Λόγοι/Εις Ετεωνέα επικήδειος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
μ Αφαίρεση προτύπου πολυτονικό
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 10:
}}
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 75|size=90%}}}}'''
ἡ μὲν ἐπίδειξις οὐδαμῶς εὐτυχὴς οὐδὲ κατ᾽ ἐλπίδας, ἀναγκαία δὲ τῆς τε πόλεως ἕνεκα καὶ τῶν οἰκείων τῶν Ἐτεωνέως καὶ προσέτι γε ἡμῶν αὐτῶν παραμυθίας. οἶμαι δ᾽ εἰ καὶ μήπω πρόσθεν θρῆνοι κατ᾽ ἀνθρώπους ἐνομίσθησαν, νῦν γε ἐπὶ τῷδε δικαίως ἂν ἄρξασθαι. τί γὰρ οὐκ ἄν τις ὀδύραιτο; πότερον τὴν ἡλικίαν ἣν ἔχων οἴχεται καὶ τὴν ἀνδρείαν ἣ κέκρυπται κακῶς, ἢ τὴν σωφροσύνην ἧς οὐδ᾽ ἂν παράδειγμα ῥᾳδίως εὕροι τις, ἢ τὰς ἐλπίδας ὧν στέρεται μὲν αὐτὸς, στέρονται δὲ οἰκέται καὶ φίλοι καὶ πόλις καὶ πᾶν ὅσον εἰς τὴν νῦν Ἀσίαν τελεῖ; ποῖος ταῦτα Σιμωνίδης θρηνήσει; τίς Πίνδαρος ποῖον μέλος ἢ λόγον τοιοῦτον ἐξευρών; τίς Στησίχορος ἄξιον φθέγξεται τοιούτου πάθους; ποία δὲ δύσηρις Θετταλὴ τοσοῦτον πένθος ἐπένθησεν ἐπ᾽ Ἀντιόχῳ τελευτήσαντι, ὅσον νῦν μητρὶ τῇ τούτου πένθος πρόκειται; οὐ μὴν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 76|size=90%}}}}'''
ἀρκέσει σιωπῇ θρηνεῖν, οὐδ᾽ ὅσον βοῶντας τοὔνομα, ἀλλά τι καὶ κόσμου τῷ θρήνῳ προσέσται. τί γὰρ καὶ φοβηθησόμεθα μὴ λέγοντες ψευσώμεθα οὗ τὸ μὲν γένος τοσοῦτον πρῶτον ἔν τε τῇ πόλει καὶ τῇ Ἀσίᾳ, ὥστε μηδ᾽ ἂν ἕν᾽ ἀμφισβητῆσαι· πάντες γὰρ ὡς εἰπεῖν καθ᾽ ἕνα πρωτεύουσι· καὶ μὴν τῷ γε πρὸς πατρὸς τὸ πρὸς μητρὸς ἐφάμιλλον. αὐτοὶ δὲ οἱ γονεῖς ὁ μὲν ἀνδρῶν γνωριμώτατος, ἡ δὲ γυναικῶν σωφρονεστάτη, ἀλλὰ καὶ εἰς παίδων τῶν αὑτῆς ἐπιμέλειαν κρείττων ἢ γυνή. τροφὴ δὲ καὶ φύσις ἀξία τῆς γενέσεως, ᾧ γε τροφὸς μὲν καὶ φύλαξ ἡ μήτηρ, σῶμα δὲ καὶ ψυχὴ πρέποντα ἀλλήλοις. ἰδεῖν μέν γε κάλλιστος καὶ μέγιστος καὶ τελεώτατος τῶν ἐν τῇ ἡλικίᾳ καὶ πλεῖστον ἡδονῆς τῷ θεωμένῳ προσβάλλων, τὸν δὲ τρόπον κοσμιώτατος καὶ ἐλευθεριώτατος, μεγαλοπρεπείᾳ μετ᾽ ἀφελείας ἐμπρέπων, ὥστ᾽ οὐκ ἦν εἰκάσαι πότερον παῖς ἐστιν ἢ νεανίας ἢ πρεσβύτης. τὸ μὲν γὰρ ἀποίητον παιδὸς, ἡ δὲ ἀκμὴ νεανίου, φρόνησις δὲ πρεσβύτου. ἦν δ᾽ ἀγασθῆναι τῆς μὲν συνέσεως τὸ μηδαμῆ θρασὺ μηδὲ ἰταμὸν μηδὲ αὔθαδες, ἀλλ᾽ ἐν σχολαίῳ τῷ ἤθει τὸ ἀγχίνουν εἶναι, τῆς δ᾽ αὖ σωφροσύνης τὸ μηδαμῆ νωθρὸν μηδὲ ὕπτιον μηδὲ ναρκῶδες, ἀλλ᾽ ὥσπερ ὥρας ἠρινῆς εὖ κεκραμένης ἐξ ἴσου τὴν ὀξύτητα τῇ πραότητι καθεστάναι, καὶ μήτε τὴν σωφροσύνην μήτε τὴν χάριν εἰς ἄλληλα βλάπτεσθαι. ὅς γε τῆς μὲν μητρὸς οὕτως εἴχετο ὥσπερ οἱ πρὸς τῷ μαστῷ παῖδες, τὸν δὲ ἀδελφὸν ὡς παῖδα ἠσπάζετο, τῶν δὲ μαθημάτων οὕτως εἴχετο ὥσπερ οὐκ ἐξὸν ἄλλως αὐτὸν ζῆν. ἃ δ᾽ ἤκουσε παραχρῆμα ἠπίστατο, ἰδὼν δ᾽ εὐθὺς ἂν ἔγνω ποῖός τις ἀνὴρ καὶ πότερον ἀσπάζεσθαι χρὴ ἢ φυλάττεσθαι. νομίσας δ᾽ εὖ ἔχειν τὸ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 77|size=90%}}}}'''
Ὁμηρικὸν τὸ 'οὐκ ἀγαθὸν πολυκοιρανίη,' καὶ τοὺς διδασκάλους τοὺς πολλοὺς εἰς ἀμαθίαν μᾶλλον φέρειν, προείλετο μὲν διδάσκαλον ἐξ ἁπάντων ὅντινα δὴ καὶ προείλετο, οὐ γὰρ ἔμοιγε εὐπρεπέστατόν ἐστι λέγειν, τούτῳ δ᾽ οὕτως προσέκειτο ὥστε ἅπαντα πράττων ὅσα τὸν φιλομαθέστατον καὶ φιλοστοργότατον προσῆκεν οὐδεπώποτε ἔδοξεν ἑαυτῷ τῆς ἀξίας ἐγγὺς εἶναι. καὶ συνὼν μέν γε οὕτως ἔχαιρεν ὡς μόνον τοῦτον βιώσιμον ὄντα αὑτῷ τοῦ βίου τὸν χρόνον: εἰ δέ τι κωλύσειεν, ἠνιᾶτο μὲν, ᾐτιᾶτο δ᾽ οὐδεπώποτε.
 
ἀκροώμενος τοίνυν οὕτως σφόδρα τῶν λόγων ἦν ὥστ᾽ οὐκ ἐσχόλαζεν ἐπαινεῖν, ἀλλ᾽ ὥσπερ οἱ διψῶντες σιωπῇ πίνουσιν, οὕτως ἐκείνῳ ἤρκει δέχεσθαι τὰ λεγόμενα, τῷ σχήματι καὶ τῷ νεύματι καὶ τῇ φαιδρότητι τὴν χαρὰν ἐμφανίζοντι, ἣν ἐπὶ τοῖς λόγοις εἶχεν. ἀεὶ δ᾽ ἂν εὗρες αὐτὸν ἢ βιβλίον μεταχειριζόμενον, ἢ λόγους ποιοῦντα, ἢ τὴν μητέρα εὐφραίνοντα οἷς διηγεῖτο, ἢ οἷς ἐπεδείκνυτο, πάντως δ᾽ ἐν τούτῳ τῷ σχήματι πᾶν πράττοντα ὃ καὶ γραφῇ μιμήσασθαι κάλλιστον ἦν. ἃ δὲ τοῖς ἐνταῦθα ἥκουσιν ἡλικίας ἐφ᾽ ἡμέρᾳ καὶ νυκτὶ ἑκάστῃ παίζεται, ταῦτ᾽ ἐκείνῳ καθάπερ μῦθοί τινες ἦσαν. ἀλλὰ γυναικῶν μὲν μία σύσσιτος ἦν ἡ μήτηρ, παίδων δὲ εἷς ἀδελφὸς, φίλοι δὲ οἱ ταὐτὰ προῃρημένοι καὶ κατὰ τοὺς αὐτοὺς συνιόντες λόγους. ὁ δ᾽ ἔπρεπε καὶ διὰ πάντων. ἄγαλμα δ᾽ ἄν τις ἔφησε τῆς Αἰδοῦς αὐτὸν εἶναι, ᾧ γε τὰ μὲν πολλὰ σιωπᾶν ἐξήρκει, εἰ δέ τι φθέγγοιτο, ἔδει φλέγεσθαι. οὔκουν ἄλλως γ᾽ ἂν ἤκουσας αὐτοῦ φωνὴν, ἀλλὰ χρῆν ἢ ἐρυθριάσαντα εἰπεῖν, ἢ εἰπόντα ἐρυθριᾶν· οὕτως ἀθέατος καὶ ἀνήκοος καὶ ἄπειρος ἁπάντων τῶν αἰσχίστων διεβίω. λόγους δὲ καὶ παιδείαν εἶδε μόνα, ὃς καὶ τελευτῶν εἰς ταῦτα ἐτελεύτησεν, πανηγυρικὸν καὶ μελέτας βοῶν. ὦ πάντα σὺ κάλλιστε παίδων, ὦ τῆς μὲν
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 78|size=90%}}}}'''
προσηκούσης ἡλικίας οὐκ ἐπιλαβόμενος, τῆς δ᾽ ὑπαρχούσης σεμνότερος καὶ πρεσβύτερος φανεὶς, σὲ ποθοῦσι μὲν ἡλικιωτῶν χοροὶ, ποθοῦσι δὲ πρεσβύτεροι, ποθεῖ δὲ ἡ τὰ μέγιστα ἐπὶ σοὶ πόλις ἐλπίσασα, ἣν σὺ πρώην πρῶτα δὴ καὶ τελευταῖα εὔφρανας. μητρὶ δὲ ποῖαι νύκτες, ἢ τίνες ἡμέραι λοιπὸν, ἣ πρὶν μὲν ὡς καλλίπαις ᾔδετο, νῦν δ᾽ ἐξελήλεγκται ὡς δυστοκήσασα. ὦ κύκλοι μὲν ὀφθαλμῶν ἐκείνων κεκλειμένοι τὸν ἅπαντα ἤδη χρόνον, κεφαλὴ δὲ ἡ πρότερον χαριεστάτη νῦν ἐν κόνει. χεῖρες δὲ ἀφανεῖς. ὦ πόδες οἷον φέροντες τὸν δεσπότην ὑπεδώκατε. ὦ νυμφίου τ᾽ ἐλεινότερος ἄρτι καομένου καὶ στεφάνοις μᾶλλον πρέπων ἢ θρήνοις, οἵαν ἐν ὥρᾳ τὴν ἀωρίαν ἐκίνησας, ὡς πρὶν ὑμέναιον ᾀσθῆναί σοι καιρὸν εἶναι τοὺς θρήνους ᾁδειν κατέλαβεν. ὦ σχῆμα κάλλιστον. ὦ φθέγμα κοινὸν τοῖς Ἕλλησιν αὐξανόμενον, οἴχει δὴ προοιμιασάμενος, τοσοῦτον εὐφράνας ὅσον λυπῆσαι μειζόνως. ἐπέρχεταί μοι τὸ τοῦ Πινδάρου προσθεῖναι, Ἄστρα τε καὶ ποταμοὶ καὶ κύματα πόντου τὴν ἀωρίαν τὴν σὴν ἀνακαλεῖ. ὢ τοῦ δευτέρου πτώματος, οἷος ἐφ᾽ οἵῳ τῷ νέῳ κεῖσαι. ὢ τῆς ἐπιθήκης, οἷον αὖ τὸ δεύτερον ἡμῖν ἔσεισεν. ὢ τοῦ τραγικοῦ δαίμονος, ὃς προδείξας ἀρτίως βουλευτήρια καὶ λόγους καὶ ζῆλον καὶ χαρὰν πόρρω τούτων ἐν βραχεῖ τὸ δρᾶμα κατέκλεισεν. ὦ συμφοραὶ κοιναὶ λογίων καὶ χθονίων θεῶν. τί ποτε καὶ ἀποκρίνωμαι πρὸς τὰ ψηφίσματα; ἢ τοῦτο ὅτι Ἐτεωνεὺς οἴχεται παρὰ τοὺς κρείττονας; ὦ δεξιώτατε παίδων, οἷόν σοι πέμπω βιβλίον, οἵων τὰ νῦν ἀπολαύεις λόγων.
 
ἀλλὰ γὰρ ὥσπερ ἐν τραγῳδίᾳ τινὶ ὡς ἀληθῶς μεταξὺ τῶν ὀδυρμῶν δοκῶ μοι κατακούειν φωνῆς ἀπὸ μηχανῆς θεοῦ τινος μεταβάλλοντος τὸν θρῆνον εἰς εὐφημίαν, ὡδὶ λέγοντος, παύσασθε ὦ ἄνθρωποι, οὐκ οἰκτρὸς ὁ παῖς, μᾶλλον δὲ ἀνὴρ, οὐδὲ ἐλεεῖσθαι δίκαιος τῆς
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 79|size=90%}}}}'''
πορείας ἣν ἐστείλατο, ἀλλ᾽ εἴπερ τις ἄλλος ἔχει καλῶς γε δὴ τὰ ἀνθρώπεια. οὐ γὰρ Κωκυτὸς οὐδὲ Ἀχέρων τοῦτόν γε εἰλήφασιν, οὐδὲ θήκη κρύψει παραλαβοῦσα, ἀλλ᾽ εὐκλεὴς καὶ ἀγήρως ἤδη τὸν λοιπὸν ἅπαντα χρόνον περίεισιν ἥρως, Κυζίκου πάρεδρος, τιμηθεὶς ὑπὸ Ἀπόλλωνος πατρῴου κατὰ ταῦτα Ἀμύκλᾳ καὶ Ναρκίσσῳ καὶ Ὑακίνθῳ καὶ εἰ δή τις ἄλλος ἐπὶ εἴδει καλῷ κρείττονα ἢ κατ᾽ ἄνθρωπον ἀρετὴν ἐκτήσατο. ἑτέραις οὖν ἤδη τιμαῖς αὐτὸν τιμητέον καὶ ἑτέρως παραπεμπτέον, ὡς κρείττω δακρύων ὄντα καὶ τὴν ἀποικίαν οὐκ ἄνευ θείας μοίρας πεποιημένον. πάντως δὲ ἡ μὲν τελευτὴ κοινὸς ἅπασιν ὅρος πρόκειται, τὸ δὲ τῶν καλλίστων ἑαυτὸν ἀξιώσαντα μετ᾽ εὐκλείας καταλῦσαι θεοῖς τε καὶ ἀνθρώποις ἄμεμπτον. τοῦτο δὲ οὐκ ἐπὶ πάντας, ἀλλ᾽ ὀλίγοις δή τισι τῶν πάντων ἀπεδόθη. βίος δὲ πᾶς ἀνθρώπου βραχὺς καὶ οὐ πολλοῦ τινος ἄξιος εἰς ἀριθμοῦ λόγον, ἀλλ᾽ ἐάν τε Ἀργανθώνιον ἐάν τε Τιθωνὸν λέγῃ τις ἐάν τε τὸν τὰς τρεῖς γενεὰς διαρκέσαντα Νέστορα τὸν Πύλιον, πάντας τούτους τοὺς χρόνους συνθεὶς εὑρήσεις ἔλαττον μέρος ὄντας τοῦ παντὸς αἰῶνος ἢ ὅσον εἰπεῖν. οὐ δεῖ δὴ φιλοψυχεῖν οὐδὲ τὴν εὐδαιμονίαν τούτῳ μετρεῖν, εἴ τις ὡς πλεῖστα ἔσχε πράγματα, οὐδ᾽ εἴ τις τοῦ μακροῦ γήρως ἀπέλαυσεν, οἷα δὴ ἀπολαύειν εἰώθασιν ἄνθρωποι, ἀλλ᾽ ἡγεῖσθαι τούτῳ κάλλιστ᾽ ἔχειν ὅστις τὴν δοθεῖσαν ἑαυτῷ τοῦ βίου μοῖραν ἐν τοῖς καλλίστοις ἐξέπλησε καὶ ὅστις ὥσπερ ποιητὴς ποθούντων ἀκούειν ἔτι καὶ ὁρᾶν κατέλυσε τὸ δρᾶμα. ὁδὶ δὲ εὐδαίμων τε καὶ ζηλωτὸς ἅπασι καὶ νεωτέροις καὶ πρεσβύταις πορεύεται, τοσαῦτα ἀπολαύσας τοῦ βίου, ἐφ᾽ οἷς μόνοις εὐκτὸν ἦν γεννᾶσθαι, ἀπαθὴς κακῶν, ἄπειρος πραγμάτων, εὐκλεὴς, ἐν λόγοις καὶ μαθήμασι καὶ ἐπαίνοις τραφεὶς, ἀπὸ τῆς φίλης καὶ ὁμοσκήνου μητρὸς, στειλάμενος παρὰ τὴν ἀρχαίαν μητέρα. εἰ δέ τῳ μὴ ἱκανῶς δοκεῖ τῆς δόξης ἀπολαῦσαι, ἀναπληροῦν χρὴ νῦν ἐπικοσμοῦντας ὡς ἥρωα. ἀπόντων δὲ ἐν ἀσφαλεῖ
 
{{float right|{{r|Αιλ. Αρ. Λογ. 11. 80|size=90%}}}}'''
τῶν ἐπαίνων ἤδη ταῦτα χρὴ δοκεῖν ἀκούειν τῶν κρειττόνων, καὶ οὕτως ἔχοντας τῆς ἀληθείας ἂν μᾶλλον τυγχάνειν νομίζειν κἀκείνῳ ποιεῖν κεχαρισμένα. καλὸν δὲ καὶ ἐν σκολίοις ὥστε Ἁρμόδιον ᾁδειν ‘οὔ τί που τέθνηκας’ λέγοντας, ἀλλ᾽ εἴπερ τις ἄλλος ἐν μέσοις ἀναστρέφει τοῖς εἰδόσι καὶ πολίταις καὶ ξένοις. ὦ βιοὺς μὲν ὡς ἐν ἱεροῖς καὶ τελευτήσας κρεῖττον ἢ κατ᾽ ἄνθρωπον. ὦ κόσμος καὶ φίλοις καὶ γένει καὶ πόλει, ὦ πρῶτα τῆς καθ᾽ ἡλικίαν ἀρετῆς ἔχων. τάδε σοι τὰ παρ᾽ ἡμῶν, τὰ δὲ λοιπὰ μελήσει τῇ πόλει κοινῇ.