Μαρτύριον Ησαΐου: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
NickTheRipper (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Ετικέτες: Επεξεργασία από κινητό Διαδικτυακή επεξεργασία από κινητό
Γραμμή 1:
{{Τίτλος|Μαρτύριον Ἡσαΐου|Θρησκευτικό κείμενο|[[Απόκρυφα]]}}
 
Text follows Robert Henry Charles, The Ascension of Isaiah, 1900.
 
Chapter 1,1-2 = Charles 221ff. as 1,1; Chapter 2,1-3 = Charles 146 as 3,1-3a.; Chapter 2,4-3,12 on = Charles 84-95.
 
{{c|{{larger|Προφητεία, ἀποκάλυψις καὶ μαρτύριον τοῦ ἁγίου καὶ ἐνδόξου καὶ μεγίστου τῶν προφητῶν Ἡσαΐου τοῦ προφήτου.}}}}
 
{{larger|'''1'''}}'''1''' Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασούμ τοῦ υἱοῦ αὐτοῦ. '''2''' Καὶ ἐλθόντος αὐτοῦ παρέδωκεν αὐτῷ τοὺς λόγους τῆς προφητείας οὕς αὐτὸς ὁ μακάριος Ἡσαΐας εἶδεν, καὶ τὴν κατάβασιν καὶ ἐξέλευσιν τοῦ ἀγαπητοῦ ἐκ τοῦ ἑβδόμου οὐρανοῦ εἰς τὸν ᾃδην, καὶ τὴν μεταμόρφωσιν ἥν μετεμορφώθη ἔμπροσθεν τῶν μαθητῶν αὐτοῦ, καὶ τοῦς λόγους οὕς αὐτὸς ὁ βασιλεὺς Εζεκίας εἶδεν ἐν τῇ ἀρρωστίᾳ αὐτοῦ. '''3''' Καὶ ὡς ἤκουσεν Σωμνὰς ὁ γραμματεὺς καὶ Ἀσοὺρ ὁ ὑπομνηματογράφος ἐρχόμενον τὸν μέγαν Ἡσαΐαν ἀπὸ Γαλγάλων εἰς Ἱερουσαλὴμ, καὶ μετ’ αὐτοῦ τεσσεράκοντα υἱοὺς προφητῶν καὶ Ἰασοὺμ τὸν υἱὸν αὐτοῦ, ἀπήγγειλαν τῷ Ἐζεκίᾳ περὶ τῆς ἐλεύσεως αὐτῶν. '''4''' Ὁ δὲ βασιλεὺς Ἐζεκίας ἀκούσας ταῦτα ἐχάρη χαρὰν μεγάλην σφόδρα, καὶ ἐξελθὼν εἰς συνάντησιν τοῦ μακαρίου Ἡσαΐου ἐπελάβετο τῆς χειρὸς αὐτοῦ καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον τῆς βασιλείας αὐτοῦ, '''5''' Καὶ ἐκέλευσεν τεθῆναι αὐτῷ δίφρον· οὐκ ἐκάθισεν δὲ ἐπὶ τὸν δίφρον, ἀλλ’ ἐπὶ τὴν κλίνην τοῦ βασιλέως. '''6''' Τότε ἐπιλαβόμενος Ἐζεκίας ὁ βασιλεὺς Μανασσὴν τὸν υἱὸν αὐτοῦ ἤγαγεν αὐτὸν πρὸς τὸν μακάριον Ἡσαΐαν τὸν προφήτην, ἵνα ἐπιθήσῃ τὰς χεῖρας αὐτοῦ ἐπ’ αύτὸν καὶ εὐλογήσῃ αὐτόν. Ὡς δὲ εἶδεν ὁ μέγας προφήτης Ἡσαΐας τὸν Μανασσὴν τὸν μέλλοντά με τιμωρεῖν μεγάλαις βασάνοις καῖ πικραῖς. '''7''' Καὶ εἶπεν Ἐζεκίας τῷ ἀγίῳ προφήτῃ Ἡσαΐᾳ· Εὐλόγησον, πάτερ, Μανασσὴν τὸν υἱὸν μου. '''8''' Ὁ δὲ εἶπεν· Ζῆ κύριος ὁ θεὸς μου καὶ ὁ υἱὸς αὐτοῦ ὁ ἀγαπητὸς καὶ τὸ πνεῦμα τὸ λαλοῦν ἐν ἐμοὶ, ὅτι ἐν ταῖς χερσὶ Μανασσῆ τοῦ υἱοῦ σου βασάνοις πικραῖς τοῦ ζῆν ἀπαλλαγήσομαι. '''9''' Κατοικήσει γὰρ ὁ σατανᾶς ἐν τῇ καρδίᾳ Μανασσῆ τοῦ υἱοῦ σου, καὶ πρισθήσομαι ὑπ’ αὐτοῦ πρίωνι ξυλίνῳ ἀπό κεφαλῆς ἕως ποδῶν εἰς δύο, καὶ πολλοὺς ἐξ Ἱερουσαλὴμ καὶ ἑξ Ἰούδα ἀποστήσει ἀπὸ θεοῦ ζῶντος καὶ προσκυνήσουσιν εἰδώλοις. '''10''' Ἀκούσας δὲ ταῦτα Ἐζεκίας ὁ βασιλεὺς ἐλυπήθη σφόδρα καὶ ἔσχισεν τὰ ἱμάτια αὐτοῦ καὶ σάκκον καὶ σποδὸν ὑπεστρώσατο, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ὡσεὶ νεκρὸς. '''11''' Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας τῷ βασιλεῖ Ἐζεκίᾳ· Οὐκ ὠφελήσεις σεαυτὸν οὐδὲν κλαίων καὶ ὀδυρόμενος· δεῖ γὰρ πληρωθῆναι τὴν βουλὴν τοῦ σατανᾶ ἐν τῷ υἱῷ σου τῷ Μανασσῇ. '''12''' Ἐν ἐκείνῃ δὲ τῇ ὥρᾳ διελογίζετο Ἐζεκίας ὁ βασιλεὺς τοῦ ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ Μανασσήν. ὁ δὲ Σωμνὰς ὁ ὑπομνηματογράφος εἶπεν τῷ ἁγίῳ προφήτῃ Ἡσαΐᾳ ὅτι Ἐζεκίας ὁ βασιλεὺς βούλεται ἀποκτεῖναι τὸν υἱὸν αὐτοῦ διὰ σέ. '''13''' Καὶ εἶπεν ὁ μέγας τοῦ θεοῦ προφήτης Ἡσαΐας πρὸς Ἐζεκίαν τὸν βασιλέα· Κατήργησεν κύριος ὁ θεὸς καὶ ὁ ἀγαπητὸς αὐτοῦ τὴν βουλὴν σου· οὐ μὴ γὰρ ἔσται τοῦτο. δεῖ γάρ με ἐκ παντὸς ἐν ταῖς χερσὶν Μανασσῆ τοῦ υἱοῦ σου τιμωρηθέντα ἐξελθεῖν ἀπὸ τοῦ βίου τούτου. '''14''' Ὤρυξεν δὲ ὁ μέγας Ἡσαΐας ἐν Ἱερουσαλὴμ ἐν τῇ γῇ οἰκείαις χερσίν, καὶ εὖρεν ὕδωρ πολύ, καὶ ἐπωνόμασεν αὐτὸ πηγὴν Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος.
{{larger|'''1'''}}'''1''' Ἐγένετο ἐν τῷ πέμπτῳ καὶ εἰκοστῷ ἔτει βασιλεύοντος Ἐζεκίου ἐν Ἱερουσαλὴμ καλέσαι Μανασσὴν τὸν υἱὸν αὐτοῦ, ὄντα ἐτῶν ἕνδεκα, '''2''' ἔμπροσθεν Ἡσαΐου τοῦ προφήτου καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ καὶ Ἰασοὺμ τοῦ υἱοῦ αὐτοῦ.
 
{{larger|'''2'''}}'''1''' Ἐτελεύτησεν δὲ Ἐζεκίας ὁ βασιλεὺς καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ Μανασσὴς ὁ υἱὸς αὐτοῦ παρέλαβεν τὴν βασιλείαν αὐτοῦ. '''2''' Ὁ δὲ βασιλεὺς Μανασσὴς οὐκ ἐμνήσθη τῶν ἐντολῶν τοῦ πατρὸς αὐτοῦ, ἀλλ' ἐπελάθετο πάντων. καὶ ἀφῆκεν τὴν λατρείαν τοῦ θεοῦ καὶ ἐποίησεν κατὰ τὸ θέλημα αὐτοῦ εἴδωλα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἐλάτρευσεν τῷ σατανᾷ καὶ τοῖς ἀγγέλοις αὐτοῦ καὶ ταῖς δυνάμεσιν αὐτοῦ. '''3''' Καὶ ἐξέκλινε πάντα τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ ἀπὸ τῆς τοῦ θεοῦ λατρείας καὶ προσκυνήσεως. καὶ ἐλάτρευσαν τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ μετὰ καὶ τῶν βεβήλων καὶ ἀκαθάρτων εἰδώλων, '''4''' [... Μ]ανασσῆ, καὶ κατε[δυ]νάμου αὐτὸν ἐν [τῇ] ἀποστάσει καὶ τῇ [ἀν]ομίᾳ, ἥτις ἐσπάρη ἐν [Ἱ]ερουσαλήμ. '''5''' Κα[ὶ] ἐπλήθυνεν [ἡ] φαρμακεία καὶ ἡ μαγεία καὶ ἡ μαντεία καὶ οἱ κληδονισμοὶ καὶ ἡ πορνεία καὶ ὁ διωγμὸς τῶν δικαίων ἐν χερσὶ Μανασσῆ καὶ ἐν χερσὶν τοῦ Τουβὶ τοῦ Χανανίτου καὶ ἐν χερσὶν Ἰωνὰν τοῦ Ναθὼθ καὶ ἐν χερσὶν Σαδὼκ τοῦ ἐπὶ τῶν πραγματειῶν. '''6''' καὶ οἱ λοιποὶ λόγοι ἰδοὺ γεγραμμένοι εἰσ[ὶν ἐ]ν τοῖς βίβλοις τῶν [β]ασ[ιλέων] Ἰούδα καὶ Ἰ[σραήλ] '''7''' [κ]αὶ τὴν πομπὴ[ν αὐ]τοῦ ἀνεχώρησεν ἀπ[ὸ] Ἱ[ερουσαλ]ὴμ καὶ ἐκάθισεν ἐν Β[ηθ]λεὲμ τῆς Ἰουδαίας. '''8''' [καὶ] ἐκεῖ δὲ ἦν ἀνομ[ία π]ολλή, καὶ ἀναχωρήσα[ς] ἀπὸ Βηθλεὲμ ἐκά[θι]σεν ἐν τῷ ὄρει ἐν τόπῳ ἐρήμῳ. '''9''' καὶ Μιχάας ὁ προφήτης καὶ Ἀνανίας ὁ γέρων καὶ [Ἰ]ωὴλ καὶ Ἀμβακοὺμ καὶ Ἰ[σ]ασοὺφ ὁ υἱὸς αὐτοῦ καὶ πολλοὶ τῶν πιστῶν τῶν πιστευόντων εἰς οὐρανοὺς ἀναβῆναι ἀνεχώρησαν, καὶ ἐκάθισαν εἰς τὸ ὄρος, '''10''' πάντε[ς] σάκκον περιβεβλημένοι καὶ πάντες ἦσαν προφῆται, οὐδὲν ἔχοντες μετ' αὐτῶν ἀλλὰ γυμνοὶ ἦσαν, πενθοῦντες πένθος μέγα περὶ τῆς πλ[ά]νης τοῦ Ἰσραήλ. '''11''' καὶ οὗτοι οὐκ ἤσθιον εἰ μὴ βοτάνας τίλλον[τε]ς ἐκ τῶν ὀρέων καὶ ...[...]αν μετὰ Ἠσα[ίο]υ οἰκοῦντες. καὶ ἐπε[ὶ] ἦσαν ἐν τ[ο]ῖς ὄρεσιν καὶ ἐν τοῖς βουνοῖς [δ]ύ[ο ἔ]τη ἡμερῶν '''12''' [ἐπὶ] τοῦ ε[ἶ]ναι αὐτοὺς [ἐν] τοῖς ἐρήμ[ο]ις καὶ ... ἐν Σαμαρίᾳ ᾧ [ὄ]νομα ἦν Βελιχειὰρ ἐκ τῆς συγγενίας Σεδεκίου υἱοῦ Χανανὶ τοῦ ψευδοπροφήτου ὃς ἦν κατοικῶν ἐν Βηθανίᾳ. καὶ Σεδεκίας υἱὸς Χανανὶ ὃς ἦν ἀδελφὸς τοῦ πατρὸς αὐτοῦ, ἐν δὲ ταῖς ἡμέραις Ἀχαὰβ βασιλέως τοῦ Ἰσραὴλ ἦν διδάσκαλος τῶν τετρακοσίων προφητῶν τοῦ Βαάλ, καὶ αὐτὸ[ς] ἐράπισεν καὶ ὕβρισεν τὸν Μιχαίαν υἱὸν Ἰεμμαδὰ τὸν προφήτην· '''13''' καὶ αὐτὸς δὲ ὑβρ[ίσ]θη ὑπὸ Ἀχαὰβ καὶ ἐβλήθη Μιχαίας εἰς φυλακήν. καὶ ἦν μ[ε]τὰ Σεδεκίου τοῦ ψευδοπροφήτο[υ] ὄντος. ἦσαν μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰ[μ] ἐν Σεμμωμα ... '''14''' καὶ Ἠλείας [ὁ προφή]της ἐκ Θεσ[βῶν] ... καὶ τὴν Σαμαρίαν, καὶ αὐτὸς ἐπροφήτευεν περὶ Ὀχοζείου ὅτι ἐν κλίνῃ ἀρρωστίας ἀποθανεῖται καὶ ἡ Σαμαρία εἰς χεῖρας Ἀλνασὰρ παραδοθήσεται ἀνθ' ὧν ἐφόνευεν τοὺς προφήτας τοῦ Θ[εο]ῦ. '''15''' [κα]ὶ ἀκούσαντες οἱ προφῆται [ο]ἱ μετὰ Ὀχοζείου υἱοῦ Ἀλὰμ καὶ [ὁ] διδάσκαλος αὐτῶν Ἰαλλαρίας ἐξ ὄρους Ἰσλαλ '''16''' καὶ αὐτὸς ἦν [ὁ Βεχειρ[ὰ]] ἀδελφὸς τοῦ Σεδεκίου, ἀκούσαν[τ]ες μετέπεισαν τὸν Ὀχοζείαν βασίλεα Γομόρρων καὶ ἐφό[ν]ευσαν τὸν Μιχαί[α]ν.