Χρονογραφία/Β: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος =Χρονογραφία | συγγραφέας =Μιχαήλ Ψελλός | μεταφραστής= | ενότητα =Τόμος...
 
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 19:
ἐπῆγεν, οὐκ εὐνοίαις τοὺς ὑπὸ χεῖρα δουλούμενος, ἀλλὰ παντοδαπαῖς βασάνων
κακώσεσιν· ὀξύρροπος εἰ καί τις ἄλλος ἦν, θυμοῦ τε ἥττων, καὶ πρὸς πᾶσαν ἀκοὴν
εὐπαράδεκτος, μάλιστα δὲ πάντων οὓς βασιλειῶντας ὑπώπτευε, καὶ διὰ τοῦτο ἐτιμωἐτιμωρεῖτο δεινῶς, οὐ τὸ νῦν ἀνείργων, οὐδὲ περιγράφων αὐτοὺς, οὐδ' ἀπροΐτους
ποιούμενος, ἀλλ' εὐθὺς σιδήρῳ τοὺς ὀφθαλ μοὺςὀφθαλμοὺς ὀρυττόμενος· ταύτην δὲ τὴν κόλασιν
ρεῖτο δεινῶς, οὐ τὸ νῦν ἀνείργων, οὐδὲ περιγράφων αὐτοὺς, οὐδ' ἀπροΐτους
ποιούμενος, ἀλλ' εὐθὺς σιδήρῳ τοὺς ὀφθαλ μοὺς ὀρυττόμενος· ταύτην δὲ τὴν κόλασιν
πᾶσιν ἀπεμέτρει, κἂν ὁ μὲν μείζονα, ὁ δὲ ἐλάττονα ἁμαρτάνειν ἔδοξε, καὶ ὁ μὲν ἔργου
ἥπτετο, ὁ δὲ μέχρι φήμης προέβαινεν· οὐ γὰρ ἐφρόντιζεν ὅπως ἂν ἀναλόγους τὰς
Γραμμή 28 ⟶ 27 :
τιμωρουμένους ἀπράκτους ἐποίει, ταύτῃ μᾶλλον ἐχρῆτο· προέβη δὲ οὕτω ποιῶν ἀπὸ
τῶν πρώτων καὶ ἄχρι τῶν τελευταίων· ἐξέτεινε δὲ τὸ κακὸν καὶ ἐνίοις τῶν ἐν κλήρῳ
κατειλεγμένων, οὐδὲ ἀρχιε ρωσύνηςἀρχιερωσύνης ἐφείσατο· ἅπαξ γὰρ κατάφορος τῷ θυμῷ γεγονὼς,
δυσανάκλητος ἦν καὶ δυσήκοος πρὸς πᾶσαν παραίνεσιν· οὕτω δὲ δύσοργος ὢν, οὐδὲ τοῦ
συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλὰ καὶ πρὸς τὰς συμφορὰς ἐδυσωπεῖτο καὶ τοῖς ἐλεεινοἐλεεινολογουμένοις ἐξευμενίζετο· τὴν δὲ ὀργὴν οὐκ ἔμμονον εἶχεν, ὥσπερ ὁ ἀδελφὸς
λογουμένοις ἐξευμενίζετο· τὴν δὲ ὀργὴν οὐκ ἔμμονον εἶχεν, ὥσπερ ὁ ἀδελφὸς
Βασίλειος, ἀλλὰ ταχὺ μετεβάλλετο· καὶ ἐφ' οἷς ἐποίει δεινῶς κατεβάλλετο· ἀμέλει κἄν
τις αὐτῷ φλεγμαίνοντα κατέσβεσε τὸν θυμὸν, ἀπείχετό τε τοῦ τιμωρεῖν καὶ χάριτας
ὡμολόγει τῷ κεκωλυκότι· εἰ δὲ μηδὲν ἐγεγόνει τὸ ἀντικείμενον, ἀπέσκηπτε μὲν αὐτῷ ὁ
θυμὸς ἐπί τι κακὸν, ὁ δ' εὐθὺς ἀκούσας ἠνιᾶτο καὶ τὸν τετι μωρημένοντετιμωρημένον συμπαθῶς
ἠγκαλίζετο καὶ δάκρυα τῶν ὀμμάτων ἠφίει καὶ ἀπελογεῖτο ἐλεεινοῖς ῥήμασιν.<br>
{{κ|2.3}}Εὐεργετεῖν δὲ πάντων μᾶλλον βασιλέων ἠπίστατο, πλὴν οὐκ ἐπεμίγνυε τῇ
χάριτι ταύτῃ τὴν τῆς δικαιοσύνης ἰσότητα, ἀλλὰ τοῖς μὲν περὶ ἑαυτὸν πάσας θύρας
εὐεργετη μάτωνεὐεργετημάτων ἀνέῳγε καὶ ὡς ψάμμον αὐτοῖς τὸν χρυσὸν ἐθησαύριζε, τοῖς δὲ πόρρω
ἐλάττονα τὴν ἀρετὴν ταύτην ἐδείκνυεν. Ὠικειοῦντο δὲ αὐτῷ τῶν ἄλλων μάλιστα οὓς
ἐκ πρώτης ἡλικίας τῶν παιδογόνων ἀφελὼν μορίων κατευναστῆρας καὶ θαλαμηπόλους
Γραμμή 46 ⟶ 44 :
μεταβαλόντες ὑπὲρ τοὺς ἄλλους αἰδοῦς τε πλείονος καὶ τιμῆς ἠξιοῦντο· καὶ οὗτοι δὲ τῇ
γνώμῃ τὸ τῆς τύχης αἶσχος ἐκάλυψαν· ἐλευθέριοί τε γὰρ ἦσαν καὶ ἀφειδεῖς χρημάτων,
καὶ εὐεργετῆσαι πρόθυμοι, καὶ τὴν ἄλλην καλο κἀγαθίανκαλοκἀγαθίαν ἐπιδεικνύμενοι. <br>
{{κ|2.4}}Οὗτος ὁ βασιλεὺς νέαν ἔτι ἄγων τὴν ἡλικίαν, ὁπότε ὁ ἀδελφὸς αὐτῷ
Βασίλειος ἐγκρατὴς ἐγεγόνει τῆς αὐτοκράτορος ἀρχῆς, ἄγεται γυναῖκα ἑαυτῷ τῶν
Γραμμή 58 ⟶ 56 :
{{κ|2.5}}Τούτων δὴ τῶν θυγατέρων ἡ μὲν πρεσβυτέρα οὐ πάνυ τι πρὸς τὸ γένος
ἀνέφερεν· ὁμαλωτέρα γὰρ τὸ ἦθος ἦν καὶ τὴν γνώμην ἁπαλωτέρα, κάλλους τε μέσως
ἔχουσα· διέφθαρτο γὰρ ἐξ ἔτι παιδὸς οὔσης, λοιμικοῦ ταύτην κατα σχόντοςκατασχόντος νοσήματος·
ἡ δὲ μετ' ἐκείνην καὶ μέση, ἣν καὶ αὐτὸς ἤδη γεγηρακυῖαν ἐθεασάμην, καὶ τὸ ἦθος
βασιλικωτάτη, καὶ τὸ εἶδος λαμπροτάτη, καὶ τὴν γνώμην μεγαλοπρεπε στάτημεγαλοπρεπεστάτη τε καὶ
αἰδέσιμος, περὶ ἧς ἐν τοῖς ἰδίοις λόγοις ἐρῶ ἀκριβέστερον, νῦν γὰρ ἐπιτρέχω τὸν περὶ
αὐτῶν λόγον· ἡ δὲ μετ' ἐκείνην καὶ τρίτη, εὐμήκης μὲν τὴν ἡλικίαν, καὶ τὴν γλῶτταν
σύντομός τε καὶ ἐπιτρόχαλος, τὴν δὲ ὥραν ἐλάτ τωνἐλάττων τῆς ἀδελφῆς. Ὁ μὲν οὖν βασιλεὺς
καὶ θεῖος Βασίλειος οὐδὲν περὶ τούτων φρονήσας βασιλικώτερον ἀπελήλυθεν· ὁ δὲ
πατὴρ, ἀλλ' οὐδὲ οὗτος ὅτε τὴν αὐτοκράτορα ἡγεμονίαν ἀνείληφε, συνετώτερον περὶ
αὐτῶν ἐβουλεύσατο, εἰ μὴ περὶ τῆς μέσης καὶ βασιλικωτέρας πρὸς τῷ τέλει τοῦ ζῆν γεγογεγονὼς, περὶ οὗ προϊὼν ὁ λόγος ἐρεῖ. Ἀλλ' αὕτη μὲν καὶ ἡ τρίτη τῶν ἀδελφῶν ἔστεργον τὰ
νὼς, περὶ οὗ προϊὼν ὁ λόγος ἐρεῖ. Ἀλλ' αὕτη μὲν καὶ ἡ τρίτη τῶν ἀδελφῶν ἔστεργον τὰ
δόξαντα τῷ θείῳ καὶ τῷ πατρὶ, καὶ οὐδέν τι πλέον περιειργάζοντο· ἡ δὲ πρεσβυτέρα,
Εὐδοκία ταύτῃ τὸ ὄνομα, εἴτε ἀπογνοῦσα τὸ κράτος, εἴτε τὰ κρείττω ποθήσασα, ἀξιοῖ
Γραμμή 77 ⟶ 74 :
οἷός τε δὴ ἦν φροντίσιν ἑαυτὸν καταδαπανᾶν, ἀνδρῶν τοῖς λογιωτέροις ἐγχειρίσας τὰ
πράγματα, αὐτὸς τὸ μὲν ὅσον ἐς τὸ χρηματίσαι πρέσβευσιν ἢ ἄλλο τι τῶν ῥᾴστων
διοικήσασθαι, προὐ κάθητοπροὐκάθητο μάλα βασιλικῶς, καὶ τὴν γλῶσσαν ἐπὶ τὸ λέγειν ἀφιεὶς
πᾶσαν κατέπληττεν ἀκοὴν, ἐπιχειρῶν τε καὶ ἐπενθυμούμενος. Γράμματα μὲν γὰρ οὐ
πολλὰ μεμαθήκει, ἀλλὰ βραχύ τι καὶ ὅσον ἐς παῖδας ἀνήκει τῆς ἑλληνικῆς μετέσχε
παιδείας· φύσεως δὲ περιδεξίου τετυχηκὼς καὶ χαριεστέρας, καὶ γλῶτταν εὐτυχήσας
ἁβρὰν περὶ τοὺς λόγους καὶ καλλιρρή μονακαλλιρρήμονα, οὓς ἀπὸ ψυχῆς ἐγέννα λογισμοὺς λαμπρᾷ
τῇ γλώττῃ ἐμαίευεν· ἀμέλει καὶ ἐνίας τῶν βασιλείων ἐπιστολῶν αὐτὸς ὑπηγόρευεν
(ἐφιλοτιμεῖτο γὰρ περὶ τοῦτο), καὶ πᾶσα χεὶρ ὀξεῖα ἡττᾶτο τοῦ τάχους τῶν ὑπηγορευμένων, καίτοι γε τοσούτους καὶ τηλικούτους ὑπογραμματέας ὀξυγράφους εὐτύχησεν, ὁποίους ὀλιγάκις ὁ βίος εἶδεν· ὅθεν πρὸς τὸ τάχος τῶν λεγομένων ἀποναρκοῦντες, σημείοις τισὶ τὸ πλῆ θοςπλῆθος τῶν τε ἐννοιῶν καὶ τῶν λέξεων ἀπεσήμαινον. <br>
{{κ|2.7}}Εὐμεγέθης δὲ ὢν τὸ σῶμα, ὡς εἰς ἔννατον πόδα ἀνεστηκέναι, ἔτι καὶ
ῥωμαλεώτερον εἶχε τῆς φύσεως· ἔρρωτό τε αὐτῷ ἡ γαστὴρ, καὶ πρὸς τὰς ὑποδοχὰς τῶν
Γραμμή 94 ⟶ 91 :
{{κ|2.8}}Μάλιστα δὲ ἐμεμήνει περί τε τὰ θέατρα καὶ ἱπποδρομίας καὶ ἐσπούδαζε περὶ
ταῦτα, ἀντιδιδοὺς ἵππους καὶ ἀντιζευγνὺς, καὶ περὶ τὰς ἱππαφέσεις φροντίζων· ὅθεν
ἀμεληθείσης πάλαι τῆς γυμνοποδίας οὗτος αὖθις ἐφρόν τιζεἐφρόντιζε καὶ ἐπανήγαγεν εἰς τὸ
θέατρον, οὐχ ὡς βασιλεὺς θεω ρῶνθεωρῶν, ἀλλ' ὡς τῷ ἀντικειμένῳ μέρει ἀντίτεχνος· ἐβούλετο
δὲ μὴ ὡς βασιλέως ἡττᾶσθαι τοὺς ἀντιπίπτοντας, ἀλλὰ δεινῶς ἀπομάχεσθαι, ἵνα νικῴη
τούτους λαμπρότερον. Ἐστωμύλλετο δὲ καὶ περὶ τὰς ἔριδας, καὶ πρὸς τὰ τῶν πο λιτῶνπολιτῶν
ἔθη ἀνεκέκρατο. Θεάτρων οὖν ἥττητο, καὶ οὐδὲν ἧττον καὶ κυνηγεσίων, ἔνθα δὴ καὶ
καύματος κρείττων ἦν, καὶ ψύχους ἐκράτει, καὶ πρὸς δίψος ἀντέτεινεν· μάλιστα δὲ πρὸς
θῆρας ἀπομάχεσθαι δεινότατος ἦν· διὰ ταῦτα οὖν τοξεύειν τε ἐμεμαθήκει, καὶ ἀφιέναι
δόρυ, καὶ ξίφος ἐπιδεξίως σπά σασθαισπάσασθαι, καὶ ἐπιτετευγμένως ἀποτοξεῦσαι. <br>
{{κ|2.9}}Τῶν δὲ τῆς βασιλείας πραγμάτων τοσοῦτον ἠμέλει, ὅσον περὶ πεττοὺς καὶ
κύβους ἐσπούδαζεν· οὕτω γὰρ ἥττητο ταύτης τῆς παιδιᾶς καὶ ἐπὶ τοσοῦτον περὶ ταύτην
ἐμεμήνει, ὥστε καὶ πρέσβεων ἐφεστηκότων ἀμελεῖν, εἰ ταύτῃ ξυνεί χετοξυνείχετο, καὶ τῶν
ἄλλως ἀναγκαιοτέρων καταφρονεῖν, ἡμέρας τε ξυνῆπτε νυξὶ, καὶ πολυβορώτατος ὢν
τροφῆς ἀπείχετο παντάπασιν, ὁπότε κυβεύειν ἐβούλετο. Οὕτω γοῦν αὐτὸν τὸ κράτος
διαπεττεύοντα ὁ θάνατος κατειλήφει, καὶ τὸν ἀναγκαῖον τῆς φύσεως μαρασμὸν τὸ
γῆρας αὐτῷ ἐπήνεγκεν· ὅθεν ἐπειδὴ τελευτᾶν ἐγνώκει, εἴτε τοῖς συμβούλοις πεισθεὶς
εἴτε ἀφ' ἑαυτοῦ τὸ δέον ἐγνωκὼς διαπράξασθαι, περὶ τοῦ διαδε ξομένουδιαδεξομένου τὸ κράτος
διηρευνᾶτο, ᾧ καὶ τὴν μέσην τῶν θυγατέρων κατεγγυήσασθαι ἔμελλε· μήπω δὲ πρὸ
τούτου πρός τινα τῶν τῆς συγκλήτου βεβαιότερον ἐπερείσας τὸν νοῦν, δυσδιάκριτον
Γραμμή 123 ⟶ 120 :
ἀξίων κήδους βασιλικοῦ, ἐπὶ τοῦτον τὸν ἄνδρα ὅλοις ἱστίοις τοῦ λογισμοῦ φέρεται· τὴν
δὲ γυναῖκα ἀντικειμένην εἰδὼς τῷ βουλεύματι, σκήπτεται μὲν κατὰ τοῦ ἀνδρὸς ὀργὴν
βαρυ τάτηνβαρυτάτην καὶ ἀπαραίτητον, καὶ πέμπει τοὺς ἐκεῖνον μὲν δεινῶς τιμωρήσοντας,
ἐκείνην δὲ τῆς κοσμικῆς ζωῆς ἀποσπά σονταςἀποσπάσοντας· ἡ δὲ οὐκ εἰδυῖα τὸ ἀπόρρητον τοῦ
βουλεύματος, οὐδὲ τὸ προσωπεῖον γνωρίσασα τῆς ὀργῆς, εὐθὺς ἑαυτὴν πρὸς τὴν
ἐπιχείρησιν ἐπιδίδωσι. Καὶ ἡ μὲν τάς τε τρίχας ἀποτμηθεῖσα καὶ ἐσθῆτα μεταμφιεσαμένη
τὴν μέλαιναν, ἐπί τι καταγώγιον μετατίθεται, ὁ δὲ Ῥωμανὸς (τοῦτο γὰρ ὄνομα τῷ
ἀνδρὶ) ἐπὶ τὰ βασίλεια πρὸς τὸ τοῦ βασιλέως κῆδος ἀνα λαμβάνεταιἀναλαμβάνεται· καὶ ἡ καλλίστη τῶν
τοῦ Κωνσταντίνου θυγατέρων ὁμοῦ τε ὀπτάνεται τούτῳ καὶ εἰς βασιλικὴν συμβίωσιν
ἄγεται· Ὁ δέ γε πατὴρ, τοσοῦτον ἐπιζήσας ὅσον αἰσθέσθαι τῆς συνοικήσεως,