Χρησμοί Σιβυλλιακοί/Βιβλίο Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος = Χρησμοί Σιβυλλιακοί | συγγραφέας = | μεταφραστής= | ενότητα = | επόμ...
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
(Καμία διαφορά)

Αναθεώρηση της 15:29, 7 Ιουλίου 2019

Χρησμοί Σιβυλλιακοί


1 0 Οἱ Σιβυλλιακοὶ χρησμοί· Ἐκ τοῦ πρώτου λόγου 1 Ἀρχομένη πρώτης γενεᾶς μερόπων ἀνθρώπων 2 ἄχρις ἐπ᾽ ἐσχατίῃσι προφητεύσω τὰ ἕκαστα, 3 ὁππόσα πρὶν γέγονεν, πόσα δ᾽ ἐστίν, ὁπόσσα δὲ μέλλει 4 ἔσσεσθαι κόσμῳ διὰ δυσσεβίας ἀνθρώπων. 5 πρῶτον δὴ κέλεταί με λέγειν θεὸς ὡς ἐγενήθη 6 ἀτρεκέως κόσμος. σὺ δέ, ποικίλε θνητέ, πίφασκε 7 νουνεχέως, ἵνα μήποτ᾽ ἐμῶν ἐφετμῶν ἀμελήσῃς, 8 ὕψιστον βασιλῆα, ὃς ἔκτισε κόσμον ἅπαντα 9 εἴπας, “γεινάσθω” καὶ ἐγείνατο. ἥδρασε γὰρ γῆν 10 Ταρτάρῳ ἀμφιβαλὼν καὶ φῶς γλυκὺ αὐτὸς ἔδωκεν· 11 οὐρανὸν ὕψωσεν, γλαυκὴν δ᾽ ἥπλωσε θάλασσαν, 12 καὶ πόλον ἐστεφάνωσεν ἅλις πυριλαμπέσιν ἄστροις 13 καὶ γαῖαν κόσμησε φυτοῖς, ποταμοῖσι δὲ πόντον 14 χευάμενος ἐκέρασσε καὶ ἀέρι μῖξεν ἀυτμάς 15 καὶ νέφεα δροσόεντα· τιθεὶς ἄρα καὶ γένος ἄλλο 16 ἰχθύας ἐν πελάγεσσι καὶ ὄρνεα δῶκεν ἀήταις, 17 ὕλαις δ᾽ αὖ θῆρας λασιαύχενας ἠδὲ δράκοντας 18 ἑρπυστὰς { γαίῃ }, καὶ πάνθ᾽ ὅσα νῦν καθορᾶται, 19 αὐτὸς ταῦτ᾽ ἐποίησε λόγῳ καὶ πάντ᾽ ἐγενήθη 20 ὦκα καὶ ἀτρεκέως· ὅδε γὰρ πέλετ᾽ αὐτολόχευτος, 21 οὐρανόθεν καθορῶν· ὑπὸ { τῷ } τετέλεστο δὲ κόσμος. 22 καὶ τότε δὴ μετέπειτα πλάσεν πάλιν ἔμπνοον ἔργον 23 εἰκόνος ἐξ ἰδίης ἀπομαξάμενος νέον ἄνδρα 24 καλὸν θεσπέσιον, τὸν δὴ κέλετ᾽ ἐν παραδείσῳ 25 ἀμβροσίῳ ναίειν, ὥς οἱ καλὰ ἔργα μεμήλῃ. 26 αὐτὰρ ὃ μοῦνος ἐὼν παραδείσου ἐριθηλέι κήπῳ 27 προσλαλιὴν ποθέεσκε καὶ ηὔχετο εἶδος ἀθρῆσαι 28 ἄλλ᾽ οἷον αὐτὸς ἔχεν. τοῦ δὴ θεὸς αὐτὸς ἀπούρας 29 ἐκ λαπάρης ὀστοῦν ἐποιήσατο Εὖαν ἀγητήν. 30 κουριδίην ἄλοχον, ἣν δὴ πόρεν ἐν παραδείσῳ 31 τούτῳ συνναίειν. ὃ δέ μιν κατιδὼν μέγα θυμῷ 32 θαῦμ᾽ ἔχεν ἐξαίφνης, κεχαρημένος, οἷον ὁρᾶτο 33 ἀντίτυπον μίμημα· σοφοῖς δ᾽ ἠμείβετο μύθοις 34 αὐτομάτοις ῥείουσι· θεῷ γὰρ πάντ᾽ ἐμεμήλει. 35 οὔτε γὰρ ἀκρασίῃ νόον ἔσκεπον οὔτε μὲν αἰδῶ 36 εἶχον, ἀλλ᾽ ἦσαν κραδίῃς ἀπάνευθε κακοῖο, 37 χὡς θῆρες βαίνεσκον ἀποσκεπέεσσι μέλεσσιν. 38 τοῖσι δὲ καὶ μετέπειτα θεὸς ἐφετμὰς ἀγορεύσας 39 δεῖξεν τοῦ δένδρου μὴ ψαῦσαι· τοὺς δὲ μάλ᾽ αἰνός 40 ἐξαπάτησεν ὄφις δολίως ἐπὶ μοῖραν ἀπελθεῖν 41 τοῦ θανάτου γνῶσίν τε λαβεῖν ἀγαθοῦ τε κακοῦ τε. 42 ἀλλὰ γυνὴ πρώτη προδότις γείνατ᾽ ἐκείνῳ, 43 ἣ δῶκεν, τοῦτον δ᾽ ἀδαῆ πείθεσκεν ἁμαρτεῖν. 44 ὃς δὲ γυναικὸς ἔπεσσι πεπεισμένος ἐξελάθεσκεν 45 ἀθανάτου κτίστου, σαφέων δ᾽ ἀμέλησεν ἐφετμῶν. 46 τοὔνεκεν ἀντ᾽ ἀγαθοῖο λάβον κακόν, οἷον ἔπραξαν. 47 καὶ τότε δὴ γλυκερῆς συκῆς πέταλ᾽ ἀμπείραντες 48 ἐσθῆτας τεῦξαν καὶ ἐπ᾽ ἀλλήλοισιν ἔθηκαν 49 μήδεά τ᾽ ἀμφεκάλυψαν, ἐπεί σφισιν ἤιεν αἰδώς. 50 τοῖσιν δ᾽ ἀθάνατος κότον ἔνθετο κἄβαλεν ἔξω 51 ἀθανάτων χώρου. τόδε γὰρ τετελεσμένον ἦεν 52 θνητῷ ἐνὶ χώρῳ μεῖναι, ἐπεὶ οὐκ ἐφύλαξαν 53 ἀθανάτου μεγάλοιο θεοῦ λόγον εἰσαΐσαντες. 54 οἳ δ᾽ ἄφαρ ἐξελθόντες ἐπὶ ζείδωρον ἄρουραν 55 δάκρυσι καὶ στοναχαῖς δεύοντο· ἔπειτα δὲ τοῖσιν 56 ἀθάνατος θεὸς αὐτὸς ἐπὶ προφερέστερον εἶπεν· 57 "αὔξετε, πληθύνεσθε καὶ ἐργάζεσθ᾽ ἐπὶ γαίης 58 ἐντέχνως, ἵν᾽ ἔχητε τροφῆς κόρον ἱδρώοντες." 59 ὣς φάτο· τῆς δ᾽ ἀπάτης τὸν ἐπαίτιον ἑρπυστῆρα 60 νηδύι καὶ κενεῶνι ποιήσατο γαῖαν ἐρείδειν 61 πικρῶς ἐξελάσας· δεινὴν δ᾽ ἔχθραν προΐαψεν 62 ἐν μέσῳ ἀλλήλων· καὶ ὃ μὲν κεφαλὴν προφυλάσσει 63 σῴζειν, ὃς δὲ πτέρναν, ἐπεὶ θάνατός γε πάρεστιν 64 πλησίον ἀνθρώπων καὶ ἰοβόλων κακοβούλων. 65 καὶ τότε δὴ γενεὴ πληθύνετο, ὡς ἐκέλευσεν 66 αὐτὸς ὁ παντοκράτωρ, καὶ αὔξανεν ἄλλος ἐπ᾽ ἄλλῳ 67 λαὸς ἀπειρέσιος· οἴκους δὲ μὲν ἐξήσκησαν 68 παντοίους ἠδ᾽ αὖτε πόλεις καὶ τείχε᾽ ἐποίουν 69 εὖ καὶ ἐπισταμένως· οἷσιν πολυχρόνιον ἦμαρ 70 ὤπασεν εἰς ζωὴν πολυήρατον· οὐ γὰρ ἀνίαις 71 τειρόμενοι θνῇσκον, ἀλλ᾽ ὡς δεδμημένοι ὕπνῳ· 72 ὄλβιοι οἱ μέροπες μεγαλήτορες, οὓς ἐφίλησεν 73 σωτὴρ ἀθάνατος βασιλεὺς θεός. ἀλλὰ καὶ αὐτοί 74 ἤλιτον ἀφροσύνῃ βεβολημένοι. οἳ γὰρ ἀναιδῶς 75 ἐξεγέλων πατέρας καὶ μητέρας ἠτίμαζον, 76 γνωστοὺς δ᾽ οὐ γίνωσκον ἀδελφειῶν ἐπίβουλοι. 77 ἦσαν δ᾽ ἂρ μιαροὶ κεκορεσμένοι αἵματι φωτῶν 78 καὶ πολέμους ἐποίουν. ἐπὶ δ᾽ αὐτοὺς ἤλυθεν ἄτη 79 ὑστάτη οὐρανόθεν βεβολημένη, ἣ βιότοιο 80 δεινοὺς ἐξεῖλεν· τοὺς δ᾽ αὖ ὑπεδέξατο Ἅιδης· 81 Ἅιδην δ᾽ αὖτ᾽ ἐκάλεσσαν, ἐπεὶ πρῶτος μόλεν Ἀδάμ 82 γευσάμενος θανάτου, γαίη δέ μιν ἀμφεκάλυψεν. 83 τοὔνεκα δὴ πάντες οἱ ἐπιχθόνιοι γεγαῶτες 84 ἀνέρες εἰν Ἀίδαο δόμοις ἰέναι καλέονται. 85 ἀλλ᾽ οὗτοι πάντες καὶ εἰν Ἀίδαο μολόντες 86 τιμὴν ἔσχηκαν, [καὶ] ἐπεὶ πρῶτον γένος ἦσαν. 87 αὐτὰρ ἐπεὶ τούτους ὑπεδέξατο, δεύτερον αὖτις 88 τῶν καταλειφθέντων [τε] δικαιοτάτων ἀνθρώπων 89 ἄλλο γένος τεῦξεν πολυποίκιλον, οἷς ἐμεμήλει 90 ἔργ᾽ ἐρατὰ σπουδαί τε καλαὶ καὶ ὑπείροχος αἰδώς 91 καὶ πυκινὴ σοφίη· τέχνας δὲ μὲν ἐξήσκησαν 92 παντοίας εὑρόντες ἀμηχανίαις ἐπινοίας. 93 καί τις μὲν γαίην ἀρότροις ἐξεῦρε γεωργεῖν, 94 ἄλλος τεκταίνειν, ἄλλῳ δὲ πλέειν μεμέλητο, 95 ἄλλῳ δ᾽ ἀστρονομεῖν καὶ ὀνειροπολεῖν τὰ πετεινά, 96 φαρμακίη δ᾽ ἄλλῳ, αὐτὰρ μαγικὴ πάλιν ἄλλῳ· 97 ἄλλοι δ᾽ ἄλλα ἕκαστα μεμηλότα τεχνώοντο, 98 Γρήγοροι ἀλφηστῆρες, ἐπωνυμίης μετέχοντες 99 ταύτης, ὅττι φρεσὶν ἀκοίμητον νόον εἶχον 100 ἄπληστόν τε δέμας· στιβαροὶ μεγάλῳ ἐπὶ εἴδει 101 ἦσαν· ὅμως δ᾽ ἔμολον ὑπὸ ταρτάριον δόμον αἰνόν, 102 δεσμοῖς ἀρρήκτοις πεφυλαγμένοι ἐξαποτῖσαι 103 εἰς γένναν μαλεροῦ λάβρου πυρὸς ἀκαμάτοιο. 104 τῶν δὴ καὶ μετέπειτα πάλιν γένος ὀμβριμόθυμον 105 ἐξεφάνη τρίτατον ὑπερφιάλων ἀνθρώπων 106 δεινῶν, οἳ κακὰ πολλὰ παρὰ σφίσιν ἐξεπονοῦντο. 107 καὶ τούσδ᾽ ὑσμῖναί { τ᾽ } ἀνδροκτασίαι τε μάχαι τε 108 συνεχέως ὤλεσκον ὑπέρβιον ἦτορ ἔχοντας. 109 ἐκ τῶν δὴ μετὰ ταῦτα κατήλυθεν ὀψιτέλεστον 110 ὁπλότατον γένος ἄλλο μιαιφόνον ἀκριτόβουλον 111 ἀνδρῶν ἐν τετράτῃ γενεῇ· οἳ πολλὰ χέεσκον 112 αἵματα οὔτε θεὸν δειδιότες οὔτ᾽ ἀνθρώπους 113 αἰδόμενοι· μάλα γάρ τοι ἐπ᾽ αὐτοῖσιν βεβόλητο 114 οἰστρομανὴς μῆνις καὶ δυσσεβίη ἀλεγεινή. 115 καὶ τοὺς μὲν πόλεμοί τ᾽ ἀνδροκτασίαι τε μάχαι τε 116 εἰς ἔρεβος προΐαψαν οἰζυρούς περ ἐόντας 117 ἄνδρας δυσσεβέας. τοὺς δ᾽ αὖ μετόπισθε χόλοισιν 118 οὐράνιος θεὸς αὐτὸς ἑοῦ μετεθήκατο κόσμου 119 Ταρτάρῳ ἀμφιβαλὼν μεγάλῳ ὑπὸ πυθμένι γαίης. 120 καὶ πάλιν ἄλλο γένος πολὺ χειρότερον μετόπισθεν 121 ἀνθρώπων ποίησ᾽, οἷς οὐκ ἀγαθὸν μετέπειτα 122 ἀθάνατος θεὸς τεῦξεν, ἐπεὶ κακὰ πόλλ᾽ ἐπονοῦντο. 123 οἳ γὰρ ὑβριστῆρες πολλῷ πλέον ἢ ὅτ᾽ ἐκεῖνοι 124 Γίγαντες σκολιοὶ μιαρῶς δύσφημα χέοντες. 125 μοῦνος δ᾽ ἐν πάντεσσι δικαιότατος καὶ ἀληθής 126 ἦν Νῶε, πιστότατος καλοῖς τ᾽ ἔργοισι μεμηλώς. 127 καὶ τῷ μὲν θεὸς αὐτὸς ἀπ᾽ οὐρανόθεν φάτο τοῖα· 128 "Νῶε, δέμας θάρσυνον ἑὸν λαοῖσί τε πᾶσιν 129 κήρυξον μετάνοιαν, ὅπως σωθῶσιν ἅπαντες. 130 ἢν δέ γε οὐκ ἀλέγωσιν ἀναιδέα θυμὸν ἔχοντες, 131 πᾶν γένος ἐξολέσω μεγάλοις ὑδάτων κατακλυσμοῖς. 132 σοὶ δ᾽ ὦκ᾽ ἐν ῥίζῃσιν ἀδιψήτοισι τεθηλός 133 δουράτεον κέλομαι δῶμ᾽ ἄφθιτον ἀσκήσασθαι. 134 θήσω δ᾽ ἐν στήθεσσι νόον πυκινὴν δέ τε τέχνην 135 καὶ μέτρα κατὰ κόλπον· ἐμοὶ δέ τε πάντα μελήσει, 136 ὥστε σε σωθῆναι καὶ ὅσοι σὺν σοὶ ναίουσιν. 137 [εἰμὶ δ᾽ ἔγωγε ὁ ὤν, σὺ δ᾽ ἐνὶ φρεσὶ σῇσι νόησον· 138 οὐρανὸν ἐνδέδυμαι, περιβέβλημαι δὲ θάλασσαν, 139 γαῖα δέ μοι στήριγμα ποδῶν, περὶ σῶμα κέχυται 140 ἀὴρ ἠδ᾽ ἄστρων με χορὸς περιδέδρομε πάντη. 141 ἐννέα γράμματ᾽ ἔχω· τετρασύλλαβός εἰμι· νόει με· 142 αἱ τρεῖς αἱ πρῶται δύο γράμματ᾽ ἔχουσιν ἑκάστη, 143 ἡ λοιπὴ δὲ τὰ λοιπὰ καί εἰσιν ἄφωνα τὰ πέντε· 144 τοῦ παντὸς δ᾽ ἀριθμοῦ ἑκατοντάδες εἰσὶ δὶς ὀκτώ 145 καὶ τρεῖς, τρὶς δεκάδες σύν γ᾽ ἑπτά. γνοὺς δὲ τίς εἰμι 146 οὐκ ἀμύητος ἔσῃ τῆς παρ᾽ ἐμοὶ σοφίης."] 147 ὣς φάτο· τὸν δὲ τρόμος λάβε μυρίος, οἷον ἄκουσεν. 148 καὶ τότε δὴ νοερῶς τεχνησάμενος τὰ ἕκαστα 149 λαοὺς {ἐλ}λιτάνευε, λόγων δ᾽ ἐξήρχετο τοίων· 150 "ἄνδρες ἀπιστοκόροι, μεγάλῳ βεβολημένοι οἴστρῳ, 151 οὐ λήσει θεὸν ὅσσ᾽ ἐπράξατε· πάντα γὰρ οἶδεν 152 ἀθάνατος σωτὴρ πανεπίσκοπος, ὅς μ᾽ ἐκέλευσεν 153 ἀγγέλλειν ὑμῖν, ἵνα μὴ φρεσὶν ἐξαπόλησθε. 154 νήψατε, τὰς κακίας ἀποκόψατε, μηδὲ βιαίως 155 ἀλλήλοις μάρνασθε μιαιφόνον ἦτορ ἔχοντες, 156 αἵμασιν ἀνδρομέοις πολλὴν γαῖαν ἀρδεύοντες. 157 αἰδέσθητε, βροτοί, τὸν ὑπερμεγέθη καὶ ἄτρεστον 158 οὐράνιον κτίστην, θεὸν ἄφθιτον, ὃς πόλον οἰκεῖ, 159 καὶ τοῦτον πάντες λιτανεύσατε — χρηστὸς ὑπάρχει — 160 τοῦτον ὑπὲρ ζωῆς πόλεων κόσμοιό τε παντός 161 τετραπόδων πτηνῶν θ᾽, ὡς ἵλεως ἔσσεθ᾽ ἅπασιν. 162 ἔσται γὰρ ὅτε κόσμος ὅλος ἀπερείσιος ἀνδρῶν 163 ὕδασιν ὀλλύμενος φοβερὰν ὀλολύξετ᾽ ἀοιδήν. 164 ἔσται δ᾽ ἐξαπίνης ἀὴρ ἀκατάστατος ὑμῖν 165 καὶ χόλος οὐρανόθεν μεγάλου θεοῦ ἥξει ἐφ᾽ ὑμᾶς. 166 ἔσται δ᾽ ἀτρεκέως, ὅτ᾽ ἐς ἀνθρώπους προϊάψει ― 167 σωτὴρ ἀθάνατος, ἂν μὴ θεὸν ἱλάξησθε 168 καὶ μετάνοιαν ἔχητ᾽ ἀπὸ νῦν, καὶ μηκέτι μηδέν 169 δύσκολον ἠὲ κακόν γ᾽ ἀθεμίστως ἄλλος ἐπ᾽ ἄλλῳ 170 πράττῃ, ἀλλ᾽ ὁσίῳ βιότῳ πεφυλαγμένος εἴη." 171 οἳ δέ μιν εἰσαΐοντες ἐμυκτήριζον ἕκαστος 172 ἔκφρονα κικλήσκοντες, ἀτὰρ μεμανημένον ἄνδρα. 173 καὶ τότε δ᾽ αὖ, πάλιν αὖθις ἀνίαχε Νῶε ἀοιδήν· 174 "ὦ μέγα δείλαιοι κακοήτορες ἄστατοι ἄνδρες, 175 αἰδοίην προλιπόντες, ἀναιδείην ποθέοντες, 176 ἀστασίῃσι τύραννοι ἁμαρτωλοί τε βίαιοι 177 ψεῦσται ἀπιστοκόροι κακοπράγμονες οὐδὲν ἀληθεῖς 178 λεκτροκλόποι θ᾽ εὑρεσσίλογοι δύσφημα χέοντες, 179 οὐκ ὀργήν τε θεοῦ δειδιότες ὑψίστοιο, 180 εἰς γενεὴν πέμπτην πεφυλαγμένοι ἐξαποτῖσαι. 181 οὐ κλαίετ᾽ ἄλλυδις ἄλλον, ἀπηνέες, ἀλλὰ γελᾶτε· 182 σαρδόνιον μείδημα γελάσσετε, ὁππόταν ἥξῃ 183 τοῦτο, λέγω, τὸ θεοῦ φοβερὸν καὶ ἐπήλυτον ὕδωρ. 184 [ὁππότε κεν Ῥείης μιερὸν γένος ἐν χθονὶ κῦμα 185 ἀέναον ῥίζῃς ἐν ἀδιψήτοισι τεθηλός 186 αὐτόπρεμνον ἄιστον ἰῇ ἐν νυκτὶ γένηται, 187 καὶ πόλεις αὐτάνδρους σεισίχθων ἐννοσίγαιος 188 κευθμῶνας γαίης σκεδάσει καὶ τείχεα λύσει.] 189 καὶ τότε κόσμος ἅπας ἀπειρεσίων ἀνθρώπων 190 θνήξεται. αὐτὰρ ἐγὼ πόσα πενθήσω, πόσα κλαύσω 191 οἴκῳ δουρατέῳ, πόσα δάκρυα κύμασι μίξω; 192 ἢν γὰρ ἐπέλθῃ τοῦτο θεοῦ κεκελευσμένον ὕδωρ, 193 πλεύσει γῆ, πλεύσουσιν ὄρη, πλεύσει δὲ καὶ αἰθήρ, 194 ὕδωρ ἔσται ἅπαντα καὶ ὕδασι πάντ᾽ ἀπολεῖται. 195 στήσονται δ᾽ ἄνεμοι καὶ δεύτερος ἔσσεται αἰών. 196 ὦ Φρυγίη, πρώτη δ᾽ ἀναδύσῃ ἀφ᾽ ὕδατος ἄκρου· 197 πρώτη δ᾽ αὖ θρέψεις γενεὴν ἑτέρην ἀνθρώπων 198 ἀρχομένην αὖθις· ἔσσῃ δὲ τροφὸς περὶ πάντων." 199 ἀλλ᾽ ὅτε δὴ γενεῇ τὰ μάτην ἐλάλησεν ἀθέσμῳ, 200 Ὕψιστος ὤφθη, πάλι δ᾽ ἴαχε φώνησέν τε· 201 "ἤδη καιρὸς ἔπεστι, Νῶε, τὰ ἕκαστ᾽ ἀγορεύειν, 202 ὅσσα τε ἤματι τῷ σοι ὑπέστην καὶ κατένευσα, 203 πάντα μάλ᾽, ὅσσα πάρος γενεαὶ κακὰ μυρί᾽ ἔπραξαν, 204 ῥέξαι ἀπειρεσίῳ κόσμῳ διὰ λαὸν ἀπειθῆ. 205 ἀλλὰ τάχει ἔμβηθι σὺν υἱέσιν ἠδὲ δάμαρτι 206 καὶ νύμφαις. καλέσον δ᾽, ὁπόσοις κέλομαι ἀγορεύειν, 207 τετραπόδων φῦλα καὶ ἑρπετὰ καὶ πετεηνά. 208 τοῖσι δ᾽ ἐνὶ στήθεσσιν ἐγὼ μετέπειτα βαλοῦμαι 209 προφρονέως ἰέναι, ὁπόσων ζωὴν ἐπιτείλω." 210 ὣς ἔφατ᾽· αὐτὰρ ὃ βῆ, μέγα δ᾽ ἴαχε φώνησέν τε. 211 καὶ τότε δ᾽ αὖ ἄλοχος καὶ υἱέες ἠδέ τε νύμφαι 212 οἴκῳ δουρατέῳ ἐσελήλυθαν· αὐτὰρ ἔπειτα 213 βῆσαν τἆλλα ἕκασθ᾽, ὅσα περ θεὸς ἤθελε *ῥέξαι.* 214 ἀλλ᾽ ὅτε δ᾽ ἁρμονία κληὶς περὶ πῶμ᾽ ἐγενήθη 215 εἰς πλάγιον ἁρμοσθεῖσα περιξεστῷ ἐνὶ τοίχῳ, 216 δὴ τότ᾽ ἐπουρανίοιο θεοῦ ἐτελείετο βουλή. 217 σὺν δ᾽ ἔβαλεν νεφέλας, κρύψεν δὲ πυραυγέα δίσκον, 218 σὺν δ᾽ ἄστροις μήνην καὶ οὐράνιον στεφάνωμα, 219 πάντα περισκεπάσας μεγάλ᾽ ἔκτυπε, δεῖμα βροτοῖσιν, 220 πρηστῆρας πέμπων· συνεπηγείροντο δ᾽ ἀῆται 221 πάντες καὶ ὑδάτων φλέβες ἐλύοντο ἅπασαι 222 οὐρανόθεν μεγάλων ἀνεοιγομένων καταρακτῶν, 223 καὶ μυχῶν γαίης καὶ ἀβύσσου ἀκαμάτοιο 224 ὕδατα μυριόεντα φάνη καὶ γῆ ἐκαλύφθη 225 πᾶσα ἀπειρέσιος. αὐτὸς δ᾽ ἐπενήχετο ὄμβρῳ 226 οἶκος θεσπέσιος· πολλοῖσι δὲ κύμασι λάβροις 227 ῥηγνύμενος καὶ νηχόμενος ἀνέμων ὑπὸ ῥιπῆς 228 ὤρνυτο δειμαλέως· ἔτεμνεν μυρίον ἀφρόν 229 στείρη κινυμένων ὑδάτων κελαρυζομενάων. 230 ἀλλ᾽ ὅτε κόσμον ἅπαντα θεὸς κατέκλυσσ᾽ ὑετοῖσιν, 231 καὶ τότε δ᾽ αὖ Νῶε φρεσὶν ἔνθετο, ὄφρ᾽ ἐσαθρήσῃ 232 ἀθανάτου βούλησιν ἴδῃ δέ τε νηρέος ᾅδην· 233 ὦκα δὲ πῶμ᾽ ἀνέῳξε περιξεστοῦ ἀπὸ τοίχου 234 ἐμπείρως ἁρμοῖσι κατ᾽ ἀντίον ἁρμοσθέντα. 235 καὶ λεύσας ὑδάτων ἀπειρεσίων πολὺ πλῆθος 236 πάντοσε * Νῶε ἔμορ * ἐν ὀφθαλμοῖσιν ὁρᾶσθαι, 237 δεῖμ᾽ ἔχε καὶ κραδίην πάλλεν μέγα. καὶ τότε δ᾽ ἀήρ 238 βαιὸν στειλάμενος, ἐπεὶ κάμεν ἤμασι πολλοῖς 239 κόσμον ὅλον δεύων, τότε δείελον οἷά τε χλωρόν 240 αἱματόεντα πόλον μέγαν τε πυραυγέα δίσκον 241 δεῖξεν κεκμηκότα· μόλις δ᾽ ἔσχεν Νῶε θάρσος. 242 καὶ τότε δὴ πελίην οἴην ἀπὸ νόσφι ποιήσας 243 ἔκβαλεν, ὄφρα γνῷ ἐνὶ φρεσίν, εἴ ποτε γαῖα 244 φαίνετ᾽ ἔτι στερεή. ἣ δὲ πτερύγεσσι καμοῦσα 245 πάντα περιπτήσασα, πάλιν τρέπετ᾽· οὔτε γὰρ ὕδωρ 246 ἦν κοπάσαν, μάλα γάρ τε πεπληρώκει τὰ ἕκαστα. 247 αὐτὰρ ὃς ἡσυχάσας πάλιν ἤματα πέμπε πέλειαν 248 αὖτις, ἵνα γνῷ, εἴπερ ἐπαύσατο ὕδατα πολλά. 249 ἣ δ᾽ ἄρα πωτήεσσα διέπτατο, βῇ δ᾽ ἐπὶ γαῖαν, 250 βαιὸν δ᾽ ἀμπαύσασα δέμας νοτερῇ ἐπὶ γαίῃ 251 ἂψ ἐπὶ Νῶε πάλιν δέ τε ἤλυθε, κάρφος ἐλαίας 252 σῆμα φέρουσα μέγ᾽ ἀγγελίης. θάρσος δ᾽ ἔχε πάντας 253 καὶ μέγα χάρμ᾽, ὅτι γαῖαν ἐφελπίζεσκον ἀθρῆσαι. 254 καὶ τότε δὴ μετέπειτ᾽ ἄλλον μελανόπτερον ὄρνιν 255 τάχος *ὑπεξέπεμπεν*· ὃ δὲ πτερύγεσσι πεποιθώς 256 προφρονέως πέτατο, γαίῃ δ᾽ ἐλθὼν ἐπέμεινεν. 257 γνῶ δέ τε Νῶε ὅτι γαῖα πέλει πέλας ἆσσον ἐοῦσα. 258 ἀλλ᾽ ὅτε δὴ ῥοθίοις ἐπὶ κύμασιν ἔνθα καὶ ἔνθα 259 ἀμβροσίη τέχνη ἐπενήχετο οἴδμασι πόντου, 260 πηγνυμένη ὀλίγης ἐπ᾽ ᾐόνος ἐστήρικτο. 261 ἔστι δέ τι Φρυγίης ἐπ᾽ ἠπείροιο μελαίνης 262 ἠλίβατον τανύμηκες ὄρος· Ἀραρὰτ δὲ καλεῖται, 263 ὅττ᾽ ἄρα σωθήσεσθαι ἐπ᾽ αὐτῷ πάντες ἔμελλον, 264 ἐν τούτῳ μεγάλη δὲ ποθὴ καταθύμιος ἦεν· 265 ἔνθα φλέβες μεγάλου *ποταμοῦ Μαρσύου* πέφυκαν. 266 τῷδε κιβωτὸς ἔμεινεν ἐν ὑψηλοῖσι καρήνοις 267 ληξάντων ὑδάτων, τότε δ᾽ αὖ πάλιν οὐρανόθι πρό 268 θεσπεσίη μεγάλοιο θεοῦ πάλιν ἴαχε φωνή 269 τοῖον ἔπος· "Νῶε πεφυλαγμένε πιστὲ δίκαιε, 270 θαρσαλέως ἔξελθε σὺν υἱέσι καί τε δάμαρτι 271 καὶ νύμφαις τρισσαῖς καὶ πλήσατε γαῖαν ἅπασαν 272 αὐξόμενοι πληθυνόμενοι τὰ δίκαια νέμοντες 273 ἀλλήλοις, γενεαῖς γενεῶν, ἄχρις εἰς κρίσιν ἥξει 274 πᾶν γένος ἀνθρώπων, ἐπεὶ κρίσις ἔσσεθ᾽ ἅπασιν." 275 ὣς ἔφατ᾽ ἀμβροσίη φωνή. Νῶε δ᾽ ἀπὸ κοίτης 276 ᾖσσ᾽ ἀποθαρσήσας ἐπὶ γῆς, υἱοὶ δὲ σὺν αὐτῷ 277 ἠδὲ δάμαρ νύμφαι τε καὶ ἑρπετὰ καὶ πετεηνά 278 τετραπόδων θηρῶν τε γένη καὶ τἆλλ᾽ ἅμα πάντα 279 οἴκου δουρατέου ἐξῄεσαν εἰς ἕνα χῶρον. 280 καὶ τότε δή τοι Νῶε δικαιότατος ἀνθρώπων 281 ὄγδοος ἐξῆλθεν δὶς εἴκοσι καὶ μίαν ἠῶ 282 πληρώσας ὑδάτεσσι θεοῦ μεγάλου διὰ βουλάς. 283 ἔνθ᾽ αὖτις βιότοιο νέη ἀνέτειλε γενέθλη 284 χρυσείη πρώτη, ἥτις πέλεθ᾽ ἕκτη, ἀρίστη, 285 ἐξότε πρωτόπλαστος ἀνὴρ γένετ᾽· οὔνομα δ᾽ αὐτῇ 286 οὐρανίη, ὅτι πάντα θεῷ μεμελημένη ἔσται. 287 ὦ γενεῆς ἕκτης πρῶτον γένος, ὦ μέγα χάρμα, 288 ἧς ἔλαχον μετέπειτα, ὅτ᾽ ἔκφυγον αἰπὺν ὄλεθρον 289 πολλὰ κλυδωνισθεῖσα *σὺν ἐμῷ πόσει* καὶ δαέρεσσιν 290 ἠδ᾽ ἑκυρῷ ἑκυρῇ θ᾽ ὁμονύμφοις τ᾽ αἰνὰ παθοῦσα. 291 ἄρτια δ᾽ αἰνήσω· ἔσται πολυποίκιλον ἄνθος 292 ἐν συκῇ· μεσάσει δὲ χρόνος· βασιλήιον ἀρχήν 293 σκηπτροφόρον δ᾽ ἕξει. τρεῖς γὰρ βασιλεῖς μεγάθυμοι, 294 ἄνδρε δικαιότατοι, μοίρας *δέ τε δηλήσονται *· 295 πουλυετῆ δ᾽ ἄρξουσι χρόνον τὰ δίκαια νέμοντες 296 ἀνδράσιν, οἷσι μέμηλε πόνος καὶ ἔργ᾽ ἐρατεινά. 297 γαίη δ᾽ αὖ καρποῖς ἐπαγάλλεται αὐτομάτοισιν 298 φυομένη πολλοῖσιν, ὑπερσταχυοῦσα γενέθλῃ. 299 οἱ δὲ τιθηνευτῆρες ἀγήραοι ἤματα πάντα 300 ἔσσονται, νόσφιν νούσων κρυερῶν μαλεράων 301 θνήξονται ὕπνῳ βεβολημένοι, ἐς δ᾽ Ἀχέροντα 302 εἰν Ἀίδαο δόμοις ἀπελεύσονται καὶ ἐκεῖσε 303 τιμὴν ἕξουσιν, ἐπεὶ μακάρων γένος ἦσαν, 304 ὄλβιοι ἀνέρες, οἷς Σαβαὼθ νόον ἐσθλὸν ἔδωκεν, 305 αὐτὰρ καὶ τούτοισιν ἀεὶ συμφράσσατο βουλάς. 306 ἀλλ᾽ οὗτοι μάκαρες καὶ εἰν Ἀίδαο μολόντες 307 ἔσσονται. τότε δ᾽ αὖτε βαρὺ στιβαρὸν μετέπειτα 308 δεύτερον αὖ γένος ἄλλο χαμαιγενέων ἀνθρώπων, 309 Τιτήνων. ὅμοιος δὲ τύπος ἐπὶ πᾶσιν ἑκάστων 310 εἶδος καὶ μέγεθός τε, φυὴ φωνή τε μί᾽ ἔσται, 311 ὡς πάρος ἐκ πρώτης γενεῆς θεὸς ἐν στήθεσσιν 312 ἔνθετο. ἀλλὰ καὶ αὐτοὶ ὑπέρβιον ἦτορ ἔχοντες 313 ὕστατα βουλεύσονται ἐπειγόμενοι πρὸς ὄλεθρον 314 ἀντίβιον μαχέσασθαι ἐπ᾽ οὐρανῷ ἀστερόεντι. 315 καὶ τότε δ᾽ ὠκεανοῦ μεγάλου ῥύσις ἔσσετ᾽ ἐν αὐτοῖς 316 μαινομένων ὑδάτων. ὁ μέγας Σαβαὼθ δὲ χολωθείς 317 εἴρξει κωλύων, ὅτι μὴ κατακλυσμὸν ὑπέστη 318 αὖτις ποιήσειν ἐπ᾽ ἀνθρώπους κακοθύμους. 319 ἀλλ᾽ ὁπόταν ὑδάτων πολλῶν ἀπερείσιον οἶδμα 320 κύματος ὀρνυμένοιο ἐπ᾽ ἄλλυδις ἄλλο ποιήσει 321 ὀργῆς παύεσθαι, εἰς ἄλλα τε βένθεα πόντου 322 μέτρ᾽ ὀλιγώσειεν λιμέσιν καὶ τρηχέσιν ἀκταῖς 323 ἀμφὶ γαίῃ ὁρίσας ὁ μέγας θεὸς ὑψικέραυνος· 324 δὴ τότε καὶ μεγάλοιο θεοῦ παῖς ἀνθρώποισιν 325 ἥξει σαρκοφόρος θνητοῖς ὁμοιούμενος ἐν γῇ, 326 τέσσαρα φωνήεντα φέρων, τὸ δ᾽ ἄφωνον ἐν αὐτῷ 327 δισσόν· ἐγὼ δέ κέ τοι ἀριθμόν γ᾽ ὅλον ἐξονομήνω· 328 ὀκτὼ γὰρ μονάδας, τόσσας δεκάδας δ᾽ ἐπὶ ταύταις 329 ἠδ᾽ ἑκατοντάδας ὀκτὼ ἀπιστοκόροις ἀνθρώποις 330 οὔνομα δηλώσει· σὺ δ᾽ ἐνὶ φρεσὶ σῇσι νόησον 331 ἀθανάτοιο θεοῦ Χριστὸν παῖδ᾽ ὑψίστοιο. 332 αὐτὸς πληρώσει δὲ θεοῦ νόμον, οὐ καταλύσει, 333 ἀντίτυπον μίμημα φέρων, καὶ πάντα διδάξει. 334 τούτῳ προσκομίσουσ᾽ ἱερεῖς χρυσὸν προφέροντες, 335 σμύρναν ἀτὰρ λίβανον· καὶ γὰρ τάδε πάντα ποιήσει. 336 ἀλλ᾽ ὁπόταν φωνή τις ἐρημαίης διὰ χώρης 337 ἥξῃ ἀπαγγέλλουσα βροτοῖς καὶ πᾶσι βοήσῃ 338 εὐθείας ἀτραποὺς ποιησέμεν ἠδ᾽ ἀπορῖψαι 339 ἐκ κραδίης κακίας καὶ ὕδασι φωτίζεσθαι 340 πᾶν δέμας ἀνθρώπων, ἵνα γεννηθέντες ἄνωθεν 341 μηκέτι μηδὲν ὅλως γε παρεκβαίνωσι δικαίων· 342 τὴν δ᾽ αὖ βαρβαρόφρων, πεπεδημένος ὀρχηθμοῖσιν, 343 ἐκκόψας δώσει μισθόν· τότε σῆμα βροτοῖσιν 344 ἔσσεται ἐξαίφνης, ὁπόταν πεφυλαγμένος ἥξῃ 345 ἐκ γῆς Αἰγύπτοιο καλὸς λίθος· ἐν δ᾽ ἄρα τούτῳ 346 λαὸς προσκόψει Ἑβραίων· ἔθνη δ᾽ ἀγεροῦνται 347 αὐτοῦ ὑφηγήσει· καὶ γὰρ θεὸν ὑψιμέδοντα 348 γνώσονται διὰ τοῦδε ἀταρπιτὸν ἐν φαῒ κοινῷ. 349 δείξει γὰρ ζωὴν αἰώνιον ἀνθρώποισιν 350 ἐκλεκτοῖς, ἀνόμοις δὲ τὸ πῦρ αἰῶσιν ἐποίσει. 351 καὶ τότε δὴ νοσεροὺς ἰήσεται ἠδ᾽ ἐπιμώμους 352 πάντας, ὅσοι τούτῳ πίστιν ἐνιποιήσονται. 353 βλέψουσιν δέ τε τυφλοί, ἀτὰρ βαδίσουσί τε χωλοί, 354 κωφοί τ᾽ εἰσαΐσουσι, λαλήσουσ᾽ οὐ λαλέοντες. 355 δαίμονας ἐξελάσει, νεκρῶν δ᾽ ἐπανάστασις ἔσται· 356 κύματα πεζεύσει καὶ ἐρημαίῳ ἐνὶ χώρῳ 357 ἐξ ἄρτων πέντε καὶ ἰχθύος εἰναλίοιο 358 χιλιάδας κορέσει πέντε, τὰ δὲ λείψανα τούτων 359 δώδεκα πληρώσει κοφίνους εἰς ἐλπίδα λαῶν. ― ― 360 Καὶ τότε δ᾽ Ἰσραὴλ μεμεθυσμένος οὐχὶ νοήσει, 361 οὐδὲ μὲν αὖθ᾽ ἀίσει βεβαρημένος οὔασι λεπτοῖς. 362 ἀλλ᾽ ὁπόταν Ἑβραίοις ἥξῃ χόλος Ὑψίστοιο 363 οἰστρομανὴς καὶ πίστιν ἀπ᾽ αὐτῶν ἐξαφελεῖται, 364 οὐρανίου ὅτι παῖδα θεοῦ διεδηλήσαντο, 365 καὶ τότε δὴ κολάφους καὶ πτύσματα φαρμακόεντα 366 Ἰσραὴλ δώσει μυσαροῖς ἐνὶ χείλεσι τούτῳ. 367 εἰς δὲ τὸ βρῶμα χολὴν καὶ εἰς ποτὸν ὄξος ἄκρατον 368 δυσσεβέως δώσουσι κακῷ βεβολημένοι οἴστρῳ 369 στήθεα καὶ κραδίην, ἀτὰρ ὄμμασιν οὐκ ἐσορῶντες 370 τυφλότεροι σπαλάκων, φοβερώτεροι ἑρπυστήρων 371 θηρῶν ἰοβόλων, βαρέι πεπεδημένοι ὕπνῳ. 372 ἀλλ᾽ ὅταν ἐκπετάσῃ χεῖρας καὶ πάντα μετρήσῃ 373 καὶ στέφανον φορέσῃ τὸν ἀκάνθινον ἠδέ τε πλευράν 374 νύξωσιν καλάμοισιν, ὅτου χάριν ἐν τρισὶν ὥραις 375 νὺξ ἔσται σκοτόεσσα πελώριος ἤματι μέσσῳ 376 καὶ τότε δὴ ναὸς Σολομώνιος ἀνθρώποισιν 377 σῆμα μέγ᾽ ἐκελέσει, ὁπόταν Ἀιδωνέος οἶκον 378 βήσεται ἀγγέλλων ἐπαναστασίην τεθνεῶσιν. 379 αὐτὰρ ἐπὴν ἔλθῃ τρισὶν ἤμασιν ἐς φάος αὖτις 380 καὶ δείξῃ θνητοῖσι τύπον καὶ πάντα διδάξῃ, 381 ἐν νεφέλαις ἐπιβὰς εἰς οὐρανοῦ οἶκον ὁδεύσει 382 καλλείψας κόσμῳ εὐαγγελίης διάθημα. 383 τοῦ καὶ ἐπωνυμίῃ βλαστὸς νέος ἀνθήσειεν 384 ἐξ ἐθνῶν Μεγάλοιο νόμῳ καθοδηγηθέντων. 385 ἀλλά γε καὶ μετὰ ταῦτα σοφοὶ καθοδηγοὶ ἔσονται, 386 καὶ τότε δὴ παῦσις ἔσται μετέπειτα προφητῶν. 387 ἔνθεν ὅταν Ἑβραῖοι τὸ κακὸν θέρος ἀμήσωνται, 388 πολλὸν δ᾽ αὖ χρυσόν τε καὶ ἄργυρον ἐξαλαπάξει 389 Ῥωμαῖος βασιλεύς. μετὰ δ᾽ αὖ βασιληίδες ἄλλαι 390 συνεχέως ἔσσονται ἀπολλυμένων βασιλειῶν 391 καὶ θλίψουσι βροτούς. μέγα δ᾽ ἔσσεται ἀνδράσι κείνοις 392 πτῶμ᾽, ὁπόταν ἄρξωνθ᾽ ὑπερηφανίης ἀδίκοιο. 393 ἀλλ᾽ ὁπόταν ναὸς Σολομώνιος ἐν χθονὶ δίᾳ 394 καππέσεται βληθεὶς ὑπ᾽ ἀνδρῶν βαρβαροφώνων 395 χαλκεοθωρήκων, Ἑβραῖοι δ᾽ ἀπὸ γῆς ἐλάσονται 396 πλαζόμενοι κεραϊζόμενοι, πολλὴν δέ τοι αἶραν 397 ἐν σίτῳ μίξουσι, κακὴ στάσις ἔσται ἅπασιν 398 ἀνδράσιν· αἱ δὲ πόλεις ὑβριζόμεναι παρ᾽ ἕκαστα 399 ἀλλήλας κλαύσουσιν, ἐπεὶ κακὸν ἤλιτον ἔργον 400 δεξάμεναι μεγάλοιο θεοῦ χόλον ἐν κόλποισιν.