Βίοι Προφητών: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Τίτλος|Βίοι Προφητών|Θρησκευτικό Κείμενο|Απόκρυφα}} {{c|{{larger|Ὀνόματα προφητῶν καὶ πόθεν εἰ...
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
 
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
 
Γραμμή 32:
 
'''15. Ζαχαρίας''' 1 ἦλθεν ἀπὸ Χαλδαίων ἤδη προβεβηκὼς καὶ ἐκεῖ πολλὰ τῷ λαῷ προεφήτευσε· καὶ τέρατα ἔδωκεν εἰς ἀπόδειξιν. 2 οὗτος εἶπε τῷ Ἰωσεδέκ, ὅτι γεννήσει υἱὸν καὶ ἐν Ἱερουσαλὴμ ἱερατεύσει· 3 οὗτος καὶ τὸν Σαλαθιὴλ ἐφ᾽ υἱῷ εὐλόγησε καὶ ὄνομα Ζοροβάβελ ἐπέθηκε. 4 καὶ ἐπὶ Κύρου τέρας ἔδωκεν εἰς νῖκος καὶ περὶ τῆς λειτουργίας αὐτοῦ προηγόρευσεν, ἣν ποιήσει ἐπὶ Ἱερουσαλὴμ, καὶ ηὐλόγησεν αὐτὸν σφόδρα. 5 τὰ δὲ τῆς προφητείας ἐν Ἱερουσαλὴμ καὶ περὶ τέλους ἐθνῶν καὶ Ἰσραὴλ καὶ τοῦ ναοῦ καὶ ἀργίας προφητῶν καὶ ἱερέων καὶ περὶ διπλῆς κρίσεως ἐξέθετο. 6 καὶ ἀπέθανεν ἐν γήρει μακρῷ καὶ ἐκλιπὼν ἐτάφη σύνεγγυς Ἀγγαίου.
 
'''16. Μαλαχίας''' 1 Οὗτος μετὰ τὴν ἐπιστροφὴν τίκτεται ἐν Σωφᾶ, καὶ πάνυ νέος καλὸν βίον ἔσχηκε. 2 καὶ ἐπειδὴ πᾶς ὁ λαὸς ἐτίμα αὐτὸν ὡς ὅσιον καὶ πρᾳῦν, ἐκάλεσαν αὐτὸν Μαλαχί, ὃ ἑρμηνεύεται ἄγγελος· ἦν γὰρ καὶ τῷ ἰδεῖν εὐπρεπής. 3 ἀλλὰ καὶ ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ὀφθεὶς ἄγγελος θεοῦ ἐπεδευτέρωσεν, ὡς ἐγένετο ἐν ἡμέραις ἀναρχίας, ὡς γέγραπται ἐν Σφαρφωτίμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. 4 καὶ ἔτι νέος προσετὲθη πρός τοὺς πατέρας αὐτοῦ ἐν ἀγρῷ αὐτοῦ.
 
'''17. Ναθὰν''' 1 προφήτης Δαυὶδ ἦν ἐκ Γαβαών, ἐκ φυλῆς Ἐωή. καὶ αὐτὸς ἦν ὁ διδάξας αὐτὸν νόμον κυρίου. 2 καὶ εἶδεν ὅτι Δαυὶδ ἐν τῇ Βηρσαβεὲ παραβήσεται, καὶ σπεύδοντα ἐλθεῖν ἀγγεῖλαι αὐτῷ ἐνεπόδισεν ὁ Βελίαρ, ὅτι κατὰ τὴν ὁδὸν εὗρεν νεκρὸν κείμενον γυμνὸν ἐσφαγμένον· 3 καὶ ἐπέμεινεν ἐκεῖ καὶ τῇ νυκτὶ ἐκείνῃ ἔγνω, ὅτι ἐποίησε τὴν ἁμαρτίαν· καὶ ὑπέστρεψε πενθῶν. 4 καὶ ὡς ἀνεῖλε τὸν ἄνδρα αὐτῆς, ἔπεμψε κύριος ἐλέγξαι αὐτόν. 5 καὶ αὐτὸς πάνυ γηράσας ἀπέθανεν καὶ ἐτάφη εἰς τὴν γῆν αὐτοῦ.
 
'''18. Ἀχία''' 1 ἀπὸ Σηλώμ, ὅπου ἦν ἡ σκηνὴ τὸ παλαιόν, ἐκ πόλεως Ἡλί. 2 οὗτος εἶπε περὶ Σαλωμών, ὅτι προσκρούσει κυρίῳ· 3 καὶ ἤλεγξε τὸν Ἱεροβοάμ, ὅτι δόλῳ ἐπορεύετο μετὰ κυρίου· εἶδεν ζεῦγος βοῶν πατοῦντα τὸν λαὸν καὶ κατὰ τῶν ἱερέων ἐπιτρέχοντα· 4 προεἶπε καὶ τῷ Σαλωμών, ὅτι αἱ γυναῖκες αὐτὸν ἐκστήσουσι καὶ πᾶν τὸ γένος αὐτοῦ. 5 καὶ ἀπέθανε καὶ ἐτάφη σύνεγγυς τῆς δρυὸς Σηλώμ.
 
'''19. Ἰωὴδ''' 1 ἦν ἐκ γῆς Σαμαρείμ. οὗτος ἐστίν, ὃν ἐπάταξεν ὁ λέων καὶ ἀπέθανεν, ὅτε ἤλεγξεν τὸν Ἱεροβοὰμ ἐπὶ ταῖς δαμάλεσι· 2 καὶ ἐτάφη ἐν Βεθὴλ σύνεγγυς τοῦ ψευδοπροφήτου τοῦ πλανήσαντος αὐτόν.
 
'''20. Ἀζαρίας''' 1 ἦν ἐκ γῆς Συβαθά, ὃς ἐπέστρεψεν ἐξ Ἰσραὴλ τὴν αἰχμαλωσίαν Ἰούδα. 2 καὶ θανὼν ἐτάφη ἐν ἀγρῷ αὐτοῦ.
 
'''21. Ζαχαρίας''' 1 ἐξ Ἱερουσαλὴμ, υἱὸς Ἰωδαὲ τοῦ ἱερέως, ὃν ἀπέκτεινεν Ἰωὰς ὁ βασιλεὺς Ἰούδα ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ ἐξέχεεν τὸ αἷμα αὐτοῦ ὁ οἶκος Δαυὶδ ἀνὰ μέσον ἐπὶ τοῦ αἰλάμ· καὶ λαβόντες αὐτὸν οἱ ἱερεῖς ἔθαψαν αὐτὸν μετὰ τοῦ πατρὸς αὐτοῦ· 2 ἔκτοτε ἐγένοντο τέρατα ἐν τῷ ναῷ φαντασίας καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν ὀπτασίαν ἀγγέλων θεοῦ οὔτε δοῦναι χρησμοὺς ἐκ τοῦ δαβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ ἐφοὺδ οὔτε διὰ δήλων ἀποκριθῆναι τῷ λαῷ ὡς τὸ πρίν.
 
'''22. Ἠλίας''' 1 Θεσβίτης ἦν ἐκ γῆς Ἀράβων, φυλῆς Ἀαρών, οἰκῶν ἐν Γαλαάδ, ὅτι ἡ Θεσβεὶ δόμα ἦν τοῖς ἱεροῦσιν. 2 ὅτε εἶχεν τεχθῆναι, εἶδεν Σοβαχὰ ὁ πατὴρ αὐτοῦ, ὅτι ἄνδρες λευκοφανεῖς αὐτὸν προσηγόρευον, καὶ ὅτι ἐν πυρὶ αὐτὸν ἐσπαργάνουν καὶ φλόγα πυρὸς ἐδίδουν αὐτῷ φαγεῖν· 3 καὶ ἐλθὼν ἀνήγγειλεν ἐν Ἱερουσαλήμ, καὶ εἶπεν αὐτῷ ὁ χρησμός· μὴ δειλιάσῃς· ἔσται γὰρ ἡ οἴκησις αὐτοῦ φῶς καὶ ὁ λόγος αὐτοῦ ἀπόφασις, καὶ κρινεῖ τὸν Ἰσραὴλ ἐν ῥομφαίᾳ καὶ ἐν πυρί.
 
'''23. Ἐλισαῖος''' 1 Ἐλισαῖος ἦν ἐξ Ἀβελμαοὺλ γῆς τοῦ Ῥουβήν· 2 καὶ ἐπὶ τούτου γέγονε τέρας, ὅτι, ἡνίκα ἐτέχθη ἐν Γαλγάλοις ἡ δάμαλις ἡ χρυσῆ ὀξὺν ἐβόησεν, ὥστε ἀκουσθῆναι εἰς Ἱερουσαλήμ· 3 καὶ εἶπεν ὁ ἱερεὺς διὰ τῶν δήλων, ὅτι προφήτης ἐτέχθη Ἰσραήλ, ὃς καθελεῖ τὰ γλυπτὰ αὐτῶν καὶ τὰ χωνευτὰ. 4 καὶ θανὼν ἐτάφη ἐν Σαμαρείᾳ.