Χρησμοί Σιβυλλιακοί/Βιβλίο Β: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρησμοί Σιβυλλιακοί | συγγραφέας = | μεταφραστής= | ενότητα = | επόμ...
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
 
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
 
Γραμμή 3:
| συγγραφέας =
| μεταφραστής=
| ενότητα = Βιβλίο Β
| επόμενο = [[../Βιβλίο Γ|Βιβλίο Γ]]
| προηγούμενο= [[../Βιβλίο Α|Βιβλίο Α]]
Γραμμή 9:
}}
 
2 0 * 1 Ημος δὴ κατέπαυσε θεὸς πολυπάνσοφον ᾠδήν, 2 πολλὰ λιταζομένης, καί μοι πάλιν ἐν στήθεσσιν 3 ἔνθετο θεσπεσίων ἐπέων πολυγηθέα φωνήν. 4 πᾶν δέμας ἐκπληχθεῖσα τάδ᾽ ἔσπομαι· οὐδὲ γὰρ οἶδα 5 ὅττι λέγω, κέλεται δὲ θεὸς τὰ ἕκαστ᾽ ἀγορεύειν. 6 ἀλλ᾽ ὁπόταν ἐπὶ γῆς σεισμοὶ μαλεροί τε κεραυνοί 7 βρονταί τ᾽ ἀστεροπαί . . . . . . . τε γῆς ἐρυσίβη 8 καὶ μανίη θώων τε λύκων { τ᾽}> ἀνδροκτασίαι τε 9 καὶ φθοραὶ ἀνθρώπων ἢ καὶ βοῶν μυκομενάων 10 τετραπόδων κτηνῶν τε καὶ οὐρήων ταλαεργῶν 11 ἠδ᾽ αἰγῶν ὀίων τε· ἔπειτα δὲ χέρσος ἄρουρα 12 πολλὴ καλλειφθεῖσα γενήσεται ἐξ ἀμελείας 13 καὶ καρποὶ λείψουσιν, ἐλευθεροπρασία δ᾽ ἔσται 14 πλείστοις ἐν μερόπεσσι καὶ ἱεροσυλία ναῶν. 15 δὴ τότε καὶ δεκάτη γενεὴ μετὰ ταῦτα φανεῖται 16 ἀνθρώπων, ὁπόταν σεισίχθων ἀστεροπητής 17 εἰδώλων ζῆλον θραύσει λαόν τε τινάξει 18 Ῥώμης ἑπταλόφοιο, μέγας δέ τε πλοῦτος ὀλεῖται 19 δαιόμενος πυρὶ πολλῷ ὑπὸ φλογὸς Ἡφαίστοιο. 20 καὶ τότε δ᾽ αἱματόεσσαι ἀπ᾽ οὐρανίου καταβᾶσαι ― 21 αὐτὰρ κόσμος ὅλος [τε] ἀπειρεσίων ἀνθρώπων 22 ἀλλήλους κτείνουσι μεμηνότες, ἐν δὲ κυδοιμῷ 23 λιμοὺς καὶ λοιμοὺς θήσει θεὸς ἠδὲ κεραυνούς 24 ἀνθρώποις, οἳ ἄτερθε δίκης κρίνουσι θέμιστας. 25 λεῖψις δ᾽ ἀνθρώπων ἔσται κατὰ κόσμον ἅπαντα, 26 ὡς, ἴχνος εἰ κατίδῃ τις ἐπὶ χθονί, θαυμάσσειεν, 27 ἀνθρώπου. τότε δ᾽ αὖτε μέγας θεὸς αἰθέρι ναίων 28 ἀνδρῶν εὐσεβέων σωτὴρ κατὰ πάντα γένηται. 29 καὶ τότε δ᾽ εἰρήνη τε βαθεῖά τε σύνεσις ἔσται, 30 καὶ γῆ καρποφόρος καρποὺς πάλι πλείονας οἴσει 31 οὐδὲ μεριζομένη οὐδ᾽ εἰσέτι λατρεύουσα. 32 πᾶς δὲ λιμήν, πᾶς ὅρμος ἐλεύθερος ἀνθρώποισιν 33 ἔσσεται, ὡς πάρος ἦεν, ἀναιδείη τ᾽ ἀπολεῖται. 34 καὶ τότε δὴ μέγα σῆμα θεὸς μετέπειτα ποιήσει· 35 λάμψει γὰρ στεφάνῳ λαμπρῷ παρομοίιος ἀστήρ 36 λαμπρὸς παμφαίνων ἀπ᾽ οὐρανοῦ αἰγλήεντος 37 ἤμασιν οὐκ ὀλίγοις· τότε γὰρ στέφος ἀνθρώποισιν 38 δείξει ἀπ᾽ οὐρανόθεν ἐναγώνιον ἀθλεύουσιν 39 καὶ *τόθμαι*· μέγας γὰρ ἀγὼν εἰσελαστικὸς ἔσται 40 εἰς πόλιν οὐράνιον, οἰκουμενικὸς δέ τε πᾶσιν 41 ἔσσεται ἀνθρώποισιν ἔχων κλέος ἀθανασίης. 42 καὶ τότε πᾶς λαὸς ἐπ᾽ ἀθανάτοισιν ἀέθλοις 43 ἀθλήσει νίκης περικαλλέος· οὐ γὰρ ἀναιδῶς 44 ἀργυρίου τις ἐκεῖ δύναται στέφος ὠνήσασθαι. 45 ἁγνὸς γὰρ Χριστὸς τούτοις τὰ δίκαια βραβεύσει 46 καὶ δοκίμους στέψει, αὐτὰρ θέμα μάρτυσι δώσει 47 ἀθάνατον ἄχρι καὶ θανάτου τὸν ἀγῶνα ποιοῦσιν. 48 παρθενικοῖς δὲ δραμοῦσι καλῶς ἄφθαρτον ἄεθλον 49 δώσει τοῦ θέματος καὶ τοῖς τὰ δίκαια νέμουσιν 50 ἀνθρώποις πᾶσίν τε καὶ ἔθνεσιν ἀλλοδαποῖσιν 51 τοῖς ὁσίως ζώουσι θεόν θ᾽ ἕνα γινώσκουσιν. 52 οἳ δ᾽ ἀγαπῶσι γάμον τε γαμοκλοπιῶν τ᾽ ἀπέχονται, 53 δώσει πλούσια δῶρα, αἰώνιον ἐλπίδα καὶ τοῖς. 54 πᾶσά τε γὰρ ψυχὴ μερόπων θεοῦ ἐστι χάρισμα, 55 κοὐ θέμις ἀνθρώποις τὴν ἄλγεσι πᾶσι μιαίνειν. 56 μὴ πλουτεῖν ἀδίκως, ἀλλ᾽ ἐξ ὁσίων βιοτεύειν. 57 ἀρκεῖσθαι παρεοῦσι καὶ ἀλλοτρίων ἀπέχεσθαι. 58 ψεύδεα μὴ βάζειν, τὰ δ᾽ ἐτήτυμα πάντα φυλάσσειν. 59 (μηδὲ μάτην εἴδωλα σέβου· τὸν δ᾽ ἄφθιτον αἰεί) 60 πρῶτα θεὸν τίμα, μετέπειτα δὲ σεῖο γονῆας. 61 πάντα δίκαια νέμειν, μηδ᾽ εἰς κρίσιν ἄδικον ἔλθῃς. 62 μὴ ῥίψῃς πενίην ἀδίκως, μὴ κρῖνε προσώπῳ· 63 ἢν σὺ κακῶς δικάσῃς, μετέπειτα θεός σε δικάσσει. 64 μαρτυρίην ψευδῆ φεύγειν, τὰ δίκαια βραβεύειν. 65 παρθεσίην τηρεῖν· ἀγάπην δ᾽ ἐν πᾶσι φυλάσσειν 66 μέτρα νέμειν τὰ δίκαια· καλὸν δ᾽ ἐπίμετρον ἅπασιν. 67 σταθμὸν μὴ κρούειν ἑτερόζυγον, ἀλλ᾽ ἴσον ἕλκειν. 68 μήδ᾽ ἐπιορκήσῃς μήτ᾽ ἀγνὼς μήτε ἑκοντί· 69 ψεύδορκον στυγέει θεός, ὅττι κεν ἄν τις ὀμόσσῃ. 70 (ἐξ ἀδίκων ἔργων δῶρον χερὶ μήποτε δέξῃ.) 71 σπέρματα μὴ κλέπτειν· ἐπαράσιμος ὅστις ἕληται 72 (εἰς γενεὰς γενεῶν { εἰς } σκορπισμὸν βιότοιο. 73 μὴ ἀρσενοκοιτεῖν, μὴ συκοφαντεῖν, μήτε φονεύειν.) 74 μισθὸν μοχθήσαντι δίδου· μὴ θλῖβε πένητα. 75 γλώσσῃ νοῦν ἐχέμεν· κρυπτὸν λόγον ἐν φρεσὶν ἴσχειν. 76 (ὀρφανικοῖς χήραις ἐπιδευομένοις δὲ παράσχου.) 77 μήτ᾽ ἀδικεῖν ἐθέλῃς μήτ᾽ οὖν ἀδικοῦντα ἐάσῃς. 78 πτωχοῖς εὐθὺ δίδου μήδ᾽ αὔριον ἐλθέμεν εἴπῃς. 79 (ἱδρώσῃ σταχύων χειρὶ χρῄζοντι παράσχου. 80 ὃς δ᾽ ἐλεημοσύνην παρέχει, θεῷ οἶδε δανείζειν. 81 ῥύεται ἐκ θανάτου ἔλεος, κρίσις ὁππόταν ἔλθῃ. 82 οὐ θυσίην, ἔλεος δὲ θέλει θεὸς ἀντὶ θυσίης. 83 ἔνδυσον [οὖν] γυμνόν, μετάδος πεινῶντ᾽ ἄρτων σῶν.) 84 ἄστεγον εἰς οἶκον δέξαι καὶ τυφλὸν ὁδήγει. 85 ναυηγοὺς οἴκτειρον· ὁ γὰρ πλοῦς ἐστιν ἄδηλος. 86 χεῖρα πεσόντι δίδου· σῶσον δ᾽ ἀπερίστατον ἄνδρα. 87 κοινὰ πάθη πάντων, βίοτος τροχός, ἄστατος ὄλβος. 88 πλοῦτον ἔχων σὴν χεῖρα πενητεύουσιν ὄρεξον. 89 ὧν σοι ἔδωκε θεός, τούτων χρῄζοντι παράσχου. 90 κοινὸς πᾶς ὁ βίος μερόπων, ἄνισος δὲ τέτυκται. 91 (μήποτε ἄνδρα πένητα ἰδὼν σκώψῃς ἐπέεσσιν 92 μηδὲ κακῶς γε προσείπῃς μωμητόν τινα φῶτα. 93 τὸ ζῆν ἐν θανάτῳ δοκιμάζεται· εἴ τις ἔπραξεν 94 ἔκνομον ἢ δίκαιον, διακρίνεται εἰς κρίσιν ἐλθών. 95 μηδὲ φρένας βλάπτειν οἴνῳ μηδ᾽ ἄμετρα πίνειν. 96 αἷμα δὲ μὴ φαγέειν, εἰδωλοθύτων δ᾽ ἀπέχεσθαι.) 97 τὸ ξίφος ἀμφιβαλοῦ μὴ πρὸς φόνον, ἀλλ᾽ ἐπ᾽ ἄμυναν· 98 εἴθε δὲ μὴ χρήσῃ μήτ᾽ ἔκνομα μήτε δικαίως· 99 κἂν γὰρ ἀποκτείνῃς ἐχθρόν, σέο χεῖρα μιαίνεις. 100 ἀγροῦ γειτονέοντος ἀπόσχου, μηδ᾽ ἄρ᾽ ὑπερβῇς· 101 πᾶς ὅρος ἐστὶ δίκαιος, ὑπερβασίη δ᾽ ἀλεγεινή. 102 κτῆσις ὀνήσιμός ἐσθ᾽ ὁσίων, ἀδίκων δὲ πονηρά. 103 μηδέ τιν᾽ αὐξόμενον λωβήσῃ καρπὸν ἀρούρης. 104 ἔστωσαν δ᾽ ὁμότιμοι ἐπήλυδες ἐν πολιήταις· 105 πάντες γὰρ ξενίης πειρήσονται πολυμόχθου, 106 (ὡς ξένοι ἀλλήλων· ξεῖνος δέ τε οὔτις ἐν ὑμῖν 107 ἔσσετ᾽, ἐπεὶ πάντες βροτοὶ αἵματος ἐξ ἑνός ἐστε,) 108 χώρη δ᾽ οὔτι βέβαιον ἔχει τόπον ἀνθρώποισιν. 109 (μηδὲ θέλῃς πλουτεῖν μηδ᾽ εὔχεο· ἀλλὰ τόδ᾽ εὔχου 110 ζῆν ἀπὸ τῶν ὀλίγων μηδέν τε ἔχοντα ἄδικον.) 111 ἡ φιλοχρημοσύνη μήτηρ κακότητος ἁπάσης. 112 (μὴ πόθος εἰς χρυσὸν ἢ εἰς ἄργυρον· ἐν δ᾽ ἄρα καὶ τοῖς 113 ἔσσεται ἀμφήκης θυμοφθόρος ἔνθα σίδηρος.) 114 χρυσὸς ἀεὶ δόλος ἐστὶ καὶ ἄργυρος ἀνθρώποισιν. 115 χρυσὲ κακῶν ἀρχηγὲ βιοφθόρε πάντα χαλέπτων, 116 εἴθε σε μὴ θνητοῖσι γενέσθαι πῆμα ποθεινόν· 117 σοῦ γὰρ ἕκητι μάχαι τε λεηλασίαι τε φόνοι τε, 118 ἐχθρὰ δὲ τέκνα γονεῦσιν ἀδελφειοί τε συναίμοις. 119 (μηδὲ δόλους ῥάπτειν· μὴ πρὸς φίλον ἦτορ ὁπλίζειν.) 120 μηδ᾽ ἕτερον κεύθῃς κραδίῃ νόον ἄλλ᾽ ἀγορεύων· 121 μηδ᾽ ὡς πετροφυὴς πολύπους κατὰ χῶρον ἀμείβου. 122 πᾶσιν δ᾽ ἁπλόος ἴσθι, τά τ᾽ ἐκ ψυχῆς ἀγόρευε. 123 ὅστις ἑκὼν ἀδικεῖ, κακὸς ἀνήρ· ὃς δ᾽ ὑπ᾽ ἀνάγκης, 124 οὐκ ἐρέω τὸ τέλος· βουλὴ δ᾽ εὐθύνεθ᾽ ἑκάστου. 125 μὴ γαυροῦ σοφίῃ μήτ᾽ ἀλκῇ μήτ᾽ ἐνὶ πλούτῳ· 126 εἷς θεός ἐστι σοφὸς δυνατός θ᾽ ἅμα καὶ πολύολβος. 127 μηδὲ παροιχομένοισι κακοῖς τρύχου τεὸν ἦτορ· 128 οὐκέτι γὰρ δύναται τὸ τετυγμένον εἶναι ἄτυκτον. 129 μὴ προπετὴς ἐς χεῖρα· χαλίνου δ᾽ ἄγριον ὀργήν· 130 πολλάκι γὰρ πλήξας ἀέκων φόνον ἐξετέλεσσεν. 131 ἔστω κοινὰ πάθη, μηδὲν μέγα μηδ᾽ ὑπέροπλον. 132 οὐκ ἀγαθὸν πλεονάζον ἔφυ θνητοῖσιν ὄνειαρ. 133 ἡ πολλὴ δὲ τρυφὴ πρὸς ἀμέτρους ἕλκετ᾽ ἔρωτας. 134 ὑψαυχεῖ δ᾽ ὁ πολὺς πλοῦτος καὶ ἐς ὕβριν ἀέξει. 135 θυμὸς ὑπαρχόμενος μανίην ὀλοόφρονα τεύχει. 136 ὀργὴ δ᾽ ἐστὶν ὄρεξις, ὑπερβαίνουσα δὲ μῆνις. 137 ζῆλος τῶν ἀγαθῶν ἐσθλός, φαύλων δέ τε φαῦλος. 138 τόλμα κακῶν ὀλοή, ἀγαθῶν δέ τε κῦδος ὀπάζει. 139 σεμνὸς ἔρως ἀρετῆς, ὁ δὲ Κύπριδος αἶσχος ὀφέλλει. 140 *ἡδὺς ἀγανόφρων* κικλήσκεται ἐν πολιήταις. 141 ἐν μέτρῳ φαγέειν, πιέειν καὶ μυθολογεύειν· 142 πάντων μέτρον ἄριστον· ὑπερβασίη δ᾽ ἀλεγεινόν. 143 (μὴ φθονερός, μὴ ἄπιστος ἔσῃ, μὴ λοίδορος ἴσθι, 144 μηδὲ κακογνώμων, μὴ ψευδαπάτης ἀμέτρητος.) 145 σωφροσύνην ἀσκεῖν, αἰσχρῶν δ᾽ ἔργων ἀπέχεσθαι. 146 μὴ μιμοῦ κακότητα, δίκῃ δ᾽ ἀπόλειψον ἄμυναν· 147 πειθὼ μὲν γὰρ ὄνειαρ, ἔρις δ᾽ ἔριν ἀντιφυτεύει. 148 μὴ πίστευε τάχιστα, πρὶν ἀτρεκέως πέρας ὄψει. 149 οὗτος ἀγών, ταῦτ᾽ ἐστὶν ἀέθλια, ταῦτα βραβεῖα, 150 τοῦτο πύλη ζωῆς καὶ εἴσοδος ἀθανασίης, 151 ἣν θεὸς οὐράνιος δικαιοτάτοις ἀνθρώποις 152 ἔστησεν νίκης ἐπαέθλιον· οἳ δὲ λαβόντες 153 τὸ στέφος ἐνδόξως διελεύσονται διὰ ταύτης. 154 ἀλλ᾽ ὁπόταν τόδε σῆμα φανῇ κατὰ κόσμον ἅπαντα, 155 ἐκ γενετῆς παῖδες πολιοκρόταφοι γεγαῶτες, 156 θλίψεις δ᾽ ἀνθρώπων λιμοὶ λοιμοὶ πόλεμοί τε, 157 καιρῶν δ᾽ ἀλλαγίη, πενθήματα, δάκρυα πολλά, 158 αἶ, ὁπόσων παῖδες *χώραις ἐνὶ θοινήσονται 159 οἴκτρ᾽ ὀλοφυρόμενοι γονέας*, ἐν φάρεσι σάρκας 160 ἐνθέντες, θάψουσιν ἐπὶ χθονὶ μητέρι λαῶν 161 αἵμασι καὶ κονίῃσι πεφυρμένοι· ὦ μέγα δειλοί 162 ὑστατίης γενεῆς φῶτες κακοεργέες αἰνοί 163 νήπιοι οὐδὲ νοοῦντες, ὅθ᾽, ἡνίκα φῦλα γυναικῶν 164 μὴ τίκτωσιν, ἔφυ τὸ θέρος μερόπων ἀνθρώπων. 165 ἡ δὲ συναίρεσις ἐγγύς, ὅταν τινὲς ἀντὶ προφητῶν 166 ψευδαπάται πελάσωσιν ἐπὶ χθονὶ φημίζοντες. 167 καὶ Βελίαρ θ᾽ ἥξει καὶ σήματα πολλὰ ποιήσει 168 ἀνθρώποις. τότε δὴ ὁσίων ἀκαταστασί᾽ ἀνδρῶν 169 ἐκλεκτῶν πιστῶν τε, λεηλασίη τε γένηται 170 τούτων ἠδ᾽ Ἑβραίων. δεινὸς δ᾽ αὐτοῖς χόλος ἥξει, 171 ἡνίκα δὴ δεκάφυλος ἀπ᾽ ἀντολίης λαὸς ἥξει 172 ζητήσων λαόν, ὃν ἀπώλεσεν Ἀσσύριος κλών, 173 συμφύλων Ἑβραίων· ἔθνη δ᾽ ἐπὶ τοῖσιν ὀλοῦνται. 174 ὕστερον αὖ ἄρξουσιν ὑπερμενέων ἀνθρώπων 175 ἐκλεκτοὶ πιστοὶ Ἑβραῖοι καταδουλώσαντες 176 αὐτοὺς ὡς τὸ πάροιθεν, ἐπεὶ κράτος οὔποτε λείψει. 177 ὕψιστος πάντων πανεπίσκοπος αἰθέρι ναίων 178 ὕπνον ἐπ᾽ ἀνθρώποις σκεδάσει βλέφαρ᾽ ἀμφικαλύψας. 179 ὦ μάκαρες θεράποντες, ὅσους ἐλθὼν ἀγρυπνοῦντας 180 εὕροι ὁ δεσπόζων· τοὶ δ᾽ ἐγρήγορθαν ἅπαντες 181 πάντοτε προσδοκάοντες ἀκοιμήτοις βλεφάροισιν. 182 *ἥξει γάρ τ᾽* ἠοῦς ἢ δείλης ἢ μέσον ἦμαρ· 183 ἥξει δ᾽ ἀτρεκέως καὶ ἔσσεται ὡς ἀγορεύω, 184 ἔσσεται ἐσσομένοις, ὅτ᾽ ἀπ᾽ οὐρανοῦ ἀστερόεντος 185 ἄστρα τε πάντα μέσῳ ἐνὶ ἤματι πᾶσι φανεῖται 186 σὺν δυσὶ φωστῆρσιν κατεπειγομένοιο χρόνοιο. 187 καὶ τόθ᾽ ὁ Θεσβίτης ἀπ᾽ οὐρανοῦ ἅρμα τιταίνων 188 οὐράνιον, γαίῃ δ᾽ ἐπιβὰς τότε σήματα τρισσά 189 κόσμῳ ὅλῳ δείξει ἀπολλυμένου βιότοιο. 190 αἶ, ὁπόσαι κείνῳ ἐνὶ ἤματι φορτοφοροῦσαι 191 γαστέρι φωραθῶσιν, ὅσαι δέ τε νήπια τέκνα 192 γαλαδοτοῦσιν, ὅσαι δ᾽ ἐπὶ κύματι ναιετάουσιν· 193 αἶ, ὁπόσοι κείνην τὴν ἡμέραν ἀθρήσουσιν· 194 ἀχλὺς γὰρ ζοφερὴ σκεπάσει τὸν ἀπείρονα κόσμον 195 ἀντολίης δύσεως τε μεσημβρίης τε καὶ ἄρκτου. 196 καὶ τότε δὴ ποταμός τε μέγας πυρὸς αἰθομένοιο 197 ῥεύσει ἀπ᾽ οὐρανόθεν καὶ πάντα τόπον δαπανήσει, 198 γαῖάν τ᾽ ὠκεανόν τε μέγαν γλαυκήν τε θάλασσαν 199 λίμνας καὶ ποταμοὺς πηγὰς καὶ ἀμείλιχον Ἅιδην 200 καὶ πόλον οὐράνιον. ἀτὰρ οὐράνιοι φωστῆρες 201 εἰς ἓν συρρήξουσι καὶ εἰς μορφὴν πανέρημον. 202 ἄστρα γὰρ οὐρανόθεν τε θαλάσσῃ πάντα πεσεῖται· 203 ψυχαὶ δ᾽ ἀνθρώπων πᾶσαι βρύξουσιν ὀδοῦσιν 204 καιόμεναι ποταμῷ καὶ θείῳ καὶ πυρὸς ὁρμῇ 205 ἐν δαπέδῳ μαλερῷ, τέφρα δέ τε πάντα καλύψει. 206 καὶ τότε χηρεύσει στοιχεῖα πρόπαντα τὰ κόσμου 207 ἀὴρ γαῖα θάλασσα φάος πόλος ἤματα νύκτες· 208 κοὐκέτι πωτήσονται ἐν ἠέρι ἄπλετοι ὄρνεις, 209 οὐ ζῷα νηκτὰ θάλασσαν ὅλως ἔτι νηχήσονται, 210 οὐ ναῦς ἔμφορτος ἐπὶ κύμασι ποντοπορήσει, 211 οὐ βόες ἰθυντῆρες ἀροτρεύσουσιν ἄρουραν, 212 οὐκ ἦχος δένδρων ἀνέμων ὕπο· ἀλλ᾽ ἅμα πάντα 213 εἰς ἓν χωνεύσει καὶ εἰς καθαρὸν διαλέξει. 214 ἡνίκα δ᾽ ἀθανάτου θεοῦ ἄφθιτοι ἀγγελτῆρες 215 Βαρακιὴλ Ῥαμιὴλ Οὐριὴλ Σαμιὴλ Ἀζαήλ τε, 216 αὐτοὶ ἐπιστάμενοι ὅσα τις κακὰ πρόσθεν ἔρεξεν, 217 ἀνθρώπων ψυχὰς [τε] ἀπὸ ζόφου ἠερόεντος 218 εἰς κρίσιν ἄξουσιν πάσας ἐπὶ βῆμα θεοῖο 219 ἀθανάτου μεγάλου· εἷς γὰρ μόνος ἄφθιτός ἐστιν, 220 αὐτὸς ὁ παντοκράτωρ, θνητῶν ὃ δικασπόλος ἔσται· 221 καὶ τότε νερτερίοις ψυχὰς καὶ πνεῦμα καὶ αὐδήν 222 δώσει ἐπουράνιος, καί τ᾽ ὀστέα ἁρμοσθέντα 223 ἁρμοῖς παντοίοις, σάρκες καὶ νεῦρα . - -. 224 καὶ φλέβες ἠδέ τε δέρμα περὶ χροῒ καὶ πρὶν ἔθειραι 225 ἀμβροσίως πηχθέντα, καὶ ἔμπνοα κινηθέντα 226 σώματ᾽ ἐπιχθονίων ἑνὶ ἤματ᾽ ἀναστήσονται. 227 καὶ τότ᾽ ἀμειλίκτοιο καὶ ἀρρήκτου *ἀδάμαντος 228 κλεῖθρα πέλωρα πυλῶν τε ἀχαλκεύτου Ἀίδαο* 229 ῥηξάμενος Οὐριὴλ μέγας ἄγγελος εὐθὺ βαλεῖται, 230 καὶ πάσας μορφὰς πολυπενθέας εἰς κρίσιν ἄξει 231 εἰδώλων τὰ μάλιστα παλαιγενέων Τιτήνων 232 ἠδέ τε Γιγάντων, καὶ ὅσας εἷλεν κατακλυσμός, 233 καί θ᾽ ἃς ἐν πελάγεσσιν ἀπώλεσε κῦμα θαλάσσης 234 ἠδ᾽ ὁπόσας θῆρες καὶ ἑρπετὰ καὶ πετεηνά 235 θοινήσαντο, ὅλας ταύτας ἐπὶ βῆμα καλέσσει· 236 καὶ πάλιν, ἃς ἔφθειρεν ἐνὶ φλογὶ σαρκοφάγον πῦρ, 237 καὶ ταύτας ἐπὶ βῆμα θεοῦ στήσειεν ἀγείρας. 238 ἡνίκα δ᾽ ἀνστήσῃ νέκυας μοῖραν καταλύσας 239 καὶ καθίσῃ Σαβαὼθ Ἀδωναῖος ὑψικέραυνος 240 ἐς θρόνον οὐράνιον [τε] μέγαν δέ τε κίονα πήξῃ, 241 ἥξει δ᾽ ἐν νεφέλῃ πρὸς ἄφθιτον ἄφθιτος αὐτός 242 ἐν δόξῃ Χριστὸς σὺν ἀμύμοσιν ἀγγελτῆρσιν 243 καὶ καθίσει Μεγάλῳ ἐπὶ δεξιά, βήματι κρίνων 244 εὐσεβέων βίοτον καὶ δυσσεβέων τρόπον ἀνδρῶν. 245 ἥξει καὶ Μωσῆς ὁ μέγας φίλος Ὑψίστοιο 246 σάρκας δυσάμενος· Ἀβραὰμ δ᾽ αὐτὸς μέγας ἥξει, 247 Ἰσαὰκ ἠδ᾽ Ἰακώβ, Ἰησοῦς Δανιήλ τ᾽ Ἠλίας, 248 Ἀμβακοὺμ καὶ Ἰωνᾶς καὶ οὓς ἔκταν Ἑβραῖοι. 249 τοὺς δὲ μετ᾽ Ἠρεμίαν ἐπὶ βήματι πάντας ὀλέσσει 250 κρινομένους Ἑβραίους, ἵνα ἄξια ἔργα λάβωσιν 251 καὶ τίσωσ᾽, ὅσα περ βιότῳ θνητῷ τις ἔπραξεν. 252 καὶ τότε δὴ πάντες διὰ αἰθομένου ποταμοῖο 253 καὶ φλογὸς ἀσβέστου διελεύσονθ᾽· οἵ τε δίκαιοι 254 πάντες σωθήσοντ᾽· ἀσεβεῖς δ᾽ ἐπὶ τοῖσιν ὀλοῦνται 255 εἰς αἰῶνας ὅλους, ὁπόσοι κακὰ πρόσθεν ἔρεξαν, 256 ἠδὲ φόνους ἐποίησαν, ὅσοι δὲ συνίστορές εἰσιν, 257 ψεῦσται καὶ κλέπται δόλιοί τ᾽ οἰκοφθόροι αἰνοί 258 δειπνολόχοι καὶ κλεψίγαμοι δύσφημα χέοντες 259 δεινοί θ᾽ ὑβρισταί τ᾽ ἄνομοί τ᾽ εἰδωλολάτραι τε· 260 ἠδ᾽ ὁπόσοι μέγαν ἀθάνατον θεὸν ἐγκατέλειψαν 261 βλάσφημοι δ᾽ ἐγένοντο καὶ εὐσεβέων κεραϊσταί 262 πιστολέται καὶ τῶν δικαίων φθισήνορες ἀνδρῶν· 263 ἠδ᾽ ὁπόσοι δολίοις καὶ ἀναιδέσιν ἀμφιπροσώποις 264 πρεσβύτεροι γεραροί τε διήκονες εἰσορόωσιν … 265 αἰδόμενοι *κρίνουσ᾽ ἀδίκως ἑτέροισι ποιοῦντες* 266 ψευδαπάταις φήμῃσι πεπεισμένοι . . . . . . 267 παρδαλίων τε λύκων ὀλοώτεροι ἠδὲ [κάκιστοι·] 268 ἠδ᾽ ὁπόσοι μεγάλως ὑπερήφανοι ἠδὲ τοκισταί, 269 οἳ τόκον ἔκ γε τόκων συναθροίζοντες κατὰ οἴκους 270 ὀρφανικοὺς χήρας τε καταβλάπτουσιν [ἕκαστα·] 271 ἠδ᾽ ὁπόσοι χήρῃσι καὶ ὀρφανικοῖσι διδοῦσιν 272 ἐξ ἀδίκων ἔργων, ὁπόσοι δ᾽ ἰδίων ἀπὸ μόχθων 273 δόντες ὀνειδίζουσιν· ὅσοι δὲ γονεῖς ἐνὶ γήρᾳ 274 κάλλιπον οὐ τίσαντες ὅλως, οὐ θρέπτρα γονεῦσιν 275 ἀντιπαρασχόντες, αὐτὰρ δ᾽ ὅσοι ἠπείθησαν 276 ἠδὲ καὶ ἀντεῖπαν λόγον ἄγριον εἰς γενετῆρας· 277 ἠδ᾽ ὁπόσοι πίστεις [τε] ἀπηρνήσαντο λαβόντες· 278 καὶ θεράποντες ὅσοι κατὰ δεσποτέων ἐγένοντο, 279 καὶ πάλιν οἳ τὴν σάρκα ἀσελγείῃ ἐμίηναν, 280 ἠδ᾽ ὁπόσοι ζώνην τὴν παρθενικὴν ἀπέλυσαν 281 λάθρη μισγόμενοι, ὅσσαι δ᾽ ἐνὶ γαστέρι φόρτους 282 ἐκτρώσκουσιν, ὅσοι τε τόκους ῥίπτουσιν ἀθέσμως· 283 φαρμακοὺς ἢ φαρμακίδας σὺν τοῖσι καὶ αὐτούς 284 ὀργὴ ἐπουρανίοιο καὶ ἀφθάρτοιο θεοῖο 285 κίονι προσπελάσειεν, ὅπου περὶ κύκλον ἅπαντα 286 ἀκάματος ποταμὸς πύρινος ῥεῖ, τοὺς δ᾽ ἅμα πάντας 287 ἄγγελοι ἀθανάτοιο θεοῖό τε αἰὲν ἐόντος 288 ἐν φλογίναις μάστιξι καὶ ἐν πυρίναις ἁλύσεσσιν 289 δεσμοῖς ἀρρήκτοις τε περισφίγξαντες ὕπερθεν 290 δεινοτάτως κολάσουσιν· ἔπειτα δὲ νυκτὸς ἀμολγῷ 291 ἐν γέννῃ θηρσὶν ὑπὸ ταρταρίοισι βαλοῦνται 292 πολλοῖς δειμαλέοισιν, ὅπου σκότος ἐστὶν ἄμετρον. 293 ἀλλ᾽ ὁπόταν πολλὰς κολάσεις ἐνιποιήσωνται 294 πᾶσιν, ὅσων κακὸν ἦτορ ἔην, ἀτὰρ ὕστερον αὖτε 295 ἐκ ποταμοῦ μεγάλου πύρινος τροχὸς ἀμφικατέρξει 296 αὐτούς, ὅττ᾽ ἄρα τοῖσιν ἀτάσθαλα ἔργα μέμηλεν. 297 καὶ τότε θρηνήσουσιν ἐπ᾽ ἄλλυδις ἄλλος ἄπωθεν 298 οἰκτροτάτῃ μοίρῃ πατέρες καὶ νήπια τέκνα, 299 μητέρες ἠδέ τε τέκν᾽ ὑπομάζια δακρυόεντα. 300 οὐδέ σφιν δακρύων κόρος ἔσσεται οὐδὲ μὲν αὐδή 301 οἴκτρ᾽ ὀλοφυρομένων ἐσακούσεται ἄλλυδις ἄλλου, 302 ἀλλὰ μακρὰν ζοφόενθ᾽ ὑπὸ Τάρταρον εὐρώεντα 303 τειρόμενοι βώσονται· ἐπ᾽ οὐχ ὁσίοισι δὲ χώροις 304 τίσουσιν τρὶς τόσσον ὅσον κακὸν ἤλιτον ἔργον 305 δαιόμενοι πυρὶ πολλῷ· ἐπιβρύξουσι δ᾽ ὀδοῦσιν 306 πάντες τηκόμενοι δίψῃ μαλερῇ τε βίῃ τε, 307 καὶ καλέσουσι καλὸν τὸ θανεῖν καὶ φεύξετ᾽ ἀπ᾽ αὐτῶν. 308 οὐκέτι γὰρ θάνατος τούτους, οὐ νὺξ ἀναπαύσει. 309 πολλὰ δ᾽ ἐρωτήσουσι μάτην θεὸν ὑψιμέδοντα, 310 καὶ τότ᾽ ἀποστρέψει φανερῶς τὸ πρόσωπον ἀπ᾽ αὐτῶν. 311 ἑπτὰ γὰρ αἰώνων μετανοίας ἤματ᾽ ἔδωκεν 312 ἀνδράσι πλαζομένοις διὰ χειρὸς παρθένου ἁγνῆς. 313 τοὺς δ᾽ ἄλλους, ὁπόσοις τε δίκη καλά τ᾽ ἔργα μέμηλεν 314 ἠδὲ καὶ εὐσεβίη τε δικαιότατοί τε λογισμοί, 315 ἄγγελοι αἰρόμενοι δι᾽ αἰθομένου ποταμοῖο 316 εἰς φῶς ἄξουσιν καὶ εἰς ζωὴν ἀμέριμνον, 317 ἔνθα πέλει τρίβος ἀθάνατος μεγάλοιο θεοῖο 318 καὶ τρισσαὶ πηγαὶ οἴνου μέλιτός τε γάλακτος· 319 γαῖα δ᾽ ἴση πάντων οὐ τείχεσιν οὐ περιφραγμοῖς 320 διαμεριζομένη καρποὺς τότε πλείονας οἴσει 321 αὐτομάτη, κοινοί τε βίοι καὶ πλοῦτος ἄμοιρος. 322 οὐ γὰρ πτωχὸς ἐκεῖ, οὐ πλούσιος, οὐδὲ τύραννος, 323 οὐ δοῦλος, οὐδ᾽ αὖ μέγας, οὐ μικρός τις ἔτ᾽ ἔσται, 324 οὐ βασιλεῖς, οὐχ ἡγεμόνες· κοινῇ δ᾽ ἅμα πάντες. 325 κοὐκέτ᾽ ἐρεῖ τις ὅλως "νὺξ ἤλυθεν", οὐδὲ μὲν "αὔριον", 326 οὐκ "ἐχθὲς γέγονεν", οὐκ ἤματα πολλὰ μεριμνᾷ, 327 οὐκ ἔαρ, οὐχὶ θέρος, οὐ χειμῶν᾽, οὐ μετόπωρον, 328 οὐ γάμον, οὐ θάνατον, οὐ πράσεις, οὐδ᾽ ἀγορασμούς, 329 οὐ δύσιν ἀντολίην· ποιήσει γὰρ μακρὸν ἦμαρ· 330 τοῖς καὶ ὁ παντοκράτωρ θεὸς ἄφθιτος ἄλλο παρέξει. 331 εὐσεβέσιν, ὁπόταν θεὸν ἄφθιτον αἰτήσωνται, 332 ἐκ μαλεροῖο πυρὸς καὶ ἀθανάτων ἀπὸ βρυγμῶν 333 ἀνθρώπους σῶσαι δώσει· καὶ τοῦτο ποιήσει· 334 λεξάμενος γὰρ ἐσαῦθις ἀπὸ φλογὸς ἀκαμάτοιο 335 ἄλλοσ᾽ ἀποστήσας πέμψει διὰ λαὸν ἑαυτοῦ 336 εἰς ζωὴν ἑτέραν καὶ αἰώνιον ἀθανάτοισιν 337 Ἠλυσίῳ πεδίῳ, ὅθι οἱ πέλε κύματα μακρά 338 λίμνης ἀενάου Ἀχερουσιάδος βαθυκόλπου. 339 αἰαῖ ἐγὼ δειλή, τί γενήσομαι ἤματι τῷδε, 340 ἀνθ᾽ ὧν ἡ δύσφρων γε πονησαμένη περὶ πάντων 341 ἤλιτον οὔτε γάμῳ μεμελημένη οὔτε λογισμοῖς· 342 ἀλλὰ καὶ ἐν μελάθροισιν ἐμοῖς πολυπάμμονος ἀνδρός 343 δευομένους ἀπέκλεισα· τὰ δ᾽ ἔκνομα πρόσθεν ἔρεξα 344 εἰδυῖα. σὺ δέ, σῶτερ, ἐμῶν ἀπὸ μαστικτήρων 345 ῥῦσαι δή με κυνῶπιν, ἀναιδέα περ ῥέξασαν. 346 ἥδε δ᾽ ἐγὼ λίτομαί σε βαιὸν παῦσαί μεν ἀοιδῆς, 347 ἅγιε μαννοδότα, βασιλεῦ μεγάλης βασιλείης.