articles
 
μ Robot: Automated text replacement (-ῃ£ +ῄ)
Γραμμή 23:
 
===Κεφάλαιον ΣΤ'===
{{κ|1}} ΚΑΙ ὡς κατέπαυσεν ὁ θόρυβος τῶν ἀνδρῶν τῶν κύκλῳ τῆς συνεδρίας, καὶ εἶπεν Ὀλοφέρνης ὁ ἀρχιστράτηγος δυνάμεως Ἀσσοὺρ πρὸς Ἀχιὼρ ἐναντίον παντὸς τοῦ δήμου ἀλλοφύλων καὶ πρὸς πάντας υἱοὺς Μωάβ· {{κ|2}} καὶ τίς εἶ σύ, Ἀχιὼρ καὶ οἱ μισθωτοὶ τοῦ Ἐφραίμ, ὅτι ἐπροφήτευσας ἐν ἡμῖν καθὼς σήμερον καὶ εἶπας τὸ γένος Ἰσραὴλ μὴ πολεμῆσαι, ὅτι ὁ Θεὸς αὐτῶν ὑπερασπιεῖ αὐτῶν; καὶ τίς ὁ Θεὸς εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ καὶ ἐξολοθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς, καὶ οὐ ρύσεται αὐτοὺς ὁ Θεὸς αὐτῶν· {{κ|3}} ἀλλ᾿ ἡμεῖς οἱ δοῦλοι αὐτοῦ πατάξομεν αὐτοὺς ὡς ἄνθρωπον ἕνα, καὶ οὐχ ὑποστήσονται τὸ κράτος τῶν ἵππων ἡμῶν. {{κ|4}} κατακαύσομεν γὰρ αὐτοὺς ἐν αὐτοῖς, καὶ τὰ ὄρη αὐτῶν μεθυσθήσεται ἐν τῷ αἵματι αὐτῶν, καὶ τὰ πεδία αὐτῶν πληρωθήσεται νεκρῶν αὐτῶν, καὶ οὐκ ἀντιστήσεται τὸ ἴχνος τῶν ποδῶν αὐτῶν κατὰ πρόσωπον ἡμῶν, ἀλλὰ ἀπωλείᾳ ἀπολοῦνται, λέγει ὁ βασιλεὺς Ναβουχοδονόσορ ὁ κύριος πάσης τῆς γῆς· εἶπε γάρ, οὐ ματαιωθήσεται τὰ ρήματα τῶν λόγων αὐτοῦ. {{κ|5}} σὺ δὲ Ἀχιὼρ μισθωτὲ τοῦ Ἀμμών, ὃς ἐλάλησας τοὺς λόγους τούτους ἐν ἡμέρᾳ ἀδικίας σου, οὐκ ὄψει ἔτι τὸ πρόσωπόν μου ἀπὸ τῆς ἡμέρας ταύτης, ἕως οὗ ἐκδικήσω τὸ γένος τῶν ἐξ Αἰγύπτου· {{κ|6}} καὶ τότε διελεύσεται ὁ σίδηρος τῆς στρατιᾶς μου καὶ ὁ λαὸς τῶν θεραπόντων μου τὰς πλευράς σου, καὶ πεσῇ ἐν τοῖς τραυματίαις αὐτῶν, ὅταν ἐπιστρέψω. {{κ|7}} καὶ ἀποκαταστήσουσί σε οἱ δοῦλοί μου εἰς τὴν ὀρεινὴν καὶ θήσουσί σε ἐν μιᾷ τῶν πόλεων τῶν ἀναβάσεων, {{κ|8}} καὶ οὐκ ἀπολῇ ἕως οὗ ἐξολοθρευθῇς μετ᾿ αὐτῶν. {{κ|9}} καὶ εἴπερ ἐλπίζεις τῇ καρδίᾳ σου ὅτι οὐ ληφθήσονται, μὴ συμπεσέτω σου τὸ πρόσωπον· ἐλάλησα, καὶ οὐδὲν διαπεσεῖται τῶν ρημάτων μου. {{κ|10}} καὶ προσέταξεν Ὀλοφέρνης τοῖς δούλοις αὐτοῦ, οἳ ἦσαν παρεστηκότες ἐν τῇ σκηνῇ αὐτοῦ, συλλαβεῖν τὸν Ἀχιὼρ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς Βαιτυλούα καὶ παραδοῦναι εἰς χεῖρας υἱῶν Ἰσραήλ. {{κ|11}} καὶ συνέλαβον αὐτὸν οἱ δοῦλοι αὐτοῦ καὶ ἤγαγον αὐτὸν ἔξω τῆς παρεμβολῆς εἰς τὸ πεδίον καὶ ἀπῇραν ἐκ μέσου τῆς πεδινῆς εἰς τὴν ὀρεινὴν καὶ παρεγένοντο ἐπὶ τὰς πηγάς, αἳ ἦσαν ὑποκάτω Βαιτυλούα. {{κ|12}} καὶ ὡς εἶδαν αὐτοὺς οἱ ἄνδρες τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἀνέλαβον τὰ ὅπλα αὐτῶν καὶ ἀπῆλθον ἔξω τῆς πόλεως ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ πᾶς ἀνὴρ σφενδονήτης διεκράτησαν τὴν ἀνάβασιν αὐτῶν καὶ ἔβαλον ἐν λίθοις ἐπ᾿ αὐτούς. {{κ|13}} καὶ ὑποδύσαντες ὑποκάτω τοῦ ὄρους ἔδησαν τὸν Ἀχιὼρ καὶ ἀφῆκαν ἐρριμμένον ὑπὸ τὴν ρίζαν τοῦ ὄρους καὶ ἀπῴχοντο πρὸς τὸν κύριον αὐτῶν. {{κ|14}} καταβάντες δὲ υἱοὶ Ἰσραὴλ ἐκ τῆς πόλεως αὐτῶν ἐπέστησαν αὐτῷ καὶ λύσαντες αὐτὸν ἀπήγαγον εἰς τὴν Βαιτυλούα καὶ κατέστησαν αὐτὸν ἐπὶ τοὺς ἄρχοντας τῆς πόλεως αὐτῶν, {{κ|15}} οἳ ἦσαν ἐν ταῖς ἡμέραις ἐκείναις, Ὀζίας ὁ τοῦ Μιχὰ ἐκ τῆς φυλῆς Συμεὼν καὶ Ἀβρὶς ὁ τοῦ Γοθονιὴλ καὶ Χαρμὶς υἱὸς Μελχιήλ. {{κ|16}} καὶ συνεκάλεσαν πάντας τοὺς πρεσβυτέρους τῆς πόλεως, καὶ συνέδραμον πᾶς νεανίσκος αὐτῶν καὶ αἱ γυναῖκες εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν τὸν Ἀχιὼρ ἐν μέσῳ παντὸς τοῦ λαοῦ αὐτῶν, καὶ ἐπηρώτησεν αὐτὸν Ὀζίας τὸ συμβεβηκός. {{κ|17}} καὶ ἀποκριθεὶς ἀπήγγειλεν αὐτοῖς τὰ ρήματα τῆς συνεδρίας Ὀλοφέρνου καὶ πάντα τὰ ρήματα, ὅσα ἐλάλησεν ἐν μέσῳ τῶν ἀρχόντων υἱῶν Ἀσσούρ, καὶ ὅσα ἐμεγαλορρημόνησεν Ὀλοφέρνης εἰς τὸν οἶκον Ἰσραήλ. {{κ|18}} καὶ πεσόντες ὁ λαὸς προσεκύνησαν τῷ Θεῷ καὶ ἐβόησαν λέγοντες· {{κ|19}} Κύριε ὁ Θεὸς τοῦ οὐρανοῦ, κάτιδε ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν καὶ ἐλέησον τὴν ταπείνωσιν τοῦ γένους ἡμῶν καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τῶν ἡγιασμένων σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ. {{κ|20}} καὶ παρεκάλεσαν τὸν Ἀχιὼρ καὶ ἐπῃ£νεσανἐπῄνεσαν αὐτὸν σφόδρα. {{κ|21}} καὶ παρέλαβεν αὐτὸν Ὀζίας ἐκ τῆς ἐκκλησίας εἰς οἶκον αὐτοῦ καὶ ἐποίησε πότον τοῖς πρεσβυτέροις, καὶ ἐπεκαλέσαντο τὸν Θεὸν Ἰσραὴλ εἰς βοήθειαν ὅλην τὴν νύκτα ἐκείνην.
 
===Κεφάλαιον Ζ'===
Γραμμή 53:
{{κ|1}} ΚΑΙ εἶπε πρὸς αὐτοὺς Ἰουδίθ· ἀκούσατε δή μου, ἀδελφοί, καὶ λαβόντες τὴν κεφαλὴν ταύτην κρεμάσατε αὐτὴν ἐπὶ τῆς ἐπάλξεως τοῦ τείχους ὑμῶν. {{κ|2}} καὶ ἔσται ἡνίκα ἂν διαφαύσῃ ὁ ὄρθρος καὶ ἐξέλθῃ ὁ ἥλιος ἐπὶ τὴν γῆν, ἀναλήψεσθε ἕκαστος τὰ σκεύη τὰ πολεμικὰ ὑμῶν καὶ ἐξελεύσεσθε πᾶς ἀνὴρ ἰσχύων ἔξω τῆς πόλεως καὶ δώσετε ἀρχηγὸν εἰς αὐτοὺς ὡς καταβαίνοντες ἐπὶ τὸ πεδίον εἰς τὴν προφυλακὴν υἱῶν Ἀσσούρ, καὶ οὐ καταβήσεσθε. {{κ|3}} καὶ ἀναλαβόντες οὗτοι τὰς πανοπλίας αὐτῶν πορεύσονται εἰς τὴν παρεμβολὴν αὐτῶν καὶ ἐγεροῦσι τοὺς στρατηγοὺς τῆς δυνάμεως Ἀσσούρ· καὶ συνδραμοῦνται ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ οὐχ εὑρήσουσιν αὐτόν, καὶ ἐπιπεσεῖται ἐπ᾿ αὐτουὒς φόβος, καὶ φεύξονται ἀπὸ προσώπου ὑμῶν. {{κ|4}} καὶ ἐπακολουθήσαντες ὑμεῖς καὶ πάντες οἱ κατοικοῦντες πᾶν ὅριον Ἰσραήλ, καταστρώσατε αὐτοὺς ἐν ταῖς ὁδοῖς αὐτῶν. {{κ|5}} πρὸ δὲ τοῦ ποιῆσαι ταῦτα, καλέσατέ μοι Ἀχιὼρ τὸν Ἀμανίτην, ἵνα ἰδὼν ἐπιγνῷ τὸν ἐκφαυλίσαντα τὸν οἶκον τοῦ Ἰσραὴλ καὶ αὐτὸν ὡς εἰς θάνατον ἀποστείλαντα εἰς ἡμᾶς. {{κ|6}} καὶ ἐκάλεσαν τὸν Ἀχιὼρ ἐκ τοῦ οἴκου Ὀζία· ὡς δὲ ἦλθε καὶ εἶδε τὴν κεφαλὴν Ὀλοφέρνου ἐν χειρὶ ἀνδρὸς ἑνὸς ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ, ἔπεσεν ἐπὶ πρόσωπον, καὶ ἐξελύθη τὸ πνεῦμα αὐτοῦ. {{κ|7}} ὡς δὲ ἀνέλαβον αὐτόν, προσέπεσε τοῖς ποσὶν Ἰουδὶθ καὶ προσεκύνησε τῷ προσώπῳ αὐτῆς καὶ εἶπεν· εὐλογημένη σὺ ἐν παντὶ σκηνώματι Ἰούδα καὶ ἐν παντὶ ἔθνει, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται· {{κ|8}} καὶ νῦν ἀνάγγειλόν μοι ὅσα ἐποίσας ἐν ταῖς ἡμέραις ταύταις. καὶ ἀπήγγειλεν αὐτῷ Ἰουδὶθ ἐν μέσῳ τοῦ λαοῦ πάντα, ὅσα ἦν πεποιηκυῖα, ἀφ᾿ ἧς ἡμέρας ἐξῆλθεν ἕως οὗ ἐλάλει αὐτοῖς. {{κ|9}} ὡς δὲ ἐπαύσατο λαλοῦσα, ἠλάλαξεν ὁ λαὸς φωνῇ μεγάλῃ καὶ ἔδωκε φωνὴν εὐφρόσυνον ἐν τῇ πόλει αὐτῶν. {{κ|10}} ἰδὼν δὲ Ἀχιὼρ πάντα, ὅσα ἐποίησεν ὁ Θεὸς τοῦ Ἰσραήλ, ἐπίστευσε τῷ Θεῷ σφόδρα καὶ περιετέμετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ καὶ προσετέθη πρὸς τὸν οἶκον Ἰσραὴλ ἕως τῆς ἡμέρας ταύτης.
 
{{κ|11}} Ἡνίκα δὲ ὁ ὄρθρος ἀνέβη, καὶ ἐκρέμασαν τὴν κεφαλὴν Ὀλοφέρνου ἐκ τοῦ τείχους, καὶ ἀνέλαβε πᾶς ἀνὴρ Ἰσραὴλ τὰ ὅπλα αὐτοῦ καὶ ἐξήλθοσαν κατὰ σπείρας ἐπὶ τὰς ἀναβάσεις τοῦ ὄρους. {{κ|12}} οἱ δὲ υἱοὶ Ἀσσοὺρ ὡς εἶδον αὐτούς, διέπεμψαν ἐπὶ τοὺς ἡγουμένους αὐτῶν· οἱ δὲ ἦλθον ἐπὶ στρατηγοὺς καὶ χιλιάρχους καὶ ἐπὶ πάντα ἄρχοντα αὐτῶν. {{κ|13}} καὶ παρεγένοντο ἐπὶ τὴν σκηνὴν Ὀλοφέρνου καὶ εἶπαν τῷ ὄντι ἐπὶ πάντων τῶν αὐτοῦ· ἔγειρον δὴ τὸν κύριον ἡμῶν, ὅτι ἐτόλμησαν οἱ δοῦλοι καταβαίνειν ἐφ᾿ ἡμᾶς εἰς πόλεμον, ἵνα ἐξολοθρευθῶσιν εἰς τέλος. {{κ|14}} καὶ εἰσῆλθε Βαγώας καὶ ἔκρουσε τὴν αὐλαίαν τῆς σκηνῆς· ὑπενοεῖτο γὰρ καθεύδειν αὐτὸν μετὰ Ἰουδίθ· {{κ|15}} ὡς δὲ οὐδεὶς ἐπήκουσε, διαστείλας εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ εὗρεν αὐτὸν ἐπὶ τῆς χελωνίδος ἐρριμμένον νεκρόν, καὶ ἡ κεφαλὴ αὐτοῦ ἀφῃ£ρετοἀφῄρετο ἀπ᾿ αὐτοῦ. {{κ|16}} καὶ ἐβόησε φωνῇ μεγάλῃ μετὰ κλαυθμοῦ καὶ στεναγμοῦ καὶ βοῆς ἰσχυρᾶς καὶ διέρρηξε τὰ ἱμάτια αὐτοῦ. {{κ|17}} καὶ εἰσῆλθεν εἰς τὴν σκηνήν, οὗ ἦν Ἰουδὶθ καταλύουσα, καὶ οὐχ εὗρεν αὐτήν· καὶ ἐξεπήδησεν εἰς τὸν λαὸν κράζων· {{κ|18}} ἠθέτησαν οἱ δοῦλοι, ἐποίησεν αἰσχύνην μία γυνὴ τῶν Ἑβραίων εἰς τὸν οἶκον τοῦ βασιλέως Ναβουχοδονόσορ· ὅτι ἰδοὺ Ὀλοφέρνης χαμαί, καὶ ἡ κεφαλὴ οὐκ ἔστιν ἐπ᾿ αὐτῷ. {{κ|19}} ὡς δὲ ἤκουσαν ταῦτα τὰ ρήματα οἱ ἄρχοντες τῆς δυνάμεως Ἀσσούρ, τοὺς χιτῶνας αὐτῶν διέρρηξαν, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτῶν σφόδρα, καὶ ἐγένετο αὐτῶν κραυγὴ καὶ βοὴ μεγάλη σφόδρα ἐν μέσῳ τῆς παρεμβολῆς.
 
===Κεφάλαιον ΙΕ'===
Ανακτήθηκε από «https://el.wikisource.org/wiki/Ιουδίθ»