Μαρτύριον Ησαΐου: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
Γραμμή 10:
 
 
{{larger|3}}'''1''' Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. '''2''' Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν έντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ’ ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. '''3''' Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, καὶ ἐπληθύνθη ἐν αὐτοῖς ἡ φαρμακία καὶ ἡ πορνεία καὶ ἡ ἐπαοιδία καὶ ὁ κληδονισμὸς καὶ τὸ ψεῦδος, καὶ ἐδιώκοντο πάντες οἱ εὐσεβῶς ζῶντες κατὰ θεὸν. '''4''' Τότε οὖν προεφήτευσεν ὁ μέγας Ἡσαΐας περὶ τῆς πόλεως Ἱερουσαλὴμ λέγων· Τάδε λέγει κύριος ὁ θεός· Ἡ πόλις αὕτη ἡ ἠγαπημένη καὶ έκλεκτὴ παραδοθήσεται εἰς χεῖρας Σαλμανασσὰρ βασιλέως Βαβυλῶνος, καὶ Μανασσὴς ὁ βασιλεὺς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἀχθήσονται αἰχμάλωτοι εἰς Βαβυλῶνα. '''5''' Καὶ ὡς ἤκουσεν Μελχίας ὁ ψευδοπροφήτης ταῦτα προφητεύοντος τοῦ μεγάλου Ἡσαΐου καὶ λέγοντος περὶ τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐν αὐτῇ κατοικούντων εἶπεν τῷ βασιλεῖ Μανασσῇ· '''6''' Βασιλεῦ, χαλεπὰ καὶ πάνυ δεινὰ προφητεύει ὁ Ἡσαΐας ἐπὶ Ἱερουσαλὴμ καὶ πάσας τὰς πόλεις Ἰούδα, λέγων ὅτι ἡ πόλις αὕτη παραδοθήσεται εἰς χεῖρας Βαβυλῶνος, καὶ Μανασσὴς ὁ βασιλεὺς καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ πάντες οἱ ἄρχοντες αὐτοῦ αἰχμάλωτοι ἀχθήσονται εἰς Βαβυλῶνα ἐν πέδαις καὶ γαλεάγραις, καὶ ἔσται ὁ βασιλεὺς Μανασσὴς δέσμιος ἐν τῷ οἴκῳ τῶν Βαβυλωνίων. '''7''' Τότε θυμοῦ πολλοῦ καὶ ὀργῆς πλησθεὶς ὁ βασιλεὺς Μανασσὴς ἄκούσας ταῦτα ἐκέλευσεν Μελχίαν τὸν ψευδοπροφήτην συλλαβέσθαι τὸν μέγαν Ἡσαΐαν, διότι προεφήτευσεν δεινὰ καὶ χαλεπὰ ἐπὶ Ἱερουσαλήμ. '''8''' Ἦν δὲ ὁ μέγας προφήτης Ἡσαΐας ἄναχωρήσας ἀπὸ Ἱερουσαλήμ, διὰ τὸ μὴ ὑποφέρειν αὐτὸν ὁρᾶν τὴν γινομένην ἀνομίαν ἐν αὐτῇ καὶ ἀσωτίαν, καὶ τὴν προσκύνησιν καὶ λατρείαν τοῦ σατανᾶ. καὶ ἀπελθὼν ἐκάθητο άπέναντι Βηθλεέμ. '''9''' Κάκεῖ δὲ ἤν άνομία πολλή· ὅθεν ἀναχωρήσας πάλιν ἐκεῖθεν ἐκάθισεν ἐν ὄρει τινί, τόπῳ ἡσύχῳ καὶ καθαρῷ, δοξάζων άδιαλείπτως τὸν φιλάνθρωπον θεόν. καὶ οὐ μόνον αὐτάς, ἀλλά καὶ Μιχαίας ὁ προφήτης καὶ Ἀμβακοὺμ καὶ Ἱασοὺμ ὁ υἱὸς αὐτοῦ καὶ Ἄννας ὁ γέρων, καὶ πολλοὶ ἕτεροι τῶν πιστευόντων εἰς οὐρανοὺς ἀνελθεῖν. '''10''' Ἐκεῖσε οὖν λοιπὸν ἀνελθόντες Μελχίας καὶ Βεχείρας οἱ ψευδοπροφῆται συνέλαβον τὸν ἅγιον Ἡσαΐαν τὸν προφήτην, '''11''' Καὶ ἀγαγόντες αὐτὸν πρὸς Μανασσὴν τὸν βασιλέα εἶπεν πρὸς αὐτόν· Ἡσαΐα, διατί προφητεύεις πονηρὰ ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ ἐμὲ καὶ τὰ τέκνα μου; '''12''' Καὶ εἶπεν ὁ μέγας προφήτης Ἡσαΐας τῷ Μανασσῇ· Βασιλεῦ, ἐγὼ οὐ προφητεύω πονηρὰ περὶ τῆς πόλεως ταύτης, ἀλλὰ τὰ μέλλοντα αὐτῇ συμβαίνειν λαλῶ. '''13''' Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ὁ ἀγαπητὸς αύτοῦ υἱὸς καὶ τὸ πνεῦμα αὐτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι αὕτη ἡ πόλις ἡ καλλίστη καὶ μεγάλη παραδοθήσεται εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ ἀναιδῶν διὰ τὰς ἀνομίας τοῦ λαοῦ τοῦ κατοικοῦντος ἐν αὐτῇ, καὶ σὲ δὲ, βασιλεῦ Μανασσῆ, ἐν πέδαις καὶ γαλεάγραις ἀπάξουσιν αἰχμάλωτον εἰς Βαβυλῶνα. '''14''' Τότε θυμωθεὶς σφόδρα ὁ βασιλεὺς Μανασσὴς ἐφ’ οἷς ἤκουσεν πικροῖς ῥήμασιν ἐκέλευσεν παρευθὺ πρισθῆναι τὸν ἅγιον Ἡσαΐαν ἐν πρίωνι σιδηρῷ. '''15''' Καὶ τούτου ἐν τάχει γινομένου καὶ πριζομένου αὐτοῦ ἐπὶ ὥρας ἱκανάς, οὐδ’ ὅλως ἥπτετο αὐτοῦ ὁ σίδηρος. '''16''' Τότε λέγει ὁ ἅγιος Ἡσαΐας ὁ προφήτης τῷ Μανασσῇ· Βασιλεῦ, ἔσῃ εἰδὼς ὅτι ἐγὼ ἐν πρίωνι ξυλίνῳ ἐκληρώθην πρισθῆναι, καὶ ἄλλως ταῦτα γενέσθαι ἀδύνατον. τότε ὁ βασιλεὺς Μανασσὴς προσέταξεν ἐν πρίωνι ξυλίνῳ πρισθῆναι αὐτόν. '''17''' Καὶ πριζομένου αύτοῦ ἔστη Μελχίας ὁ ψευδοπροφήτης κατὰ πρόσωπον αύτοῦ λέγων· Εἰπὲ ὅτι οὐκ έπροφήτευσα ταῦτα περὶ Ἱερουσαλήμ, καὶ αρθήσονται ἀπὸ σοῦ αἱ βάσανοι αὗται. '''18''' Καὶ εἶπεν αύτῷ ὁ Ἡσαΐας· Κατάθεμά σοι, Μελχία ψευδοπροφῆτα, διάβολε· Ζῆ γὰρ κύριος ὁ θεός μου καὶ ζῆ τὸ πνεῦμα αύτοῦ τὸ λαλοῦν ἐν ἐμοί, ὅτι Ἱερουσαλὴμ αὕτη ἡ μεγάλη πόλις καὶ εὐρύχωρος τέλεον ἐρημωθήσεται, καὶ Μανασσὴς καὶ τὰ τέκνα αὐτοῦ καὶ ἡ γυνὴ αύτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ καὶ ὁ λαὸς τῆς πόλεως ταύτης αἰχμάλωτοι ἀχθήσονται ἐν Βαβυλῶνι. '''19''' Καὶ ταῦτα εἰπὼν ὁ μακάριος Ἡσαΐας ἔπρισαν αύτὸν διχῇ πρίωνι ξυλίνῳ.
{{larger|3}}'''1''' καὶ Βεχειρὰ ἔγνω, [κ]αὶ εἶδεν τὸν τό[π]ον τοῦ Ἠσαίου [καὶ τῶ]ν προφη[τῶν τῶν] μετ' αὐ[τοῦ. οὗτο]ς γὰρ ἦν οἰκῶν ἐν τῇ χώρᾳ Βηθλεέμ, καὶ ἐκολλήθη τῷ Μανασσῇ. καὶ αὐτὸς ἦν ψευδοπροφητεύων ἐν Ἱερουσαλήμ, καὶ πολλοὶ ἐξ Ἱερουσαλὴμ ἐκολλήθησαν πρὸς αὐτόν. καὶ αὐτὸς δὲ ἦν ἀπὸ Σαμαρίας. '''2''' καὶ ἐγένετο ἐν τῷ ἐλθεῖν Ἀλγασὰρ Ἀσσυρίων βασιλέα καὶ αἰχμαλωτίσαι τὴν Σαμαρίαν καὶ λαβεῖν τὰς ἐν [νέ]α ἥμισυ φυλὰς ἐν αἰχμαλωσίᾳ καὶ ἀπενέγκαι αὐτοὺς εἰς ὄρη Μήδων καὶ ποταμῶν [καὶ] Γωζάν, '''3''' οὗτος ἦν νεώτερος, καὶ ἔφυγεν καὶ ἦλθεν εἰς Ἱε[ρου]σαλὴμ ἡμ[έρ]αις [Ἑζε]κίου βασ[ιλέως Ἰ]ούδα. κα[ὶ οὐκ ἐ]πάτει εἰς Σαμαρίαν ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ, ὅτι τὸν Ἑζεκίαν ἐφοβεῖτο. '''4''' καὶ εὑρέθη ἐν τῷ χρόνῳ Ἑζεκίου λαλῶν λόγους ἀνομίας ἐν Ἱερουσαλήμ, '''5''' καὶ κατηγορήθη ὑπὸ τῶν παίδων Ἑζεκίου καὶ ἔφυγεν εἰς τὴν χώραν Βηθλεέμ. καὶ ἔπεισαν '''6''' καὶ κατηγόρησεν Μελχειρὰ τοῦ Ἠσαίου καὶ τῶν προφητῶν λέγων ὅτι Ἠσαίας καὶ οἱ προφῆται οἱ μετὰ Ἠσαίου προφητεύουσιν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ [τὰ]ς πόλεις Ἰούδα [κα]ὶ Βε[νι]αμεὶν ὅτι [πο]ρεύ[σο]νται ἐν γαλε[άγ]ρ[αις κα]ὶ ἐν πέδαις ... ἀπελεύσῃ, '''7''' καὶ αὐτοὶ ψευδοπροφητεύουσιν καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ τὸν Βενιαμεὶν αὐτοὶ μισοῦσιν, καὶ ὁ λόγος αὐτῶν κακὸς ἐπὶ τὸν Ἰούδαν καὶ τὸν Ἰσραήλ. '''8''' καὶ αὐτὸς Ἠσαίας εἶπεν [αὐτοῖς], βλέπω πλέον Μωυσῆ τοῦ προφήτου. '''9''' εἶπεν γὰρ Μωυσῆς ὅτι οὐκ ὄψεται ἄνθρωπος τὸν θεὸν καὶ ζήσετα[ι], Ἠσαίας δὲ εἶπεν εἶδον τὸν [θεὸν] κ[α]ὶ ἰδοὺ ζῶ. '''10''' βασι[λ]εῦ [γί]νω[σ]κε ὅτι ψευδή[ς] ἐστιν. καὶ τὴν Ἱ[ε]ρουσαλὴμ Σόδο[μ]α ἐκάλεσεν, κ[αὶ τοὺσ] ἄρχοντα[ς Ἰούδα] καὶ Ἰσραὴλ [λαὸν Γο]μόρρας πρ[οσηγό]ρευσεν. [κ]α[ὶ πολλὰ] κατηγόρει ἐπὶ τοῦ Μανασσῆ καὶ τῶν προφητῶν. '''11''' καὶ ἐκάθισεν Βελιὰρ ἐν τῇ καρ[δ]ίᾳ τοῦ Μανασσῆ καὶ ἐν τῇ καρδίᾳ τῶν ἀρχόντων Ἰούδα καὶ Βενιαμεὶν καὶ τῶν εὐνούχων καὶ τῶν συμβούλων τοῦ βασιλέως, '''12''' καὶ ἤρεσαν αὐτῷ οἱ λόγοι τοῦ Βελχειρὰ καὶ ἀπέστειλεν καὶ ἐκράτησεν τὸν Ἠσαίαν.
 
[[de:Himmelfahrt des Isaias]]