Χρονογραφία/Δ: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Νέα σελίδα: {{Κεφαλίδα| | τίτλος =Χρονογραφία | συγγραφέας =Μιχαήλ Ψελλός | μεταφραστής= | ενότητα =Τόμος...
(Καμία διαφορά)

Αναθεώρηση της 10:09, 3 Απριλίου 2018

Χρονογραφία
Συγγραφέας:
Τόμος Τέταρτος, Μιχαήλ ∆ʹ Καλαφάτης



4.1 Οὕτω μὲν δὴ Ῥωμανὸς ἐτεθνήκει ἐς πεντάδα χρόνων καὶ ἥμισυ τὴν βασιλείαν κατεσχηκώς· ἡ δὲ βασιλὶς Ζωὴ, ἐπειδὴ τοῦτον ἐμεμαθήκει ἐκπεπνευκότα (οὐδὲ γὰρ παρῆν ἀποπνέοντι), εὐθὺς ὥσπερ δὴ κληρονόμος ἄνωθεν τῆς ἀρχῆς τῶν ὅλων προΐσταται, μᾶλλον δὲ τοῦ προεστάναι βραχὺ φροντίσασα, ὅπως ἂν παραδῷ τὴν προστασίαν τῷ Μιχαὴλ, περὶ οὗ φθάσας ὁ λόγος διείληφε, διὰ πάσης φροντίδος γίνεται. Οἱ μὲν γὰρ τῶν ἀνακτόρων τοὺς ἐν τοῖς ἀξιώμασι κλήρους διαλαχόντες, ὧν οἱ πλείους αὐτῇ πατρῷοι θερά ποντες ὄντες ἐτύγχανον, οἱ δὲ καὶ τοῦ ἀνδρὸς ὁμιληταὶ καὶ εἰς γένος ἐκείνῳ συναφθέντες <ἀπὸ> τοῦ πατρὸς, ἀπεῖργον τοῦ προχείρως περὶ τῶν μεγάλων τι διαπράξασθαι, συνεβού λευόν τε ἐνθυμηθῆναι τὰ κάλλιστα περὶ αὑτῆς καὶ βουλεύ σασθαι, καὶ ἕνα τῶν πάντων εἰς τὴν βασιλείαν ἀναγαγεῖν τὸν ἐκ πάντων ἐξαίρετον, καὶ συνομολογήσοντα οὐχ ὡς συμβίῳ ἀλλ' ὡς δεσπότιδι ταύτῃ προσενεχθήσεσθαι.}
4.2 Οὕτω μὲν δὴ Ῥωμανὸς ἐτεθνήκει ἐς πεντάδα χρόνων καὶ ἥμισυ τὴν βασιλείαν κατεσχηκώς· ἡ δὲ βασιλὶς Ζωὴ, ἐπειδὴ τοῦτον ἐμεμαθήκει ἐκπεπνευκότα (οὐδὲ γὰρ παρῆν ἀποπνέοντι), εὐθὺς ὥσπερ δὴ κληρονόμος ἄνωθεν τῆς ἀρχῆς τῶν ὅλων προΐσταται, μᾶλλον δὲ τοῦ προεστάναι βραχὺ φροντίσασα, ὅπως ἂν παραδῷ τὴν προστασίαν τῷ Μιχαὴλ, περὶ οὗ φθάσας ὁ λόγος διείληφε, διὰ πάσης φροντίδος γίνεται. Οἱ μὲν γὰρ τῶν ἀνακτόρων τοὺς ἐν τοῖς ἀξιώμασι κλήρους διαλαχόντες, ὧν οἱ πλείους αὐτῇ πατρῷοι θερά ποντες ὄντες ἐτύγχανον, οἱ δὲ καὶ τοῦ ἀνδρὸς ὁμιληταὶ καὶ εἰς γένος ἐκείνῳ συναφθέντες <ἀπὸ> τοῦ πατρὸς, ἀπεῖργον τοῦ προχείρως περὶ τῶν μεγάλων τι διαπράξασθαι, συνεβού λευόν τε ἐνθυμηθῆναι τὰ κάλλιστα περὶ αὑτῆς καὶ βουλεύ σασθαι, καὶ ἕνα τῶν πάντων εἰς τὴν βασιλείαν ἀναγαγεῖν τὸν ἐκ πάντων ἐξαίρετον, καὶ συνομολογήσοντα οὐχ ὡς συμβίῳ ἀλλ' ὡς δεσπότιδι ταύτῃ προσενεχθήσεσθαι.
4.3 Ἐπεὶ οὖν τοῖς περὶ τὸν βασιλέα ἡ ἑσπέριος ἐκείνη ἐσχηματίσθη ἀνάρρησις, διττὸν εὐθὺς πρόσταγμα ἀφικνεῖται τῷ ἐπάρχῳ τῆς Πόλεως, ἀφίξεσθαι ἅμα πρωῒ εἰς τὰ βασί λεια καὶ τοὺς τῆς συγκλήτου βουλῆς, ὁμοῦ τε τῷ νέῳ προ σκυνήσοντας βασιλεῖ καὶ τῷ ἀπεληλυθότι τὴν νενομισμένην ποιήσοντας ἐκφοράν· καὶ ἀπήντησαν οὗτοι κατὰ τὸ σύν θημα· καὶ καθ' ἕνα εἰσιόντες προκαθημένοις τοῖς βασιλεῦ σιν ἐπὶ γῆς ἐτίθουν τὰς κεφαλὰς, τῇ μὲν βασιλίσσῃ τοῦτο καὶ μόνον ἀφοσιοῦντες, τοῦ δέ γε αὐτοκράτορος καὶ τὴν δεξιὰν προσπτυσσόμενοι χεῖρα. Ἐπὶ τούτοις ὁ μὲν Μιχαὴλ βασιλεὺς αὐτοκράτωρ ἀναρρηθεὶς, περὶ τῶν συνοισόντων τῇ ἀρχῇ φροντίσειν ἔμελλεν· τῷ δὲ μετηλλαχότι τὴν ζωὴν Ῥωμανῷ, ἐπὶ πολυτελοῦς κλίνης κατατεθέντι ἡ ἐκφορὰ παρεσκεύαστο, καὶ ἀπῄεσαν ἅπαντες τὰ εἰκότα τὸν ἀποδε δημηκότα βασιλέα τιμήσοντες· μέρος δὲ τῶν τῆς κλίνης προηγουμένων καὶ ὁ τοῦ νέου βασιλέως ἀδελφὸς Ἰωάννης ὁ ἐκτομίας γίνεται, περὶ οὗ ἐν τοῖς καθήκουσι τόποις τῆς παρούσης ἀναγραφῆς ὁ λόγος ἐρεῖ.
4.4 Καὶ εἶδον κἀγὼ τὴν ἐξόδιον ταύτην πομπὴν τοῦ βασιλέως, οὔπω μὲν γενειάσκων, ἄρτι δὲ παραγγείλας ἐς τοὺς ποιητικοὺς λόγους, καὶ ἀθρήσας τὸν κείμενον οὔπω ἀκριβῶς ἐγνώκειν οὔτε ἀπὸ τοῦ χρώματος, οὔτε ἀπὸ τοῦ σχήματος, εἰ μὴ ὅσον ἐκ τῶν παρασήμων συνεβαλλόμην ὡς ὁ τεθνηκώς ἐστι βασιλεύς· διέφθαρτο μὲν γὰρ αὐτῷ τὸ πρό σωπον, οὐχ ὡς ἐκτετηκὸς, ἀλλ' ὡς ἐξῳδηκὸς, καὶ τὸ χρῶμα πάντη ἠλλοίωτο οὐχ ὡς νεκρῶδες, ἀλλ' ἐῴκει τοῖς ἐκ φαρ μακοποσίας ἀνοιδήσασι καὶ ὠχριακόσιν, ὥστε μηδὲ δοκεῖν αἵματος αὐτοῖς ὑπεῖναι γένεσιν· τῶν δὲ τριχῶν αἵ τε τῆς κεφαλῆς καὶ ὅσαι περὶ τὸν πώγωνα ἐψίλωντο τοσοῦτον, ἕως ἐοικέναι τὰ διεφθαρμένα μέλη τοῖς ἐξαφθεῖσι ληΐοις, ὧν πόρρωθεν ἡ ψίλωσις καταφαίνεται, καὶ εἴ τις αὐτὸν ἐδά κρυσεν ἐντεῦθεν αὐτῷ κατέρρει τὸ δάκρυον· τὸ γὰρ ἅπαν πλῆθος, οἱ μὲν ὡς πολλῶν ἐξ αὐτοῦ μετεσχηκότες κακῶν, οἱ δὲ ὡς οὐδενὸς παραπολαύσαντες ἀγαθοῦ, οὐδὲ σὺν εὐ φήμῳ γλώττῃ ἢ ἑώρων ἐκεῖνον ἢ ὁρῶντες παρέπεμπον.
4.5 Ὁ μὲν οὖν οὕτω βιώσας τοιαύτης καὶ τῆς ἐκφορᾶς ἔτυχε, τοσοῦτον ἀπολαύσας τῶν ἐπὶ τῇ μονῇ πόνων τε καὶ δαπανημάτων, ὁπόσον βραχεῖ τινι τοῦ νεὼ μέρει τὸν ἐκείνου κατατεθῆναι νεκρόν
4.6 Ὁ δὲ Μιχαὴλ τέως μὲν πρὸς τὴν βασιλίδα διάθεσίν τινα καὶ εὐνοίας ὑποκρίνεται ὀφθαλμὸν, εἶτα βραχέος τινὸς διερρυηκότος χρόνου μεταλλάττεται ὅλως, καὶ τῆς πρὸς αὐτὸν εὐνοίας καὶ χάριτος πονηρὰς ἀντιδίδωσιν ἀμοιβάς. Τοῦτο δὲ οὔτε ἐπαινεῖν, οὔτε ψέγειν δεδύνημαι· τὸ μὲν γὰρ μισεῖν τὴν εὐεργέτιδα καὶ ἀγνωμόνως πρὸς ταύτην φέρεσθαι οὐκ ἐν καλοῖς τίθεμαι, τὸ δὲ δεδιέναι περὶ ταύτῃ μὴ τοῖς ἴσοις καὶ τοῦτον περιβαλεῖ κακοῖς οὐκ ἔχω μὴ ἐπαινεῖν.
4.7 Ποιεῖ δέ μοι μάλιστα τὴν ἀμφιβολίαν τῶν λογι σμῶν ὁ τοῦ Μιχαὴλ τρόπος· εἰ γάρ τις αὐτὸν ἐξέλοι τού του μόνου τοῦ πρὸς τὸν Ῥωμανὸν ἀδικήματος καὶ τοῦ περὶ τὴν μοιχείαν ἐγκλήματος, καὶ ὧν ἴσως διὰ τὴν τῆς ὑποψίας ἑαλώκει φυγὴν, ἐν τοῖς ἐξειλεγμένοις βασιλεῦσιν οὗτος τε τάξεται. Παιδείας μὲν γὰρ ἑλληνικῆς ἄμοιρος παντάπασιν ἦν, ἐρρύθμιστο δὲ τὸ ἦθος μᾶλλον ἢ οἱ κατ' ἐκείνην φιλο σοφήσαντες, καὶ κερίττων ἦν καὶ σφριγῶντος σώματος καὶ ἀνθούσης νεότητος, καὶ οὐ τὰ πάθη τὸν ἐκείνου κατῆγε λογισμὸν ἢ ἐκεῖνος τούτων ἐδέσποζεν· εἶχε δὲ οὐ τὸ ὄμμα μόνον γοργὸν, ἀλλὰ καὶ τὴν ψυχὴν, καὶ ἑτοίμην πρὸς εὐφυεῖς ἀντιθέσεις· εὐτρέπιστο δὲ τούτῳ καὶ ἡ γλῶττα οὐχ ὁμαλῶς ξυγκειμένη, ἀλλ' ἐπιτροχάδην ἀγορεύουσα καὶ λαμ πρόν τι ἠχοῦσα.
4.8 Ὅσα μὲν οὖν ἐς νόμων ἢ κανόνων ἀναφορὰς ἢ διαιτῶν ἢ ἀποδεικνὺς, ἀπόρως εἶχεν καὶ οὐ πάνυ τι αὐτῷ ἡ εὐγλωττία ἐλυσιτέλει· εἰ δὲ τῆς ἀπὸ τῶν λογισμῶν διοική σεως ἐδεῖτο τὸ διαιτώμενον, εὐθὺς πολλαχῶς ἐπεχείρει καὶ ἐνθυμήμασιν ἐνθυμήματα περιέπλεκε καὶ ἐκράτει τῆς ἀσκή σεως ἡ ἐκείνου μεγαλοφυΐα· ἀλλ' οὔπω περὶ τούτων. Ὁ δὲ λόγος εἰς ἀρχὴν αὖθις ἀποκαθιστάσθω καὶ δεικνύτω ὡς ὁ βασιλεὺς εὐθὺς τῆς ἀκριβοῦς τῶν πραγμάτων ἐφρόντισε διοικήσεως.
4.9 Φαίνεται μὲν ἐξ οὐ καλῆς ὑποθέσεως, ὡς ὁ λόγος φθάσας ἐγνώρισεν, εἰς τὴν βασίλειον ἀρχὴν ἀναχθείς· ἐπεὶ δὲ τοῦ κράτους ἐγκρατὴς ἐγεγόνει, βραχὺν μέν τινα χρόνον τὴν βασιλείαν, ἵν' οὕτως εἴπω, διέπαιξε, τὰ μὲν τῷ καιρῷ διδοὺς καὶ τῇ ἀδοκήτῳ ἐκβάσει τοῦ πράγματος, τὰ δὲ τῇ γυναικὶ χαριζόμενος καὶ οἷον θυμηδίας αὐτῇ καὶ ἀναπαύλας προσμηχανώμενος. Ἐπεὶ δὲ πρὸς τὸ μέγεθος τοῦ κράτους διέβλεψε καὶ τὸ πολυειδὲς τῆς προνοίας διέγνω, καὶ ὁπόσον μέρος τῶν περιστάσεων αἱ περὶ τὰ πράγματα φροντίδες τῷ ὡς ἀληθῶς συλλέγουσιν βασιλεῖ, ὅλως ἀθρόος μετήλλακτο, καὶ ὥσπερ ἀνὴρ ἐκ μειρακίου γενόμενος ἀνδρικώτερον ἅμα καὶ γενναιότερον τῆς βασιλείας ἀντείχετο.
4.10 Καὶ τοῦτο πρῶτον θαυμάζειν ἔχω τοῦ αὐτοκράτορος, ὅτι ἐξ ἐλάττονος τύχης τῆς μεγίστης ταύτης εὐδαιμονίας τυχὼν, οὔτ' ἐξεπλάγη τὸ φρόνημα, οὔτε ἥττων εὑρέθη τοῦ κράτους, ἀλλ' οὔ τι τῶν καθεστώτων ἠλλοίωσε· ἀλλ' ὥσπερ πρὸς τοῦτο διαμεμελετημένος πόρρωθεν καὶ οἷον ἠρέμα προσεγγίσας τῷ πράγματι, τοιοῦτος εὐθὺς ἐγνώριστο καθ' ἣν ἐβεβασιλεύκει ἡμέραν, ὁποῖος εἰ χθὲς καὶ πρῴην διεῖπε τὴν βασιλείαν· οὔτε γάρ τι τῶν συνήθως πραττομένων ἐκαινοτό μησεν, οὔτε νόμον ἀνεῖλεν, οὐδ' ἀντίθετον τούτῳ εἰσήνεγκεν, ἀλλ' οὔτε τινὰ τῶν τῆς γερουσίας μετήμειψεν, οἷα δὴ φιλεῖ ἐν ταῖς καιναῖς βασιλείαις νεωτερίζεσθαι· εἰ γὰρ καί τινες αὐτῷ συνήθεις πρὸ τοῦ κράτους ἐτύγχανον ὄντες, ἢ χάριτάς τισι καθωμολόγησεν, οὐδένα μὲν τούτων διεψεύσατο βασι λεύσας, πλὴν οὐκ εὐθὺς εἰς ὑπερηφάνους τούτους ἀρχὰς ἀνεβίβασεν, ἀλλ' οἷον προγυμνάζων πόρρωθεν ταῖς ἥττοσι καὶ ταπεινοτέραις, οὕτω κατὰ βραχὺ προῆγε ταῖς μείζοσι. Καὶ ἀποπεφάνθω μοι περὶ τοῦδε τοῦ ἀνδρὸς, ὡς εἰ μὴ τῶν ἀδελφῶν ἡ μερὶς μοίρᾳ προσεφύη κακῇ, κἀντεῦθεν οὔτε καταλύειν εἶχε τὸ γένος παντάπασιν, οὔτ' ἐπιστρέφειν πρὸς τὸ συμφέρειν διὰ τὴν ἀνωμαλίαν τῶν τρόπων, οὐκ ἄν τις ἐκείνῳ τῶν περιωνύμων βασιλέων ἀντήρισεν.
4.11 Ἀλλ' ὥσπερ οὐδένα τῶν ἐπ' ἐμοῦ βεβασιλευκότων ἐθεασάμην (λέγω δὲ πολλοὺς ἐπιμετρῶν τῷ ἐμῷ βίῳ, ὅτι περ οἱ πλείους αὐτῶν ἐνιαύσιοι), ὥσπερ οὖν οὐδεὶς τούτων ἐλευθέρως τὴν βασιλείαν διήνεγκεν, ἀλλ' οἱ μὲν παρὰ τὴν γνώμην κακοὶ, οἱ δὲ παρὰ τὴν πρός τινας ἑταιρίαν, οἱ δὲ δι' ἄλλο τι τῶν εἰωθότων, οὕτω δὴ κἀκεῖνος παρ' ἑαυτὸν μὲν ἀγαθὸς, πρὸς δὲ τοὺς ἀδελφοὺς καὶ λίαν πικρός· ἔοικε γὰρ ἡ γεννησαμένη τούτους φύσις, ἐπειδή περ τῷ Μιχαὴλ πεφιλοτίμηται τὰ χρηστότερα, τὸ λοιπὸν γένος ἐξ ἀντι θέτου προενεγκεῖν. Ἐβούλετο γὰρ ἕκαστος ἐκείνων εἶναι ἀντὶ παντὸς, καὶ μηδένα τῶν ἄλλων ἀνθρώπων μήτε ἐπὶ θαλάττης, μήτε μὴν διάγειν εἰς ἤπειρον, ἀλλὰ μόνος ἐν τῷ παντὶ βιοτεύειν, ὥσπερ ἄνωθεν κατὰ κλῆρον διειληφότες καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πολλάκις μὲν ἐπισχεῖν τούτους ὁ ἀδελφὸς ἐπεχείρησεν, οὐχ οἷον νουθετῶν, ἀλλὰ καὶ πικρῶς ἐπιτιμῶν καὶ δριμύτερον καθαπτόμενος καὶ φόβον ἐπισείων σφοδρότερον, ἤνυε δὲ πλέον οὐδὲν, τοῦ πρε σβυτέρου τῶν ἀδελφῶν Ἰωάννου ποικιλώτερον μεταχειριζο μένου τὰ πράγματα, καὶ τοῦ μὲν τὸν θυμὸν καταπαύοντος, τοῖς δὲ μνηστευομένου ἐλευθερίαν τῶν πράξεων· ἔπραττε δὲ ταῦτα οὐ πάνυ μὲν ταῖς ἐκείνων γνώμαις ἑπόμενος, τοῦ δὲ γένους ὅμως κηδόμενος.
4.12 Περὶ δὲ τούτου καὶ πλέον τι ὁ λόγος διελθεῖν βούλεται, ἐρεῖ δὲ οὔτε τι κενὸν, οὔτε διεψευσμένον· καὶ γάρ τι γενειῶν αὐτὸν καὶ τεθέαμαι τὸν ἄνδρα καὶ λέγοντος ἤκουσα καὶ πράττοντι συνεγενόμην καὶ ἐχαρακτήρισα ἀκρι βῶς, καὶ τὰ μὲν αὐτῷ τῶν ἐπαινουμένων ἐπίσταμαι, τὰ δὲ οὐ πάνυ οἶδα σπουδαῖα. Τέως δὲ ἐκ τῶν τοιούτων ἠθῶν συνεκεκέραστο· ἕτοιμον εἶχε τὸ φρόνημα, καὶ ἀγχίνους εἰ καί τις ἄλλος ἐτύγχανεν ὢν, κατηγόρει δὲ ταῦτα τούτῳ καὶ αὐτὸς δὴ γοργὸν βλέπων ὀφθαλμός· ἐπιμελῶς δὲ τῶν πραγ μάτων ἁπτόμενος καὶ περὶ τὸ μέρος τοῦτο φιλοπονώτατα διακείμενος, ἐμπειρότατος ἐγεγόνει πάντων, καὶ μάλιστα περὶ τὰς δημοσίους συνεισφορὰς ὀξύτατος ὦπτο καὶ ἀγχι νούστατος· βουλόμενος δὲ μήτε τινὶ τῶν πάντων γενέσθαι βαρυσυμφορώτατος, μήτε μὴν καταπεφρονῆσθαι παρ' οὑτι νοσοῦν, κακὸν μὲν οὐδενὶ διέπραξεν, δριμεῖαν δὲ τοῖς πολλοῖς τὴν ὄψιν πλαττόμενος, κἀντεῦθεν αὐτοὺς ἐκφοβῶν, μέχρι τῆς θέας ἐλύπει· οἱ γὰρ πλεῖστοι τὸ εἶδος αὐτοῦ πεφρικότες τῶν πονηρῶν ἀπείχοντο πράξεων. Καὶ ἦν ἐντεῦθεν προπύρ γιον ὡς ἀληθῶς τοῦ βασιλέως καὶ ἀδελφός· οὔτε γὰρ ἡμέρας, οὔτε νυκτὸς τῶν φροντίδων ἀνεῖτο, ἀλλὰ καὶ χαρίτων ἔστιν οὗ πληρούμενος, καὶ συμποσίοις παραγινόμενος, τελεταῖς τε καὶ πανηγύρεσιν, τῆς καθηκούσης οὐκ ἠμέλει σπουδῆς· ἐλάνθανέ τε τοῦτον τῶν πάντων οὐδὲν, ἀλλ' οὐδὲ ὁ λαθεῖν βουλόμενος ἦν, παντὸς ἐπτηχότος καὶ τὴν ἐκείνου πεφοβη μένου ἐπιστασίαν· ἀωρὶ γὰρ τῶν νυκτῶν ἀθρόον ἐξιππαζό μενος πᾶν ὁτιοῦν μέρος διηρευνᾶτο τῆς Πόλεως, ἀστραπῆς δίκην πᾶν ὁμοῦ διϊὼν τὸ οἰκούμενον. Τὸ γοῦν ἀόριστον αὐτοῦ τῆς ἐπιστασίας ὑποπτεύοντες ἅπαντες κατείχοντό τε καὶ συνεστέλλοντο, καὶ καθ' ἑαυτὸν ἕκαστος διεβίου, τῶν πρὸς ἀλλήλους συλλόγων ἀνῃρημένων.
4.13 Ἃ μὲν οὖν ἄν τις αὐτοῦ ἐπαινεῖν ἔχοι τοιαῦτα, τὰ δ' ἀντιθέτως ἔχοντα· ποικίλος ἦν τὴν ψυχὴν καὶ πρὸς πᾶσαν ἰδέαν τῶν ὁμιλούντων μεθαρμοζόμενος, καὶ ἐν τῷ αὐτῷ καιρῷ πολυειδὴς τὴν γνώμην φαινόμενος, καὶ ἑκάστου τῶν προσιόντων αὐτῷ πόρρωθεν καθαπτόμενος, ἐπεὶ δὲ πλη σιάσειεν, ὡς νῦν πρώτως ἰδὼν εὐνοϊκώτερον προσιέμενος· κἄν τις αὐτῷ τι προσαγγείλαι νεώτερον καὶ οἷον σώζειν τὴν βασιλείαν δυνάμενον, ἵνα μηδὲν ἀνταμείψοιτο, πάλαι τοῦτο ἐγνωκέναι προσεποιεῖτο, καὶ τῆς βραδυτῆτος τὸν εἰρηκότα ἐμέμφετο· καὶ ὁ μὲν ἀπῄει κατῃσχυμμένος, ὁ δὲ πρὸς τὴν ὑπόθεσιν διανίστατο καὶ τὸ ἐπιφυόμενον ἴσως κακὸν κολάζων ἐξέκοπτεν. Ἐβούλετο μὲν οὖν μεγαλοπρεπέστερον διαζῆν καὶ βασιλικώτερον τῶν πραγμάτων ἀντέχεσθαι, ἀντεῖχε δὲ ὅμως πρὸς τοῦτο τὸ ἔμφυτον ἦθος, καὶ ἡ φύσις, ἵν' οὕτως εἴπω, τὴν πρώτην οὐκ ἀπερρίπτει λιχνείαν· διὰ ταῦτα ἅπαξ εἰς πόσιν κατενεχθεὶς (ἥττητο γὰρ δὴ τοῦτο τὸ μέρος), εὐθὺς εἰς πᾶσαν ἀσχημοσύνην ἐξεκυλίετο· ἐπελανθάνετο μὲν οὐδ' οὕτω τῶν περὶ τὴν βασιλείαν φροντίδων, κεχάλαστο δ' ὅμως τὸ βλοσυρὸν τῷ θηρὶ καὶ τὸ ἐπισκύνιον οὐδαμοῦ.
4.14 Ἐγὼ γοῦν πολλάκις αὐτῷ παρεντυχὼν συμποσιά ζοντι ἐθαύμαζον ὅπως τοιοῦτος ἀνὴρ, μέθης ἥττων καὶ γέλωτος, τὸν Ῥωμαϊκὸν ἐπιπεφόρτισται ἄξονα· διήθρει μεθύων ὁπόσα σχηματίζοιτο ἕκαστος τῶν συμπινόντων, καὶ ὥσπερ ἐπ' αὐτοφώρῳ τούτους εἰλημμένους ἔχων εἰς εὐθύνας ὕστερον καθίστη καὶ τῶν πραχθέντων παρὰ τὸν πότον ἢ λεχθέντων ἀνέκρινεν· ὅθεν μᾶλλον αὐτὸν μεθύοντα ἢ νή φοντα ἐδεδοίκεσαν. Καὶ ἦν παμμιγές τι χρῆμα ὁ ἄνθρωπος· μοναδικὸν πάλαι σχῆμα ἐπενδυθεὶς, τῆς μὲν περὶ τοῦτο εὐσχημοσύνης οὐδ' ἐν ὀνείρασιν ἐπεμέλετο, ὑπεκρίνετο δὲ ὅμως εἴ τι καθῆκον τῷ σχήματι νενομοθέτητο ἄνωθεν, καὶ τῶν ἀκολάστως βιούντων κατωλιγώρει παντάπασιν· εἰ δέ τις εὐσχήμονα ζωὴν ἕλοιτο, ἢ ἐλευθεριώτερον ἐν ἀρεταῖς ἔζη, ἢ τῷ ἔξωθεν λόγῳ τὴν ψυχὴν κεκόσμητο, πᾶσιν ὁμοίως ἀντέκειτο καὶ ἑκάστῳ τι ποιῶν ἠχρείου τὸ σπουδαζόμενον. Πρὸς μὲν τοὺς ἄλλους οὕτως εἶχεν ἀτόπως, πρὸς δέ γε τὸν βασιλέα καὶ ἀδελφὸν μίαν καὶ τὴν αὐτὴν διάθεσιν ἔσῳζεν, οὐκ ἐξαλλάττων, οὐδὲ μεταβαλλόμενος, ἀλλὰ διασῴζων αὐτῷ τοῦ ἤθους τὴν ὁμοιότητα.
4.15 Πέντε δὲ ὄντων ἀδελφῶν τῶν ξυμπάντων, ὁ μὲν αὐτοκράτωρ Μιχαὴλ ὥσπερ ἀντίθετος πρὸς τὰς ἐκείνων γνώμας ἐτύγχανεν ὢν, ὁ δέ γε Ἰωάννης ἐκτομίας, περὶ οὗ τὸν λόγον πεποίημαι, τὰ δευτερεῖα μὲν εἶχεν τῆς πρὸς τὸν αὐτοκράτορα ἀρετῆς, πρὸς δὲ τοὺς λοιποὺς ἀξύμβλητος καὶ αὐτὸς ἦν· ὥστε, ἵνα τὸν λόγον ἐπανορθώσωμαι, τὸ ἀντίθετον τῆς τοῦ αὐτοκράτορος ἕξεως πρὸς τοὺς τρεῖς τῶν ἀδελφῶν ἐτύγχανεν ὤν· συγκρινόμενος δὲ πρὸς ἐκεῖνον ὁ Ἰωάννης, τὸ μὲν ἔλαττον εἶχε παρὰ πολὺ, ὁμοιότητας δ' οὖν ὅμως πρὸς ἐκεῖνον ἀπέφαινε· καὶ οὐδ' αὐτῷ μὲν ἤρεσκεν ἡ πονη ρία τῶν ἀδελφῶν, φιλαδελφότατος δὲ εἴ τις ἄλλος τῶν πάντων γενόμενος, εἰς εὐθύνας μὲν ἐκείνους καθιστᾶν ὧν ἐπεπράγεισαν οὐκ ἐβούλετο, περικαλύπτων δὲ τὰς ἀδίκους αὐτῶν πράξεις, ἐλευθερίαν ἔτι μᾶλλον ταῖς γνώμαις αὐτῶν ἐμνηστεύετο, ὡς οὐκ ἂν γνωσθησομένων τῷ αὐτοκράτορι.
4.16 Τὰ μὲν οὖν περὶ τῶν ἀδελφῶν ἐν τοσούτῳ κείσθω, ὁ δὲ λόγος εἰς τὸν βασιλέα ἐπαναγέσθω. Οὗτος γοῦν, ἄχρι τινὸς διάθεσίν τινα χρηστοτάτην τῇ βασιλίδι διαφυλάξας, ταχὺ μεταβάλλεται· ὑποπτεύει γὰρ ταύτην, οἴκοθεν ἔχων τῆς ὑποψίας τὰς ἀφορμὰς, καὶ μετατίθησιν αὐτῇ τῆς ἐλευ θερίας τὸ σχῆμα· τῶν τε γὰρ συνήθων προόδων ἀπεῖρξε, καὶ τὴν γυναικωνῖτιν αὐτῇ περιέφραξεν, οὐδενὶ διδοὺς εἰς αὐτὴν πάροδον, εἰ μὴ ὁ τὴν φρουρὰν πεπιστευμένος ἐπι τρέψει, δοκιμάσας πρότερον τίς τε εἴη καὶ ὅθεν, καὶ ὅπως πρὸς τὴν βασιλίδα παρεγένετο. Ὁ μὲν οὖν αὐτοκράτωρ τοιαύτην αὐτῇ περιΐστησι τὴν φρουράν· ἡ δὲ ἐδριμύττετο μὲν ἐπὶ τούτοις (καὶ πῶς γὰρ οὐκ εἰκός;), ἀντιδόσεις πολὺ τὸ δυσμενὲς ἐχούσας τῶν χρηστοτέρων ἀντιλαμβάνουσα, ἐπεῖχε δ' οὖν ὅμως, καὶ παρακινεῖν οὐκ ἠξίου τὰ δόξαντα, ἄλλως τε οὐδὲ βουλομένῃ τι ποιεῖν <ἢ> ἀντιπράττειν δύναμίς τις προσῆν, πάσης μὲν ἐστερημένῃ δορυφορίας βασιλικῆς, πᾶσαν δὲ ἀφῃρημένῃ ἰσχύν· ὃ δ' οὖν εἰς γυναικὸς ἀνήκει φύσιν ὀλίγωρον, τὸ μὴ γλῶτταν ἐπέχειν καὶ ἀλύειν ταῖς γνώμαις, τοῦτο ἐκείνη διέδρα· καὶ οὔτε τὸν αὐτοκρά τορα τῆς πρώτης ἀνεμίμνῃσκε φιλίας καὶ πίστεως, οὔτε τοὺς ἀδελφοὺς ἐδυσχέραινεν ἐπικειμένους αὐτῇ καὶ προσ ονειδίζοντας, οὔτε τὸν φυλάττειν ἐκείνην προστεταγμένον πικρῶς ποτε εἶδεν ἢ ἀπεπέμψατο, ἀλλὰ πρὸς ἅπαντας πρᾴως εἶχεν, καὶ ὥσπερ οἱ δεινότατοι τῶν ῥητόρων καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς μεθηρμόζετο.
4.17 Κἀκείνη μὲν οὕτως· οἱ δὲ οὐδέν τι μᾶλλον πρὸς τὴν γνώμην τῆς γυναικὸς μετηλλάττοντο, ἀλλ' ἐδεδοίκεσαν αὐτὴν σφόδρα ὥσπερ τινὰ λέαιναν ἐν καιρῷ μεθεικυῖαν τὸ βλοσυρὸν, καὶ παντὶ μὲν ἕρκει, παντὶ δὲ τείχει κατησφαλί ζοντο· οἱ μὲν οὖν ἄλλοι πᾶσιν αὐτὴν ἐτήρουν τοῖς ὄμμασιν, ὁ δέ γε αὐτοκράτωρ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν αὐτὴν ὑπεξ ίστατο. Τούτου δὲ πολλὰς ἐπίσταμαι τὰς αἰτίας· οὔτε γὰρ εἶχεν ἔτι ταύτῃ χρᾶσθαι, ἤδη τοῦ ὑπούλου νοσήματος ἐκρα γέντος αὐτῷ (τὴν γὰρ ἕξιν διέφθαρτο, καὶ πονήρως εἶχε τοῦ σώματος), ἔπειτα καὶ αἰδοῖ τὴν ὄψιν κεκάλυπτο, καὶ οὐκ ἦν ὅπως ἀντοφθαλμίσει αὐτῇ, εἰδὼς ὅπως τὴν πρὸς αὐτὴν φιλίαν ἠρνήσατο, καὶ ἀπωμόσατο μὲν τὴν πίστιν, τὰς δὲ συνθήκας ἠθέτησε· καὶ τρίτον, θείοις ἀνδράσι προσομιλήσας περὶ ὧν τοῦ κράτους ἐποιήσατο ἕνεκα, καὶ σωτηριώδεις δεξάμενος ἐντολὰς, πάσης μὲν ἀκολασίας, ἤδη δὲ καὶ τῆς ἐννόμου αὐτῆς ἀπέσχετο μίξεως· πρὸς τούτοις δὲ καὶ ἄλλο τι δεδιὼς οὐ προσέκειτο τῇ βασιλίδι· οὐ γὰρ ἐκ μακρῶν τῶν διαλειμμάτων, ὥσπερ δὴ πρότερον, ἡ τοῦ ἐγκεφάλου αὐτῷ περιτροπὴ προσεγίνετο, ἀλλ' εἴτε τις ἔξωθεν αὐτὴν ἠλλοίου δύναμις εἴτε πάθος ἔνδοθεν περιέτρεπεν, πυκνότερον με τεβάλλετο· καὶ τοὺς μὲν ἄλλους ἐπὶ τῇ περιτροπῇ ταύτῃ ἧττον ᾐσχύνετο, τὴν δὲ βασιλίδα καὶ μάλα ἠρυθρία· καὶ ἐπειδὴ ἀορίστως αὐτὸν τὸ πάθος ἐτάραττε, πόρρω που ἑαυ τὸν ἐποιεῖτο ἐκείνης, ἵνα μὴ ὁρώμενος καταισχύνοιτο.
4.18 ∆ιὰ ταῦτα οὔτε προόδοις ἐχρᾶτο πολλαῖς, οὔτε θαρρούντως ὡμίλει τισίν· ἀλλ' ἐπειδὰν ἢ χρηματίζειν ἐβού λετο, ἢ ἄλλο τι τῶν συνήθων τῷ κράτει ποιεῖν, φοινικίδας ἑκατέρωθεν παραπεταννύντες οἷς ἐπιτηρεῖν αὐτὸν καὶ φυλάττειν ἐπιτέτραπτο, ὁπηνίκα τοῦτον θεάσαιντο ἢ βραχύ τι παρατραπέντα τὸν ὀφθαλμὸν ἢ τὴν κεφαλὴν κατασείσαντα ἢ ὅσοις ἑτέροις σημείοις τὴν πρόοδον τοῦ πάθους ἐχαρα κτήρισαν, αὐτίκα προϊέναι τοὺς εἰσιόντας ἐγκελευσάμενοι, συνέστελλον τὰ παραπετάσματα, καὶ οὕτω περιεῖπον αὐτὸν θαλαμεύσαντα· ὁ δὲ ἔπασχέ τε ἑτοίμως καὶ ἑτοιμότερον αὖθις ἀποκαθίστατο, καὶ οὐδὲν ὅτι μετὰ ταῦτα τοῦ πάθους ἐπεῖχεν αὐτὸν, ἀλλ' ἐλευθέρα τούτῳ ἀπεδίδοτο ἡ διάνοια. Πεζῇ δέ ποτε προϊόντι ἢ ἱππαζομένῳ φυλακή τις προσῆν κυκλόθεν, καὶ περιτραπέντα ἀσφαλῶς κυκλωσάμενοι ἐθερά πευον· ὦπτο δὲ καὶ πολλάκις τοῦ ἵππου ῥιφείς· ῥύακα γάρ τινος ὕδατος διαβαίνων τῷ ἵππῳ, ἐπειδὴ τηνικαῦτα τοῦτον τὸ πάθος κατέλαβεν, οἱ δὲ φρουροὶ τέως ἀπῆσαν βραχύ τι θαρρήσαντες, ὁ δὲ ἀθρόως τῆς ἕδρας ἐκκυλισθεὶς αὐτοῦ που κατὰ γῆς ὦπτο τοῖς πολλοῖς σπαρασσόμενος· ἐπεχείρει δὲ οὐδεὶς ἀνελεῖν, ἀλλὰ κατῳκτίζοντο μᾶλλον καὶ τῆς συμφορᾶς ἠλέουν τὸν αὐτοκράτορα.
4.19 Τὰ μὲν οὖν τούτοις ἑπόμενα ὁ λόγος αὖθις εἰς τοὺς οἰκείους τόπους καταριθμήσει· ἴδωμεν δὲ ὥσπερ νοσοῦντα τὸν βασιλέα, οὕτω δὴ καὶ ὑγιῶς ἔχοντα· ἔν γέ τοι τοῦ πάθους τοῖς διαλείμμασιν, ὁπηνίκα αὐτῷ λογισμὸς ἔρρωτο, παντοδαπὸς ἦν περὶ τὴν τῆς ἀρχῆς πρόνοιαν, οὐ μόνον τὰς ἐντὸς τῶν ἡμετέρων ὁρίων πόλεις εὐνομουμένας ποιῶν, ἀλλὰ καὶ τοῖς πέριξ ἔθνεσι τὰς ἐφ' ἡμᾶς ἀναστέλλων ἐφόδους, τοῦτο μὲν πρεσβείαις, τοῦτο δὲ δώροις, τοῦτο δὲ μαχίμων ἐπετείοις ἀποστολαῖς· καὶ οὔθ' ὁ τῆς Αἰγύπτου τὴν ἐξουσίαν λαχὼν τῶν δεδογμένων ἀντιπαρεκίνει, οὔτε ὁ τὰς Περσικὰς ἔχων δυνάμεις, οὔτε μὴν ὁ Βαβυλώνιος, οὔτ' ἄλλ' ἄλλως τι τῶν βαθυτέρων ἐθνῶν τὴν ἑαυτῶν ἐπεγύμνουν δυσμένειαν· ἀλλ' οἳ μὲν καὶ πάντη πρὸς ἡμᾶς διελύοντο, οἳ δὲ τοῦ βασιλέως τὴν ἐπιμέλειαν δεδιότες φόβῳ τοῦ μὴ παθεῖν εἰς ἑαυτοὺς συνεστέλλοντο. Τὴν μὲν γὰρ τῶν δημοσίων συνεισφορῶν παρατήρησιν καὶ ἀρκίβειαν τῷ ἀδελφῷ παρα θέμενος Ἰωάννῃ, καὶ οἷον τὸ πλέον τῆς πολιτικῆς διοική σεως αὐτῷ ἐγχειρίσας, τἄλλα διεῖπεν αὐτὸς, τοῦτο μὲν καὶ τοῦ πολιτικοῦ κατὰ μέρος ἐπιμελόμενος, τοῦτο δὲ καὶ τὰ νεῦρα Ῥωμαίων, τὸν στρατὸν, συγκροτῶν καὶ ἐπισχύων εἰς δύναμιν. Καὶ τὸ μὲν πάθος αὐτῷ ἀρξάμενον προῄει ἀκμάζον καὶ κορυφούμενον, ὁ δὲ, ὡς οὐδενὸς αὐτῷ ἐπικειμένου κακοῦ, τῶν πάντων ἀντείχετο.
4.20 Ἐπεὶ δὲ <ὁ> ἀδελφὸς Ἰωάννης ὑπορρέοντα τοῦτον ἑώρα κατὰ βραχὺ, δείσας περὶ αὑτῷ καὶ ὅλῳ τῷ γένει, μὴ ἐξ ἀνθρώπων γεγονότος τοῦ αὐτοκράτορος λήσηται τοῦτον ἡ βασιλεία διαρρυεῖσα, κἀντεῦθεν πολλοῖς ἐμπεσεῖται πειρα τηρίοις, βουλὴν βουλεύεται συνετωτάτην μὲν, ὡς ἐδόκει, ἐπισφαλεστάτην δὲ, ὡς ἡ τῶν πραγμάτων ἔκβασις ἔδειξεν. ἐκεῖθεν γὰρ αὔτανδρον αὐτοῖς τὸ σκάφος κατέδυ, καὶ ἐξώ λεις, ἵν' οὕτως εἴπω, καὶ προώλεις ἀπώλοντο· ἀλλὰ ταῦτα μὲν ὕστερον. Ὁ δ' οὖν Ἰωάννης, ὡς ἀπεγνωκὼς πάντη, κρυφίως τῶν ἀδελφῶν λόγοις αὐτὸν μέτεισι πρὸς τὸ δοκοῦν πιθανωτέροις μᾶλλον ἢ ἀληθεστέροις, καὶ μόνον ποτὲ τῶν ἄλλων ἀπολαβὼν καὶ κύκλῳ τὸν λόγον περιβαλὼν, τοιούτων πρὸς αὐτὸν τῶν προοιμίων κατάρχεται, εἰς ἀνάγκην αὐτὸν προάγων τοῦ ἐρωτᾶν· «Ὅτι μὲν οὖν, φησὶν, οὐχ ὡς ἀδελ φὸν ἁπλῶς θεραπεύων διατετέλεκά σοι, ἀλλ' ὡς δεσπότην καὶ βασιλέα, οἶδε μὲν οὐρανὸς, οἶδε δὲ καὶ ξύμπασα γῆ, καὶ αὐτὸς δὲ οὐκ ἂν ἄλλως ἔχοις εἰπεῖν· ὅτι δὲ καὶ τοῦ λοιποῦ γένους ἡμῶν βραχύ τι, ἵνα μετρίως εἴπω, προσέχω τοῖς ἐνθυμήμασι καὶ ταῖς περὶ τοῦ κοινοῦ σκέψεσι καὶ λυ σιτελείαις, αὐτὸς ἂν πρὸ πάντων εἰδείης· διὰ ταῦτα γοῦν οὐ τὸ ἐνεστώς σοι θεραπεύω τοῦ θρόνου, ἀλλὰ καὶ τὸ μέλ λον ἀνεπιβούλευτον ταμιεύομαι, κἂν τὰς τῶν πολλῶν ἐπι σχεῖν οὐ δεδύνημαι γλώσσας, καὶ τοὺς τῶν πάντων ὀφθαλ μοὺς ἐπὶ σὲ μόνον ἀπευθύνειν προῄρημαι· εἰ μὲν οὖν εὐνοίας τε τῆς πρὸς σὲ καὶ τῆς πρὸς τὰ πράγματα μετα χειρίσεως δεξιὰς ἐγγύας προείληφας παρ' ἐμοῦ, μηδὲ ταυτηνί μου τὴν σκέψιν ἀπώσῃ· εἰ δ' οὖν, ἀλλ' ἐγὼ μὲν σιωπήσομαι, ὅπη δὲ τὰ περὶ ἡμᾶς καταντήσῃ οὐκ ἐρῶ τι νῦν, μὴ καὶ λυπήσας ἀπέλθω».
4.21 Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ τὰς γνώμας διασει σθεὶς, ἤρετο τί ποτε ταῦτα βούλοιτο, τίς δὲ καὶ τῆς διαλέ ξεως ὁ σκοπός; «Τὸ δέ σου εὔνουν τὸ πρὸς ἐμὲ ὡς ὡμολο γημένον τέως ἀφείσθω». Ὁ δὲ τοῦ λόγου δραξάμενος· «Μὴ οἴου, φησὶν, ὦ βασιλεῦ, ὅτι τὰς τῶν πολλῶν ἔλαθες ἀκοὰς, ἢ τούς γε ὀφθαλμοὺς αὐτοὺς, ὅτι καὶ προδήλῳ καὶ κρυφίῳ κατέχει νοσήματι· καὶ ὅτι μὲν ἐντεῦθεν οὐδὲν πείσῃ δεινὸν οἶδα σαφῶς, ἀλλ' αἱ τῶν ἀνθρώπων γλῶτται οὐκ ἔστιν ὁπότε σοι οὐ λογοποιοῦσι τὸν θάνατον· δέδοικα οὖν, μὴ ὡς περὶ αὐτίκα τεθνηξομένου διανοησάμενοι ἐπὶ σὲ νεωτερίσωσι, καὶ ἕνα τῶν πάντων προστησάμενοι τοῦτον δὴ εἰς τὴν σὴν ἀναγάγωσι βασιλείαν· καὶ τὰ μὲν περὶ ἐμὲ καὶ τὸ σύμπαν τὰ <τοῦ> γένους ἡμῶν ἐπ' ἐλάττονος φροντίδος εἰμί, περὶ δέ σοι δέδια, μὴ χρηστὸς οὕτω καὶ ἐπιεικὴς αὐτοκράτωρ ἀβουλίας εὐθύνας παράσχῃ· καὶ τὸ μὲν δεινὸν διαδράσει, τὸν δὲ τοῦ μὴ προϊδεῖν τὸ μέλλον οὐκ ἐκφεύξεται ἔλεγχον». Πρὸς ταῦτα τοίνυν ὁ βασιλεὺς ἑτοιμότερον ἀποκρίνεται· «Καὶ τίς γὰρ, φησὶν, ἡ τούτου πρόνοια; πῶς δὲ καὶ τὰς τῶν πολλῶν γλώττας ἐπίσχωμεν, εἰπεῖν δὲ καὶ τὰς περὶ τὸ τυραννεῖν προθυμίας»;
4.22 Περὶ τῆς τοῦ Μιχαὴλ παρὰ τῆς αὐγούστης υἱοθεσίας, καὶ περὶ τῆς τοῦ καίσαρος ἀξιώσεως. «Ῥᾴστη, φησὶν ὁ Ἰωάννης, καὶ ἑτοιμοτάτη· εἰ μὲν γὰρ μὴ ὁ ἀδελφὸς ἡμῶν ἐτεθνήκει, ἐκείνῳ ἂν τὴν δευ τέραν ἀρχὴν ἐμνηστεύσω τοῦ καίσαρος· ἐπεὶ δὲ τοῦτον ὑπεξεῖλεν ὁ θάνατος, ὁ τῆς ἀδελφῆς ἡμῶν παῖς Μιχαὴλ, ὃς δή σοι τῶν σωματοφυλάκων τὰ πρῶτα πεπίστευται, ἀξιούσθω τοῦ σχήματος, λατρεύων ἔτι μᾶλλον ἢ πρότερον, καὶ μέχρις ὀνόματος τὴν τύχην ἐπιμετρούμενος, τὰ δ' ἄλλα σοι ἐν ἀργυρωνήτου προσιὼν μέρει καὶ τὴν ἐσχάτην τάξιν ταττόμενος». Πείθει τοιγαροῦν οὕτω πιθανῶς ἐπιχειρήσας τὸν ἀδελφὸν, καὶ ἐπειδὴ εἰς ταὐτὸν συνῇσαν τῷ βουλήματι, δευτέραν περὶ τοῦ τρόπου βουλὴν διασκέπτονται· εἰσηγεῖται δὲ καὶ ταύτην ὁ Ἰωάννης, καὶ· «Οἶσθα, φησὶν, ὦ βασιλεῦ, ὅτι κατὰ κλῆρον ἡ βασιλεία τῇ βασιλίδι προῆκται, καὶ τὸ σύμπαν εὐνοϊκώτερον πρὸς αὐτὴν ἔσχηκεν, ἅτε γυναῖκα καὶ κληρονόμον τοῦ κράτους, καὶ τῇ ἀφειδείᾳ τῶν δώρων τὰς τῶν πάντων ὑποποιησαμένην ψυχάς· μητέρα γοῦν αὐτὴν τῷ ἀνεψιῷ ἀναπλάσωμεν, ἐκ χρηστοτέρου τρόπου τὴν πρὸς αὐτὸν σχέσιν λαβοῦσαν, κἀκείνην προάξωμεν ὁμοῦ τε υἱοθε τοῦσαν τὸν Μιχαὴλ καὶ εἰς τὸ καίσαρος ἀνάγουσαν ἀξίωμά τε καὶ ὄνομα· ἀπειθήσει δὲ ἡμῖν οὐδαμῶς, εὔκολός τε οὖσα ταῖς γνώμαις καὶ μηδ' ὁτιοῦν ἀντειπεῖν ἔχουσα».
4.23 Ἐπαινεῖ ταῦτα ὁ αὐτοκράτωρ· καὶ τοὺς περὶ τοῦ σκέμματος λόγους τῇ βασιλίδι προσενεγκόντες ῥᾷστά τε πείθουσι καὶ πρὸς τὸ τοῦ σκοποῦ τέλος εὐθὺς τὸν νοῦν ἀπερείδουσι. ∆ημοτελῆ γοῦν ἑορτὴν προκηρύξαντες καὶ τοὺς ἐν τέλει ξύμπαντας εἰς τὸν ἐν Βλαχέρναις συνηθροικότες ναὸν, ἐπειδὴ πλήρης ὁ θεῖος σηκὸς, ἅμα τῷ πεπλασμένῳ υἱῷ τὴν μητέρα καὶ βασιλίδα ἐξαγαγόντες πληροῦσι τὸ σπου δάζον· ἡ μὲν γὰρ ἀπὸ τῶν τοῦ θείου προθύρων βήματος εἰς υἱοῦ τάξιν ἀναλαμβάνει, ὁ δὲ αὐτοκράτωρ ὡς υἱὸν βασι λίδος τιμῶν τε καὶ σεβαζόμενος εἰς τὴν τοῦ καίσαρος ἀξίαν ἀναβιβάζει· καὶ ἐπευφήμησαν οἱ συνειλεγμένοι. Εἶτα δὴ καὶ τελεῖται ἐπὶ τῷ καίσαρι ὁπόσα δὴ ἐπὶ τούτῳ τῷ σχή ματι λέγεσθαί τε καὶ πράττεσθαι εἴωθεν. Καὶ ὁ σύλλογος διαλύεται. Καὶ ὁ Ἰωάννης ὡς τὸ πᾶν ἠνυκὼς καὶ τὸ κράτος εἰς τὸ γένος περιαγαγὼν, οὐκ εἶχεν ὅπως τῷ πλήθει χρή σαιτο τῆς χαρᾶς.
4.24 Ἦν δὲ ἄρα τὸ γεγονὸς ἀρχὴ μεγάλων ἐσομένων κακῶν, καὶ ὁ δόξας θεμέλιος περιτροπὴ ξύμπαντος αὐτοῖς ἐγεγόνει τοῦ γένους, δηλώσει δὲ ὁ λόγος μετὰ ταῦτα. Οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα οὕτω τὸ πρᾶγμα κατασκευά σαντες, καὶ τοῦτον δὴ τὸν νέον καίσαρα ἀγχίθυρον τῇ βασιλείᾳ στήσαντες, ὡς εὐθὺς τὸ κράτος διαδεξόμενον, τοῦ κρατοῦντος τῷ κρατήσαντι πάθει καταναλωθέντος, ὡς τὸ ξύμπαν ἑαυτοῖς προδιοικησάμενοι, οὐκέτι περὶ τῆς διαμονῆς τοῦ κράτους ἐφρόντιζον· ὁ δέ γεαὐτοκράτωρ, οὐκ οἶδ' εἴτε μετάμελος εὐθὺς ἐγεγόνει περὶ τῶν πεπραγμένων, εἴτε ἄλλως πως περὶ τὸν ἀνεψιὸν διετίθετο, οὔτε ὡς καίσαρι προσεῖχεν, οὔτε παρὰ τοὺς πολλοὺς εἶχεν, ἀλλ' οὐδὲ τὴν νενομισμένην ἀπεδίδου τιμὴν, ἀλλὰ μέχρι τῶν παρασήμων ἐτήρει τοῦ ἀξιώματος.
4.25 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην ἐν τοῖς βασιλικοῖς ἀξιώμασι πόρρωθεν μὲν ἑστηκότα, ὅπως ἂν περὶ ἐκείνου χρηστόν τι τῷ βασιλεῖ προσενέγκαιεν· ἀλλ' οὐδὲ τραπέζης οὗτος ἐκοινώνει τῷ αὐτοκράτορι, εἰ μὴ ὅσον ἐν ταῖς κοιναῖς διεστιάσεσι τὸν τοῦ καίσαρος τόπον ἀναπληρῶν· εἰ δέ πού τις καὶ σκηνὴ τούτῳ παραπεπήγει δορυφόρους τε ἔχουσα καὶ εἴδωλόν τι τοῦ καίσαρος ἀποσῴζουσα, λανθάνουσά τε ἦν καὶ παρὰ τὴν <τῶν> τοῦ αὐτοκράτορος ἀδελφῶν τὴν προσποίησιν ἔχουσα. Ἐκεῖνοι γὰρ, ἐπειδὴ περὶ τῇ τοῦ ἀδελφοῦ ζωῇ ἔδεισαν καὶ περὶ τὸν ἀδελφιδοῦν τὰς ἐλπίδας ἀνήρτησαν, καὶ περιέποντες ἢ ὑποτρέχοντες θεραπείαν τε ἐκείνῳ βασιλικὴν κατεσκεύαζον καὶ τἄλλα ἐποίουν ὁπόσα δὴ τὴν τοῦ μέλλοντος ἑαυτοῖς εἶχεν οἰκονομίαν καὶ προ διοίκησιν· ὅθεν καὶ τὰς διατριβὰς τούτῳ οὐκ ἐν τῇ Κωνσταντίνου ἀπένειμαν, ἀλλ' αὐτοῦ που πρὸ τῆς Πόλεως δια τάξαντες, τῷ μὲν δοκεῖν ὡς ἐπὶ σχήματι τῆς μεγίστης τιμῆς τοῦτο συννενοήκασι, τῇ δὲ ἀληθείᾳ ὑπερορία τις ἦν τὸ πρᾶγμα ἐπίδοξος· οὐ γὰρ ὁπότε βούλοιτο, ἀλλὰ κατὰ κελεύσματά τε εἰσῄει καὶ αὖθις ἐξῄει, οὐδ' ὅσον ἐν ὀνείρασι τοῦ θείου καταπολαύων. τοῦ ἀξιώματος
4.26 6 Ὁ δὲ ἀνὴρ οὗτος, ἵνα τι καὶ τούτου λόγον ποιήσωμαι, τὸ μὲν πατρῷον γένος ἀδοξότατος πάντη καὶ ἀφανέστατος καθεστήκει· ἦν γάρ οἱ ὁ πατὴρ ἐκ πανερήμου τινὸς ἀγροῦ ἤ τινος ἄλλης ἐσχατιᾶς ὡρμημένος, γῆν μὲν οὔτε σπείρων οὔτε φυτεύων, ἐπεὶ μηδὲ τῆς βραχυτάτης εὐπόρει, ἀλλ' οὐδὲ βουκολίῳ ἑπόμενος ἢ ποιμνίοις ἐπιστα τῶν ἢ ἀγελαιοκομῶν, οὐδ' ἄλλον τινὰ βίον ἔχων ἢ ἐπι δεικνύς· ἐπὶ δὲ τὴν θάλατταν τρέψας τὸν νοῦν οὐχ ὥστε ἐμπορεύεσθαι ἢ ναυτίλλεσθαι, ἢ ἐπὶ μισθῷ ἄγειν τοὺς ἀναγο μένους ἢ καταπλέοντας, ἀλλ' ἐπειδὴ τῆς γῆς ἀπεγνώκει καὶ πρὸς τὴν θάλασσαν ἐνενεύκει, χρῆμά τι μέγα τῇ ναυπηγίᾳ ὁ ἄνθρωπος ἦν, οὐ δρυοτομῶν οὐδ' ἀποξέων ἐκεῖθεν τὰ ναυ πηγήσιμα ξύλα οὐδ' ἁρμόττων ταῦτα καὶ συμπηγνύμενος, ἀλλ' ἐπειδὴ συμπήξαιεν ἕτεροι, αὐτὸς εὖ μάλα τὰ συμπε πηγμένα τῇ πίσσῃ διέχριε, καὶ οὐκ ἂν ἄλλως ἄρτι συμπη γνυμένη ναῦς κατήχθη πρὸς θάλασσαν, εἰ μὴ ἐκεῖνος διὰ τῆς τέχνης ἐχειροτόνησεν αὐτῇ τὸ ἐνδόσιμον.
4.27 Εἶδον τοῦτον κἀγὼ ἤδη μεταπεπλασμένον καὶ τῆς τύχης γινόμενον παίγνιον, καὶ ἦν αὐτῷ οὐδέν τι τῶν ἐπὶ τῆς σκηνῆς προσαρμόζον ἢ σύγκολλον, οὐχ ὁ ἵππος, οὐχ ἡ ἐσθὴς, οὐκ ἄλλο τι τῶν τῆς μεταποιήσεως· ἀλλ' ὥσπερ ἂν εἴ τις πυγμαῖος ὢν Ἡρακλῆς εἶναι βούλοιτο, κἂν πρὸς ἐκεῖνον ἑαυτὸν ἐθελήσειε μετασχηματίσασθαι, ἐλέγχεται μᾶλλον τῷ σχήματι, περιτρεπόμενος μὲν τῇ λεοντῇ, τῷ δὲ ῥοπάλῳ καταπονούμενος, οὕτω δὴ κἀκείνῳ πάντα εἰς τοὐ ναντίον περιΐστατο.
4.28 Τὸ μὲν εἰς πατέρα γένος αὐτῷ τοιοῦτον· εἰ δέ τις αὐτὸν καὶ μητρόθεν γενεαλογεῖν βούλοιτο, εἶτα ὑπερ βαίη τὸν θεῖον, οὐ πάνυ τι τοῦ πατρικοῦ διαστήσει γένους· ἀλλὰ τοιοῦτοι μὲν ἀφ' ὧν γεγένητο. Αὐτὸς δὲ ὅσα μὲν ἐς φρόνημα φέρει, κατάστασίν τε τὴν ἀρίστην καὶ τάξιν, ἢ τήν γε ἐν σχήματι, πόρρω ποι τῆς πρὸς τοὺς γεννήτορας ἀπῆν ὁμοιότητος· δεινὸς δὲ εἴπερ τις ἀνθρώπων πῦρ μὲν ὑπὸ σποδιᾷ κρύψαι, γνώμην φημὶ πονηρὰν ὑπ' εὐνοίας προσχήματι, ἄτοπά τε ἐνθυμηθῆναί τε καὶ βουλεύσασθαι, ἀγνωμονέστατός τε πρὸς εὐεργέτας καὶ μηδενὶ χάριν εἰδὼς, μήτε φιλίας, μήτε τῆς περὶ ἐκεῖνον ἐπιμελείας καὶ θερα πείας· ἀλλ' ἐδύνατο δὴ ταῦτα πάντα συγκαλύψαι ἡ ἐκείνου προσποίησις. Ἐπειδὴ γὰρ εἰς τὴν τοῦ καίσαρος τύχην ἀνεληλύθει, οὐ βραχὺν ἐνέμεινε χρόνον, καὶ τὸ σχῆμα τῆς βασιλείας ἑαυτῷ καὶ τοῦτο λεληθὼς εἰδωλοποιῶν, καὶ οἷον προχαράττων ὅπερ ὕστερον ἐγνώκει ποιήσασθαι, παντὸς μὲν τοῦ γένους κατέτρεχεν, ἀνελεῖν δὲ ξύμπαντας τοὺς αὐτῷ χαρισαμένους καὶ συναραμένους τοῦ ἀξιώματος ἐβου λεύετο· ἐλύττα κατὰ τῆς βασιλίδος, τῶν θείων τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ὑπερώριζε, καὶ ταῦτα πλάττων ἐν τῇ ψυχῇ ἔτι μᾶλλον τὸ σχῆμα τῆς πρὸς ἐκείνους εὐνοίας ἐπλάττετο. Πρὸς γὰρ τὸν ἐκτομίαν Ἰωάννην, ᾧ δὴ καὶ μᾶλλον ὑπεκάθητο καὶ ἀπορρήτως ἐπεβουλεύετο, δεινοτέραν μᾶλλον τὴν προσποίησιν κατεσκεύαζεν, ἐκ τοῦ ἐλάττονος προσφε ρόμενος καὶ δεσπότην ἀνακαλῶν, καὶ ἐπ' ἐκείνῳ τὰς ἐλπί δας τῆς ζωῆς καὶ τῆς σωτηρίας τιθέμενος.
4.29 Ἀλλὰ τοὺς μὲν ἄλλους ἡ τοῦ καίσαρος τέχνη ἐλάνθανε, καὶ τὸ ἐν ψυχῇ κεκρυμμένον ἀπόρρητον ἦν· ὁ δέ γε Ἰωάννης δεινότερος ἦν τὴν ἀναθεώρησιν ἢ ὁ καῖσαρ τὴν προσποίησιν, καὶ τὸ πᾶν ὑποπτεύσας μεταθέσθαι μὲν εὐθὺς τὸ περὶ ἐκεῖνον σκέμμα οὐκ ἐδοκίμαζεν, εἰς καιροὺς δὲ τὸ ἔργον ἐταμιεύετο· ἐλελήθει δὲ τοῦτο οὐδὲ τὸν καίσαρα. Ὅθεν ἀντεκάθηντο μὲν ἀλλήλοις, ἐν ἀπορρήτοις ἕκαστος τὴν ἐπιβουλὴν ἔχοντες, ἀντεσχηματίζοντο δὲ τὰς εὐνοίας· καὶ ἑκάτερος μὲν λανθάνειν τὸν ἕτερον ᾤοντο, οὐδ' ἕτερος δὲ τῶν ἑτέρου σκεμμάτων ἀμαθέστατος ἦν· πλὴν ἑαλώκει μὴ πάνυ τῇ δεινότητι εἰς τέλος ὁ Ἰωάννης χρησάμενος· τὸν γὰρ καιρὸν ὑπερτιθέμενος τῆς περὶ τὸν καίσαρα μετα βολῆς τε καὶ μεταθέσεως, εἰς αὐτὸν δὴ τὸ κεφάλαιον τῶν οἰκείων ἀπέτισε συμφορῶν, ὡς ὕστερον ὁ λόγος δηλώσει.
4.30 Ἐγὼ δὲ εἰωθὼς εἰς τὴν τοῦ θείου πρόνοιαν τὰς περὶ τῶν μειζόνων διοικήσεις ἀναγαγεῖν, ἢ μᾶλλον καὶ τἄλλα ἐκείνης ἐξαρτῶν ὁπόσα, μὴ παρατραπείσης ἡμῖν τῆς κατὰ φύσιν ἕξεως, γίνεται, καὶ κρείττονος καὶ τοῦτο ἡγοῦμαι προνοίας καὶ διοικήσεως, τὸ μὴ εἰς ἄλλον τινὰ τῶν τοῦ γένους τὴν τῆς βασιλείας διαδοχὴν πεσεῖν, ἀλλ' εἰς αὐτὸν τὸν καίσαρα δι' οὗ ᾔδει τὸ θεῖον τὸ ξύμπαν αὐτοῖς γένος ἀφα νισθήσεσθαι· καὶ ταῦτα μὲν μετὰ ταῦτα.
4.31 1 Ὁ δέ γε αὐτοκράτωρ καὶ προδήλως ἤδη τὸν τοῦ σώματος ὄγκον ἐξώγκωτο καὶ ὑδεριῶν παντάπασι κατάδηλος ἦν· ὅθεν ἄλλα τε ἀποτρόπαια τοῦ νοσήματος ἐποιήσατο, ἱλασμοῖς χρησάμενος καὶ καθάρσεσι, καὶ δὴ καὶ ναὸν τοῖς Ἀναργύροις αὐτοῦ που πρὸ τῶν τειχῶν τοῦ Ἄστεως πρὸς ταῖς ἀνατολαῖς τοῦ ἡλίου λαμπρὸν ἐδομήσατο, οὐ πᾶσαν κρηπῖδα καταβαλλόμενος, ἀλλὰ μείζονα θεμελίοις περιβαλλόμενος. Ἦν γάρ τις ἐκεῖσε σηκὸς λαμπρότητα μὲν οὐδεμίαν ἔχων, οὐδ' ἐπίσημος τῇ κατασκευῇ· τοῦτον ἐκεῖνος εἰς κάλλιον μεταθέμενος σχῆμα, καὶ περιβολὰς ἔξωθεν ποιησάμενος, τείχεσί τε περιβαλὼν καὶ οἰκοδομημάτων ἀπολαμπρύνας κατασκευαῖς, ἀσκητήριον θεῖον ἀπέδειξε, πᾶσαν σχεδὸν τὴν τῶν προλαβόντων βασιλέων περὶ τὰς τῶν ἱερῶν ναῶν δομή σεις ἀποκρύψας χεῖρα καὶ δύναμιν· ἀναλογίαν τε γὰρ τοῖς βάθεσι πρὸς τὰ ὕψη συνήρμοσε καὶ κάλλος ἀμήχανον τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων προσέπλασε, λίθων τε τοὺς ἐπισημοτάτους τοίχοις τε προσήρμοσε καὶ ἐδάφεσι, χρυσῇ τε ψηφῖδι τὸν ὅλον νεὼν κατηγλάϊσε καὶ γραφικῇ τέχνῃ, εἰκόσιν ἐμψύχοις εἴποι τις ἂν ὅπη παρείκοι τὸ ἱερὸν κατε κόσμησεν· ἔτι τε λουτρῶν χάριτας καὶ ἀφθονίαν ὑδάτων καὶ λειμώνων εὐπρέπειαν, καὶ ὁπόσα ἄλλα τέρπειν οἶδε τὸν ὀφθαλμὸν καὶ πᾶσαν αἴσθησιν πρὸς τὸ οἰκεῖον κινεῖν αἰσθη τὸν τούτῳ δὴ τῷ ναῷ συνῆψε καὶ συνεκέρασεν, ἵν' οὕτως εἴπω.
4.32 Ἐποίει δὲ ταῦτα, τοῦτο μὲν καὶ τιμὴν ἀπονέ μων τῷ θείῳ, τοῦτο δὲ καὶ ἐξιλεούμενος τοὺς ἐκείνου θερά ποντας, ἵν' εἴ πως ἐξῳδηκὸς αὐτοῦ τὸ σπλάγχνον ἰάσωνται· ἀλλ' εἶχε πλέον οὐδὲν, τοῦ μέτρου τῆς ζωῆς αὐτῷ πληρω θέντος καὶ διαλυομένης αὐτῷ τῆς συνθέσεως· ὅθεν ἐπειδὴ ταύτης τῆς ἐλπίδος ἀπεγνώκει παντάπασιν, τὸ μέλλον ἑαυτῷ προδιῴκει κριτήριον, καὶ καθαρῶς ἐντεῦθεν τῶν προσπλα σθέντων τῇ ψυχῇ μολυσμάτων ἀπαλλαγήσεσθαι ἐβουλεύετο.
4.33 Φασὶ γοῦν τινες τῶν μὴ πάνυ πρὸς τὸ ἐκείνου γένος εὐμενῶς ἐχόντων, ἀλλ' ἐκ διαθέσεως ποιουμένων τὰς κρίσεις, ὅτι, πρὶν ἢ τοῦ σκήπτρου τοῦτον ἐπιλαβέσθαι, ἀπόρρητοί τινες τελεταὶ πρὸς τοῦτο ἐνῆγον, καὶ ὄψεις τῶν περὶ τὸν ἀέρα πνευμάτων λανθάνουσαι τὸ κράτος αὐτῷ ἐπηγγέλλοντο, καὶ μισθὸν αὐτὸν ἀπῃτήκασι τοῦ θείου τὴν ἄρνησιν· τοῦτο γοῦν αὐτὸν στροβοῦν τέ φασι καὶ διακυμαί νειν καὶ πρὸς τοὺς τοιούτους κινεῖν ἐξιλασμούς· εἰ μὲν οὖν ἀληθὴς ὁ λόγος, εἴδειεν ἂν οἱ ἐκείνῳ συντετελεκότες καὶ τὰς ὄψεις παρασκευάσαντες, εἰ δὲ ψευδὴς, ὁ ἐμὸς αὖθις νικῴη σκοπός. Ἐγὼ γὰρ εἰδὼς ὅτι τὸ λογοποιεῖν τοῖς ἀνθρώποις σύνηθες, οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν, ἀλλὰ βασάνοις διδοὺς τὰ λεγόμενα, ἐκεῖθεν ἐμαυτῷ πιστοῦ μαι τὰ πράγματα.
4.34 Οἶδα δὲ καὶ τὸν ἄνδρα εὐσέβειαν πᾶσαν μετὰ τὴν βασιλείαν ἐπιδειξάμενον, καὶ οὐ θείοις ναοῖς μόνον προσκείμενον, ἀλλὰ καὶ φιλοσόφοις ἀνδράσι προσανακεί μενον καὶ ὑπερφυῶς θεραπεύοντα· φιλοσόφους δέ φημι οὐ τοὺς τὰς οὐσίας τῶν ὄντων διερευνησαμένους, οὐδὲ τὰς ἀρχὰς μὲν τοῦ κόσμου ζητήσαντας, τῶν δὲ ἀρχῶν τῆς οἰκείας σωτηρίας καταμελήσαντας, ἀλλὰ τοὺς κόσμου κατα φρονήσαντας καὶ μετὰ τῶν ὑπερκοσμίων ζήσαντας. Τίς γοῦν ἐκεῖνον τῶν οὕτω βεβιωκότων διέλαθε; ποίαν δὲ οὐ διερευνήσατο γῆν τε καὶ θάλασσαν, πετρῶν τε ῥωγάδας καὶ γῆς ἀποκρύφους ὀπὰς, ἵνα τινὰ τῶν ἐν τούτοις συγκεκαλυμ μένων ἐκφήνειεν; εὑρηκὼς δὲ καὶ πρὸς τὰ βασίλεια μετε νεγκὼν, ποίαν τούτοις οὐ προσῆγε τιμὴν, ἀπορρύπτων μὲν αὐτῶν τὼ πόδε κεκονιαμένω, ἔπειτα δὲ καὶ περιφὺς καὶ ἡδέως κατασπαζόμενος, ῥάκεσί τε τοῖς ἐκείνων ἐν ἀπορ ρήτῳ συγκαλυπτόμενος, κἀκείνους μὲν ἐπὶ τῆς βασιλικῆς ἀνακλίνων στιβάδος, ἑαυτὸν δὲ ἐπί τινος χαμαιζήλου καταρ ρίπτων στρωμνῆς, ἁδρῷ τινι λίθῳ τὴν κεφαλὴν ἀνεχούσης; ὅς γε καὶ ἄλλο τι τῶν θαυμαζομένων ἐποίει· λέγω δὲ οὐκ ἐγκωμιάσαι βουλόμενος, ἀλλ' ἱστορῆσαι τὰ πεπραγμένα.
4.35 Ἐπειδὴ γὰρ οἱ πολλοὶ διαφεύγειν εἰώθασι τὰς συνδιατριβὰς τῶν διαλελωβημένων τὰ σώματα, οὗτος μεγα λειότερόν τι ἐποίει πρὸς ἐκείνους φοιτῶν, καὶ τοῖς τῶν σωμάτων ἕλκεσι τὸ ἑαυτοῦ ἐπιτιθεὶς πρόσωπον, εἶτα δὴ καὶ ἀγκαλιζόμενος καὶ περιπτυσσόμενος, λουτροῖς τε θεραπεύων καὶ ὡς δεσπόταις ἐν ἀργυρωνήτου τάξει παρεστηκώς. Ἐμπε φράχθω γοῦν τοῖς παμπονήροις τὰ στόματα καὶ ἐξῃρήσθω τῶν διαβολῶν ἐκεῖνος ὁ αὐτοκράτωρ. Καὶ ταῦτα μὲν παρεκ βατικώτερον εἴρηται.
4.36 Ὁ δ' οὖν αὐτοκράτωρ ἑαυτῷ τὸ θεῖον ἐξιλεού μενος πᾶσαν ἐκίνει πρὸς τοῦτο καὶ πρᾶξιν θεοφιλῆ καὶ ψυχῶν ἱερῶν συντέλειαν· ἀμέλει οὐκ ἐλάχιστον μέρος τῶν βασιλικῶν θησαυρῶν εἰς πᾶσαν ἱδρύσατο ἤπειρον, τὰ μὲν <ἐς> μοναστῶν, τὰ δὲ καὶ μοναζουσῶν καταγώγια· εἶτα δὲ καὶ πρυτανεῖον νέον ἐπῳκοδόμησε Πτωχοτροφεῖον τοῦτο ἐπονομάσας, καὶ χρυσοῦ ῥεῦμα ἐντεῦθεν πολὺ τοῖς ἀσκεῖν προαιρουμένοις ἀφῆκεν. Εἶτα ἄλλο ἐπ' ἄλλῳ ἐπινοῶν καί τι τοιοῦτον πρὸς σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν ἐπε νόησεν· ἐπειδὴ γὰρ πολύ τι κατὰ τὴν Πόλιν πλῆθος τῶν ἑταιριζουσῶν ἐπικέχυται γυναικῶν, ἀποτρέπειν μὲν λόγῳ οὐκ ἐδοκίμασε (λασιόκωφον γὰρ δὴ τοῦτο <τὸ> γένος πρὸς σωτηριώδη παραίνεσιν), ἀλλ' οὐδ' ἔργῳ ἐπεχείρησεν ἐπι σχεῖν, ἵνα μὴ δόξῃ βίαιόν τι ποιεῖν· ἀσκητήριον δὲ ἐν αὐτῇ <τῇ> βασιλίδι δομήσας τῶν πόλεων, μεγέθει τε μέγιστον καὶ κάλλει λαμπρότατον, οἷα δή τις μεγαλοφωνότατος κῆρυξ ταῖς πωλούσαις τὴν ὥραν τῷ δόγματι ἀνεβόησεν, εἴ τις ἐκείνων ἀποθέσθαι τὴν πρᾶξιν αἱροῖτο ἐπ' ἀφθόνοις τε ζῆν, ἐκεῖσέ τε καταφεύγειν καὶ τὸ θεῖον σχῆμα μεταμφιέν νυσθαι, καὶ μὴ ἐπὶ τῷ δεδιέναι τοῦ βίου ἐλλείμματι, ἄσπαρτα γὰρ αὐταῖς καὶ ἀνήροτα τὰ πάντα βλαστήσει. Καὶ πολὺς ἐντεῦθεν ἐσμὸς τῶν ἐπὶ τοῦ τέγους ἐκεῖθεν συνέρρευσεν, ὁμοῦ τε τὸ σχῆμα καὶ τὸν τρόπον μεταβαλοῦσαι καὶ στρατευθεῖσαι Θεῷ νεολαία εἰς κατάλογον ἀρετῶν.
4.37 Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἑαυτῷ τὴν σωτηρίαν ὁ αὐτοκράτωρ συνεργαζόμενος, ἀλλὰ καὶ τοῖς ἀνακειμένοις Θεῷ καὶ ἐν ἀσκήσει καταγηράσασιν, ὡς Θεοῦ ἀμέσως ὁμιληταῖς καὶ πάντα δυναμένοις, ἑαυτὸν ἐγχειρίζει· καὶ τοῖς μὲν πλάττειν ἐδίδου τὴν ἐκείνου ψυχὴν, ἢ μετα πλάττειν, τοὺς δὲ καὶ λόγους ἐχεγγύους εἰσπράττεται τῆς πρὸς τὸ θεῖον ὑπὲρ τούτου ἐντεύξεως καὶ τῶν ἐκείνῳ ἡμαρτημένων ἀφέσεως· ὃ δὴ καὶ τῶν κακοηθεστέρων τὴν γλῶτταν ἐπ' ἐκεῖνον ἠκόνησεν, μάλιστα δὲ τοῦτο πεποίηκεν ἡ τῶν ἐνίων μοναστῶν περὶ τοῦτο εὐλάβεια· οὐ γὰρ πάντες τὸν λόγον ἐδέξαντο, ἀλλ' οἱ πλείους τούτων ἀπεδυσπέτησαν, δεδοικότες μή τι τῶν ἀπηγορευμένων ὁ βασιλεὺς ἐργασά μενος, ἔπειτα τοῦτο ἐρυθριῶν ἐξειπεῖν, παρὰ τὸν θεῖον λόγον καταβιάζηται. Ἀλλὰ τοῦτο μὲν οὖν μέχρι τοῦ ὑπονοεῖν ἔκειτο, τὸ δὲ φαινόμενον προθυμία τις ἦν καὶ ἔφεσις τοῦ ἐντεῦθεν ἄφεσιν τῶν ἡμαρτημένων λαβεῖν.
4.38 Πολλοὶ μὲν οὖν εὖ οἶδ' ὅτι τὸν ἐκείνου βίον εἰς χρονικὰς ἱστορίας ἀνενεγκόντες ἄλλο τι παρὰ τὴν ἡμε τέραν ἴσως γραφὴν ἀφηγήσονται· ἡ γὰρ τοῦ ἐναντίου ὑπό νοια τῆς ἀληθείας μᾶλλον ἐν τοῖς κατ' ἐκεῖνον χρόνοις ἐκράτει· ἀλλ' ἐγὼ ἐν αὐτοῖς παρεντυχὼν τοῖς πράγμασι, τὰ δὲ καὶ παρὰ τῶν πεπλησιακότων ἐκείνῳ μεμαθηκὼς ὁπόσα ἀπορρητοτέραν ἔχει τὴν ἱστορίαν, δίκαιός εἰμι δικαστὴς, εἰ μή μοί τις τῶν λόγων μέμφοιτο ὧν τε τεθέαμαι καὶ ὧν ἠκηκόειν· πλὴν ἀλλὰ τὰ μὲν πλείω ὧν εἰρήκειν θύραν ἴσως ἀνοίξει γλωσσαλγίας τοῖς κακοήθεσι, περὶ δὲ ὧν μέλλω ἐρεῖν οὐκ οἶδα εἴ τις τῆς ἀληθείας ἀμφισβητήσειεν. Ἀλλ' ὅσα μὲν ἐκεῖνος πρός τε τὰς ἐμφυλίους στάσεις καὶ τοὺς ἐθνικοὺς πολέμους ᾠκονόμησε καὶ διῄτησε μακρὸν ἂν εἴη καταλέγειν, ἓν δὲ τῶν πάντων ἐκλεξάμενος, φημὶ δὴ τὸν κατὰ τῶν βαρ βάρων ἀγῶνα, κεφαλαιώδει τοῦτο ἐπιδραμοῦμαι ἐπιτομῇ.
4.39 Τὸ γὰρ δὴ γένος <τῶν Βουλγάρων> πολλοῖς πρότερον κινδύνοις καὶ μάχαις μέρος τῆς Ῥωμαίων ἐπικρα τείας γενόμενον, Βασιλείου ἐκείνου τοῦ ἐν αὐτοκράτορσι λάμψαντος λείαν, ὃ δὴ λέγεται, τὰ ἐκείνων ποιησαμένου, καὶ τὸ μὲν κράτος ἀφελομένου, ὥσπερ δὲ παντάπασιν ἠσθενηκὸς τῇ τῶν Ῥωμαίων ἰσχύϊ προσερεῖσαν, βραχύν τινα χρόνον τὴν τοιαύτην ὑπομεμενηκὸς ἧτταν, ἐπὶ τὴν προτέραν ἀλα ζονείαν παλινδρομεῖν ἐπεχείρησαν· καὶ τέως μὲν οὐκ ἐν τῷ φανερῷ ἐξέφαινε τὴν ἀποστασίαν· ἐπεὶ δέ τις τῶν ἐξ ἑτοί μου παρακινούντων τὸ ἐκείνων θράσος προσγέγονεν, ἀθρόον εἰς ἀντίπαλον ἑαυτοῖς μοῖραν κατεστήσατο.
4.40 Τὸ δὲ κινῆσαν τούτους πρὸς τὴν τοιαύτην ἀπόνοιαν, τέρας τι, ὡς ἐκείνοις ἐδόκει, τοῦ γένους αὐτῶν ἀποφύεται· ἀνὴρ τὸ μὲν γένος οὐδ' ὅσον ἀξιοῦσθαι μνήμης, ποικίλος δὲ τὴν γνώμην καὶ καταπανουργεύσασθαι τοὺς ὁμοφύλους δεινότατος, ∆ολιάνος τὸ ὄνομα, οὐκ οἶδα εἴτε πατρόθεν τῆς τοιαύτης προσηγορίας κληρονομήσας εἴθ' ἑαυτῷ τὴν κλῆσιν ἐπιφημίσας· οὗτος, ἐπειδὴ τὸ σύμπαν ἔθνος ἀποστῆναι Ῥωμαίων βεβουλευμένον διέγνωκεν, ἐρημίᾳ δὲ τοῦ ἄρξαντος καὶ πρὸς τοῦτο χειραγωγήσαντος μέχρι τῶν βεβουλευμένων ἱστάμενον, πρῶτα μὲν ἀξιολογώτατον ἑαυτὸν ἀποδείκνυσι καὶ πρὸς μὲν βουλὴν συνετώτατον, πρὸς δὲ πολεμικὴν πρᾶξιν ἐπιτηδειότατον. Ἐπεὶ δὲ ἐντεῦθεν τὰς ἐκείνων εἰλήφει γνώμας, καὶ μόνον αὐτῷ γένους ἔδει λαμπροῦ πρὸς τὴν τῆς ἡγεμονίας αἵρεσιν (ἐν ἔθει γὰρ Βουλγάροις τοὺς ἐκ βασιλείου γένους εἰς ἐπιστασίαν τοῦ ἔθνους παραλαμβάνειν), ἐπεὶ τοῦτο ᾔδει πάτριόν τε καὶ νόμιμον, εἰς τὸν Σαμουὴλ ἐκεῖνον καὶ τὸν τούτου ἀδελφὸν Ἀαρὼν, τοὺς πρὸ μικροῦ τοῦ παντὸς γένους ἄρξαντάς τε καὶ βασιλεύσαντας, ἑαυτὸν ἀναφέρει μόνον, οὐχὶ γνησίους γονὰς τῆς βασιλείου ὀσφύος προσμαρτυρήσας ἑαυτῷ, ἀλλ' οἷον παραβλάστημα τῆς ἐκεῖθεν ῥίζης ἢ πλάσας ἢ ἀποδείξας, πείθει τε εὐφυῶς, καὶ ἐπὶ τῆς ἀσπίδος ἄραντες τὴν ἀρχὴν αὐτῷ ἐγχειρίζουσι· κἀντεῦθεν τὰς μελετωμένας γνώμας δημοσιεύσαντες περιγράφουσιν ἑαυτοὺς, καὶ τὸν ἐπαυχένιον ζυγὸν τῆς Ῥωμαίων ἀρχῆς ἀπορρίψαντες ἐλευθερίαν ἑαυτοῖς αὐθαίρετον ἐπιγράφουσιν, ἐντεῦθεν ἐπιδρομάς τε καὶ λῃστείας κατὰ τῶν Ῥωμαϊκῶν χωρίων ποιούμενοι.
4.41 Εἰ μὲν οὖν εὐθὺς εἰς τὴν βασίλειον ἀρχὴν ἀνα βάντι τῷ αὐτοκράτορι ἡ τοιαύτη τοῖς βαρβάροις ἐτολμήθη ἀπόνοια, ἔγνωσαν ἂν οὐκ εἰς μακρὰν οἵῳ προσκεκρούκασιν βασιλεῖ· ἤνθει γὰρ τηνικαῦτα τὸ σῶμα ἐκείνῳ καὶ ῥωμαλέως εἶχε πρὸς τοὺς κινδύνους, καὶ οὐδὲν ἦν ἐκείνῳ πρᾶγμα εὐθύς τε τὰ ὅπλα λαβεῖν καὶ σὺν τοῖς λογάσι τῶν στρατηγῶν ἐπὶ τὴν ἐκείνων ἐληλυθέναι καὶ διδάξαι μὴ ταχέως Ῥωμαίων ἀφίστασθαι· ἐπεὶ δὲ φθίνοντι ἤδη καὶ ἀπεγνωσμένως τοῦ σώματος ἔχοντι ἡ τῆς ἀποστασίας αὕτη ὠδὶς αὐτοῖς ἐξερ ράγη, ὁπηνίκα καὶ ἡ βραχεῖα τούτῳ ἐδυσχεραίνετο κίνησις, καὶ οὐκ ἦν εὐπετῶς τὴν περιβολὴν ἐνεγκεῖν, ἔδοξάν τοι ὥσπερ ἐπὶ σκηνῆς βραχύν τινα χρόνον σχηματίσασθαι τὰ τῆς τυραννίδος καὶ ἀπολαῦσαι τῆς ὁμοιώσεως, ἕως ἂν ἐκεῖνον ἡ τῆς ψυχῆς ζέσις, ὁ περὶ τὰ καλὰ ζῆλος ἀπροσδοκήτως ἐπέρρωσαν, καὶ μετάρσιον ἄραντες ἐπ' ἐκείνους ἀπήνεγκαν.
4.42 Ὡς γὰρ ἠκηκόει τὸ πρᾶγμα, ἐβουλήθη μὲν εὐθὺς, πρὶν ἢ τὸν λόγον τῆς ἀγγελίας πέρας λαβεῖν, πόλεμόν τε κατ' ἐκείνων ἐξενεγκέσθαι καὶ αὐτὸς τῆς ὅλης προΐστασθαι παρα τάξεως· ἀντεῖχε δὲ τὸ σῶμα, καὶ ἡ νόσος εἰς τοὐναντίον ἀπῆγε τὴν γνώμην, οἵ τε τῆς πρώτης βουλῆς καὶ παντά πασιν ἀπηναντιοῦντο τοῖς ἐκείνου βουλεύμασιν, αἱ δὲ τῶν συγγενῶν παρακλήσεις οὐδ' ὅσον ἐξιέναι ἠξίουν τοῦ Ἄστεως· Ὁ δὲ ἀθύμως τε εἶχε καὶ μόνον πρὸς τὸν κατὰ τῶν Βουλ γάρων ἐσφάδαζε πόλεμον· δεινὸν γὰρ ἐποιεῖτο, καὶ ὥσπερ ἐκεῖνος εἰώθει λέγειν, εἰ μηδέν τι προσθείη τῇ βασιλείᾳ Ῥωμαίων, μέρος τι ταύτης ἀφαιρεθείη, εὐθύνεσθαί τε καὶ παρ' ἀνθρώποις ὑπώπτευε καὶ παρὰ τῷ Θεῷ, εἰ ἐπιρρᾳθυμήσας τῷ γεγονότι ἐθελοντὴς ὥσπερ παραχωρήσοι Βουλγάροις τῆς ἀποστασίας Ῥωμαίων.
{κ|4.43}}Περὶ τῆς κατὰ τῶν Βουλγάρων ἐκστρατείας τοῦ βασιλέως. Τοῦτο τὸν αὐτοκράτορα ἐπὶ μάλιστα τῶν ἀλγει νῶν ἠνία τοῦ σώματος, καὶ ἦν ἐξ ἀντιθέτου τούτων ἡ κάκωσις· τὸ μὲν γὰρ νόσημα ὤγκου τὸ σῶμα, τὸ δ' ἐπὶ τοῖς συμβεβηκόσιν ἀλγεῖν ἀντέσπα τε καὶ ἐξεκένου, καὶ δυσὶν ἐκεῖνος ἐναντίοις ἐπεμερίζετο πάθεσιν. Νικᾷ γοῦν πρὸ τῶν βαρβάρων τοὺς οἰκειοτάτους, καὶ τρόπαιον καὶ κατὰ συγγενείας καὶ κατὰ φιλίας καὶ καθ' ἑαυτοῦ ἵστησιν· ἐνισχύει γὰρ <τὸ> τοῦ σώματος ἀσθενὲς τῇ τῆς ψυχῆς προθυμίᾳ, καὶ Θεῷ ἀφεὶς ἑαυτὸν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται· βουλῆς τε κατάρχει, καὶ σκοπὸν τίθεται, καὶ πρὸς τοῦτον πάντα ποιεῖ, οὐκ εὐθὺς ἀσύντακτος δραμὼν, ἀλλ', ἵνα μὴ καθ' ἑξῆς λέγω, ἀποχρῶσαν πρότερον τὴν τοῦ στρατοῦ παρασκευὴν ἐργασάμενος· καὶ οὐδὲ πᾶσαν τὴν στρατιὰν συγκινεῖ οὐδὲ θαρρεῖ πλήθεσιν, ἀλλὰ τοὺς λογάδας τῶν στρατευμάτων ἐπιλεξάμενος καὶ τῶν στρατηγῶν τοὺς ἀκριβεστάτους τὴν στρατηγίαν, σὺν τούτοις ἐπὶ τοὺς Σκύθας χωρεῖ, κατὰ τάξιν τε προϊὼν καὶ διατάττων κατὰ στρατηγικοὺς λόγους τὴν φάλαγγα.
4.44 Ἐπεὶ δὲ πρὸς τοῖς τῶν Βουλγάρων ὁρίοις ἐγέ νετο, ἐν καλῷ τε στρατοπεδεύεται, καὶ πρῶτον μὲν βουλευ μάτων κατάρχει, εἶτα δὲ καὶ πολεμεῖν πρὸς ἐκείνους διέγνωκε, πρᾶγμα τῶν πάνυ ἀπιστουμένων, καὶ περὶ οὗ καὶ αὐτοὶ δὴ οἱ προστυχόντες ἀμφιβόλους εἶχον τὰς γνώμας· νυκτὸς γὰρ νοσοκομούμενος καὶ παρ' ἐνίαις ἀναπνοαῖς ζῶν, ἐπειδὴ <ἡ> ἡμέρα ἐπέφαινεν ἀνίστατό τε ἀθρόον ὥσπερ τινὸς ἐπιρρωνύντος, ἀνέβαινέ τε τὸν ἵππον καὶ τῆς ἕδρας εἴχετο καρτερῶς καὶ τῷ χαλινῷ τοῦτον ἐρρύθμιζε δεξιῶς, εἶτα δὲ εἵπετο συνδέων τὰ τμήματα, καὶ θαῦμα τοῖς ὁρῶσι γινό μενος.
4.45 Περὶ τῆς τοῦ Ἀλουσιάνου πρὸς τοὺς Βουλγάρους ἀποφυγῆς. Ἔτι δὲ τοῦ πολέμου ἀναβολὴν ἔχοντος, γίνεταί τι τῶν θαυμασιωτάτων καὶ τοῖς ἐκείνου μικροῦ δεῖν παρα πλήσιον· ὁ γάρ τοι χαριέστερος τῶν τοῦ Ἀαρὼν υἱέων (οὗτος δὲ βασιλεὺς ἐγεγόνει τοῦ ἔθνους), Ἀλουσιάνος τὴν κλῆσιν, τό τε ἦθος ἡδὺς καὶ τὴν γνώμην λαμπρὸς, καὶ τὴν τύχην ἐπίσημος, αἰτιώτατος τῆς νίκης τῷ βασιλεῖ γίνεται, οὐ τοῦτο βουλόμενος, ἀλλὰ πρὸς τοὐναντίον ὁρμήσας· ἀλλ' ὁ κινήσας τοῦτον Θεὸς ἐκ τῶν ἐναντίων περιποιεῖται τὴν νίκην τῷ βασιλεῖ
4.46 Οὗτος γὰρ ὁ Ἀλουσιάνος, οὐ πάνυ τι τῷ βασι λεῖ κατὰ γνώμην γενόμενος, οὔτε βουλῆς μετεῖχεν, οὔτε τινὸς ἐκοινώνει λαμπρότητος, ἀλλ' ἦν αὐτῷ προστεταγμένον ἐπ' οἴκου τε μένειν, καὶ μὴ ἄλλως εἰσιέναι εἰς τὸ Βυζάντιον, εἰ μὴ βασιλεὺς αὐτὸς ἐπικελεύσει τὴν εἴσοδον· ἀθύμως οὖν καὶ δυσμενῶς εἶχε τῷ πράγματι, ἀλλ' οὐκ ἦν ὅτι καὶ δράσειε τέως. Ἐπεὶ δὲ τὰ περὶ τοῦ ἔθνους ἐγνώκει, καὶ ὅτι ἐρημίᾳ τοῦ βασιλείου γένους τὸν νόθον καὶ πεπλασμένον ἑαυτοῖς βασιλεύειν εἵλοντο, τολμᾷ τι νεανικώτερον· καὶ κατολιγωρεῖ μὲν παίδων, στοργὴν δὲ ἀποτίθεται γυναικὸς, καὶ μηδενὶ τούτων θαρρήσας τὸ βούλευμα, ἀλλ' ὀλίγοις τισὶ τῶν περὶ αὑτὸν ὅσους ᾔδει ῥέκτας ἀτόπων ἔργων καὶ τολμητίας, ἐξ ἄκρας σχεδὸν ἑῴας ἐπὶ τὴν ἑσπέραν χωρῆσαι τολμᾷ, καὶ, ἵνα μηδὲν γνωσθείη, μηδὲ τοῖς ἐν τῇ πόλει κατάδηλος γένοιτο, μεταμφιέννυσι παντάπασιν ἑαυτὸν, οὐ τὰ μὲν ἀφελὼν, τὰ δ' ἀφεὶς τῷ σώματι τῆς ἀρχαίας περιβολῆς, ἀλλὰ σχηματισάμενος κατὰ τὸν μισθοφόρων τρόπον τοὺς πάντων διέλαθεν ὀφθαλμούς.
4.47 Τῷ γοῦν τοῦ λόγου πατρὶ, ὡς ὕστερόν μοι εἰρήκει, δίς που καὶ τρὶς ἐπὶ τῆς μεγαλοπόλεως προσεγέ νετο· ἦν γάρ μοι ἐθὰς ὁ ἀνὴρ, καί με ἠσπάζετο εὐμενῶς, ἀλλ' οὐδ' ὣς ἐγνώκειν, ὥσπερ οὐδ' ἄλλος τις οἷς ἐκεῖνος πεπλησίακε. ∆ιέδρα οὖν καὶ τὴν πολυόμματον τοῦ ὀρφα νοτρόφου δύναμιν, καὶ οὐδὲ τούτῳ γέγονεν ἁλωτός· καίτοι γε ἀφανὴς ἀθρόον γενόμενος τὰς τῶν κρατούντων γνώμας διήγειρεν, εἴ πως ἔνεστιν τοῦτον εὑρεῖν τε καὶ κατασχεῖν· καὶ, ἵν' οὕτως εἴποιμι, πάντας λαθὼν ὀφθαλμοὺς ἐπὶ τῆς τῶν Βουλγάρων γίνεται γῆς, καὶ οὐκ εὐθὺς ἑαυτὸν δῆλον τοῖς πολλοῖς καθιστᾷ, ἀλλ' ἐν μέρει τισὶ προσιὼν, καὶ περὶ τοῦ πατρὸς ὡς περὶ ἀλλοτρίου λόγον ποιούμενος, καὶ τὴν ἐκείνου γενεὰν αἴρων, καὶ λαμβάνων διάπειραν ὡς εἴ γέ τις τῶν ἐκείνου παίδων ἐνταυθοῖ ἐγεγόνει, πότερον ἀνθείλοντο οἱ ἀποστατήσαντες τοῦ νόθου τὸν γνήσιον, ἢ ἐπειδὴ οὗτος τῶν ὅλων προέστη, ἐν καρὸς ἐκεῖνος ἐλογίσθη μοίρᾳ;
4.48 Ἐπεὶ δὴ πάντας ἑώρα τοῦ ἀμφιβόλου τὸν ἀποδεδειγμένον προκρίνοντας, τολμᾷ πως ἑνὶ τούτων, ὃν μᾶλλον ἐγνώκει περὶ τὸ γένος θερμότερον, ἑαυτὸν μυστη ριωδῶς ἀνειπεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσας εὐθὺς πρὸς ἐκεῖνον, ἦν γὰρ ἀκριβῶς αὐτὸν ἐπιστάμενος, καὶ τὸ εἶδος ἀναλαβὼν προσπίπτει τοῖς ἐκείνου γόνασι καὶ τοὺς πόδας καταφιλεῖ, ἔπειτά τι καὶ κρύφιον ἀπαιτεῖ γνώρισμα, ἵνα παντάπασιν ἀνενδοίαστος μένῃ· τὸ δὲ ἦν χρῶμά τι μέλαν τοῦ δεξιοῦ κατακεχυμένον ἀγκῶνος τριχὶ δασείᾳ ἐξηνθηκός· ὡς δὲ καὶ τοῦτο εἶδεν, ἔτι μᾶλλον προσφὺς τὸν τράχηλόν τε τούτου καὶ τὸ στῆθος καταφιλεῖ, καὶ δεξιῶς ἄμφω τὸ ἔργον μεταχειρίζονται· ἑκάστοις γοῦν προσιόντες ἐν μέρει τὴν φήμην ἐπηύξησαν, καὶ πρὸς τὸ γνήσιον οἱ πλείους σπέρμα τὰς γνώμας μετέθεσαν. Γέγονεν οὖν ὡσανεὶ πολυαρχία ἡ μοναρχία, τῶν μὲν τοῦτον, τῶν δὲ ἐκεῖνον αἱρουμένων· εἶτα δὴ καὶ πρὸς ἀλλήλους σπεύδονται, καὶ τοὺς ἡγεμόνας ἀλλήλοις καταλλάττουσι, κἀντεῦθεν ὁμο διαίτω μὲν ἤστην, ἀλλήλοιν δὲ διελεγέσθην,πλὴν ἅτερος τὸν ἄλλον ὑπώπτευεν.
4.49 9 Ἀλλὰ φθάνει τὴν τοῦ ∆ολιάνου ὁ Ἀλουσιάνος ἐπιβουλὴν, καὶ συλλαβὼν ἀθρόον τῆς τε ῥινὸς καὶ τῶν ὀφθαλ μῶν ἀφαιρεῖται, μαγειρικῇ σφαγίδι ἄμφω συνεξελὼν, καὶ περιΐσταται τὸ Σκυθικὸν εἰς μίαν αὖθις ἀρχήν. Καὶ ὁ Ἀλουσιάνος οὐκ εὐθὺς τῷ βασιλεῖ προσχωρεῖ, ἀλλὰ τὰς δυνάμεις λαβὼν κατ' ἐκείνου χωρεῖ, καὶ προσβαλὼν ἡττᾶται, καὶ φυγὼν σῴζεται· εἶτα δὴ γνοὺς ὡς οὐκ ἂν ἐκ τοῦ ῥᾴστου τῷ βασιλεῖ Ῥωμαίων ἀντιπαρατάξαιτο, μνήμην καὶ τῶν φιλ τάτων λαβὼν, δι' ἀπορρήτων γνωρίζει τῷ βασιλεῖ, ὡς εἴ γε καὶ εὐμενείας τύχοι καὶ τῆς ἄλλης λαμπρότητος, ἑαυτόν τε ἐκείνῳ καὶ τὰ αὑτοῦ ἐγχειρίσοι πράγματα. ∆έχεται τὸν λόγον ὁ βασιλεὺς, καὶ αὖθις ἀπορρητοτέρως αὐτῷ ὡς ἐβού λετο διαλέγεται· καὶ οὕτω δὴ τὸ δεύτερον ὡς παραταξόμε νος προσιὼν, ἀθρόον τὴν ἰδίαν μεθίησι φάλαγγα καὶ τῷ βασιλεῖ προσχωρεῖ. Καὶ τοῦτον μὲν τῆς πρώτης τιμῆς ἀξιώσας ὁ αὐτοκράτωρ ἀναπέμπει εἰς τὸ Βυζάντιον, τό γέ τοι ἔθνος, διαφόροις πολέμοις διεσπασμένον ἤδη καὶ οὔπω τετυχηκὸς ἄρχοντος, τρέπεταί τε καὶ καταπολεμεῖ καὶ ὑπή κοον αὖθις τῆς ἀφ' ἧς ἀπεστάτησε τίθησι, καὶ λαμπρὸς εἰς τὰ βασίλεια ἀναζεύγνυσιν, αἰχμαλώτους τε ἄγων πολλοὺς, καὶ δῆτα τοὺς παρ' ἐκείνοις σεμνοτάτους, καὶ αὐτὸν δὴ τὸν νόθον ἐκείνοις ἀρχηγὸν τήν τε ῥῖνα διαλελωβημένον καὶ ἀπεστερημένον τῶν ὀφθαλμῶν.
4.50 Εἴσεισι γοῦν τὸ Ἄστυ λαμπρὸς, ἁπάσης προχυθείσης αὐτῷ τῆς Πόλεως· ἐθεασάμην γοῦν τοῦτον ἐγὼ τηνικαῦτα ὥσπερ ἐν ἐκφορᾷ ἐπὶ τοῦ ἵππου σαλεύοντα· οἱ γοῦν τὸν χαλινὸν κατέχοντες τούτῳ δάκτυλοι τοῖς τῶν γιγάντων ἐῴκεισαν, βραχίονος γὰρ ἕκαστος ἀπέσῳζε πάχος καὶ μέγε θος (εἰς τοσοῦτον γὰρ αὐτῷ τὸ σπλάγχνον κεκάκωτο)· τὸ δὲ πρόσωπον οὐδ' ἴχνος τι τῆς ἀρχαίας αὐτῷ ἔσῳζεν ὁμοιότη τος. Καὶ οὕτως δὴ ἀποκομισθεὶς εἰς τὰ ἀνάκτορα θρίαμβον κατάγει λαμπρὸν, ἐπὶ μέσου θεάτρου τοὺς αἰχμαλώτους δια βιβάσας καὶ δείξας Ῥωμαίοις, ὅτι προθυμία νεκροὺς ἀν ίστησι, καὶ ὁ περὶ τὰ καλὰ ζῆλος τὴν τοῦ σώματος ἀτονίαν νικᾷ.
4.51 Ἀλλ' οὐκ ἦν μέχρι παντὸς ἐγκρατὴς εἶναι τῆς φύσεως, οὐδὲ τοῦ νοσήματος κρείττων καὶ ἰσχυρότερος· ὃ δὴ κρυφίως καὶ κατὰ βραχὺ προσέρπον εἰς αὐτὴν τὴν λύσιν ἀπήντησεν τοῦ δεσμοῦ· ἀλλ' οἱ περὶ τὸν αὐτοκράτορα τέως μὲν κρύπτειν ἐπεχείρουν τὰ κατ' αὐτὸν, καὶ βουλὴν ἐποι οῦντο περὶ καταστάσεως, ἵνα μή τι νεωτερισθείη τοῖς πράγ μασιν· ἐπεὶ δὲ πανταχῆ τὸ πάθος ἐξήγγελτο καὶ ἡ φήμη τὴν ξύμπασαν Πόλιν κατέλαβεν, οὐδ' αὐτοῖς ἔτι ἐμεμενήκει τὰ δόξαντα, ἀλλὰ τοῦ πῶς ἂν μὴ ἐκφύγοι τούτους τὰ τῆς βασιλείας πράγματα ἐφρόντιζόν τε καὶ ἐβουλεύοντο. Καὶ οὗτοι μὲν ἐν τούτοις.
4.52 Περὶ τῆς τοῦ βασιλέως ἀποκάρσεως. Ὁ δέ γε αὐτοκράτωρ πρὸ τῆς ἐκ τοῦ σώματος μεταθέσεως ἑτέραν ζητεῖ πνευματικωτέραν μετάθεσιν· καὶ καταφρονεῖ μὲν βασιλείας, ἧς καὶ μετὰ βραχὺ ἀπαλλαγή σεσθαι ἔμελλε, κρείττων δὲ ξυμπάσης γίνεται σχέσεως καὶ πρὸς τὸν Θεὸν μετατίθεται· ἵνα δὲ μὴ ὀχλοῖτο μετατιθέμε νος καὶ τὰς ὁμολογίας διδοὺς τῷ Θεῷ, τῶν βασιλείων ἀπάρας ἐφ' ὅπερ αὐτὸς ἱδρύσατο μοναστήριον παραγίνεται, μᾶλλον δὲ τοῖς ἀχθοφοροῦσι μετακομίζεται· καὶ ἐπειδὴ ἐντὸς ἐγε γόνει τοῦ φροντιστηρίου καὶ τοῦ νεὼ ἐρείσας ἐδάφει ἱκετη ρίαν τίθεται τῷ Θεῷ, εὐπρόσδεκτον αὐτὸν φανῆναι θῦμα καὶ καθαρὸν δεχθῆναι μετὰ τὴν τελείωσιν, Οὕτω τοίνυν ἐξιλεω σάμενος ἑαυτῷ τὸ θεῖον καὶ ἐξευμενίσας, τοῖς θύταις ἑαυ τὸν καὶ σφαγιασταῖς τοῦ ἐθελοθύτου καλλιερήματος δίδωσιν· οἳ δὲ, περιστάντες αὐτὸν ἑκατέρωθεν καὶ τὰς πρωτουργοὺς εὐχὰς τοῦ θύματος τῷ Κρείττονι ἐξυμνήσαντες, περιδύουσι μὲν αὐτὸν τὴν βασίλειον ἐσθῆτα καὶ περιπόρφυρον, καὶ ἐπενδύουσι τὸ ἱερὸ δέρας Χριστοῦ, τήν τε καλύπτραν τῆς κεφαλῆς ἀφελόμενοι τὴν τοῦ σωτηρίου περικεφαλαίαν ἐπι τιθέασιν· εἶτα δὴ καὶ τῷ σταυρῷ καθοπλίσαντες στήθη τε καὶ μετάφρενα καὶ ἀνδρικῶς περιζώσαντες κατὰ τῶν πνευ μάτων τῆς πονηρίας ἀφιᾶσι. Τό γ' οὖν ὅσον ἐπὶ τῇ ἐκείνου προθυμίᾳ καὶ τῷ βουλήματι.
4.53 Ὁ μὲν οὖν ὡς ἐς κρείττονα ζωὴν μεταθέμενος ἔχαιρέ τε καὶ ἠγαλλιᾶτο, καὶ οἷον κοῦφος καὶ εὔδρομος πρὸς τὴν πορείαν ἐγεγόνει τοῦ πνεύματος· τὸ <δὲ> περὶ αὐτὸν οἰκίδιον, καὶ μάλιστα ὁ πρεσβύτερος ἀδελφὸς, νέφος πάντας ἀθυμίας κατέσχεν, ὥστε μὴ δύνασθαι κατασχεῖν τοὺς ἐκ συμπαθείας ὀλοφυρμούς. Ἀλλ' οὐδ' ἡ βασιλὶς κρείτ των ἐγεγόνει τοῦ πάθους, ἀλλ', ἐπειδή περ τοῦτο παρά του μεμαθήκει, κατατολμᾷ μὲν πάσης ἄρρενος ὄψεως, τὴν δὲ φύσιν παραβιάζεται καὶ πεζῇ πρὸς ἐκεῖνον ἄπεισιν· ὁ δὲ εἴτ' αἰσχυνόμενος οἵων αὐτῇ κακῶν αἴτιος ἐγεγόνει, ἢ λήθην καὶ ταύτης διὰ τὴν πρὸς τὸν Θεὸν μνήμην λαβόμενος, οὐ συγχωρεῖ ταύτῃ τὴν πρὸς αὑτὸν εἴσοδον.
4.54 Καὶ ἡ μὲν αὖθις ἀπῆλθε πρὸς τὰ βασίλεια· ὁ δὲ, ἐπειδὴ καιρὸς εὐχῆς ἐκάλει καὶ πρὸς τοὺς συνήθεις ἦν ἀπαντᾶν ὕμνους, ἠρέμα τῆς κλίνης ὑπεξανίστατο, καὶ μέλ λων ἤδη τοὺς πόδας ὑποδεδέσθαι, ἐπειδὴ μὴ παρεσκεύαστο τούτῳ τὰ συνήθη τοῖς μοναχοῖς τῶν ὑποδημάτων σκύτη, ἀλλ' ἀμετάλλακτα ἦν τὰ τῆς προτέρας σκηνῆς, δυσχεραίνει τὸ ἀπαράσκευον, καὶ γυμνοῖς τοῖς ποσὶ βαδίζει πρὸς νεὼν, ἐπερειδόμενος ἑκατέρωθεν, ἀσθμαίνων ἤδη καὶ τὰς ἐσχάτας ἀναπέμπων ἀναπνοάς. Οὕτω τοιγαροῦν αὖθις ἐπὶ τὴν εὐνὴν ὑποστρέψας καὶ κατακλιθεὶς, εἶτα δὴ καὶ βραχύ τι κατασι γάσας, ἅτε τῆς φωνῆς ἐπισχεθείσης αὐτῷ καὶ ἐκλελοιπότος τοῦ πνεύματος, ἀφῆκε τὴν ψυχὴν τῷ Θεῷ, πλεῖστα μὲν ἐπὶ τῆς βασιλείας καὶ πράξας καὶ βουλευσάμενος, οὐ πλειόνων δὲ διαμαρτίαν ἐσχηκώς· ἃ δὴ καὶ αὐτὸς ἀντεξετάζων καὶ παράλληλα κρίνων, πλείω τὰ κατωρθωμένα τῶν διημαρτη μένων εὑρίσκω· καὶ οὔ μοι δοκεῖ τὸν ἄνδρα ἐκεῖνον καὶ τῆς κρείττονος διημαρτηκέναι, ἀλλ' ἀμείνονος ἐπιτυχεῖν λή ξεως.
4.55 Τελευτᾷ γοῦν ἐπὶ μεγάλῳ κατορθώματι τὸν βίον, ἑπτὰ ἔτη τὴν βασιλείαν κατεσχηκὼς, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ καθ' ἣν τῆς κρείττονος τετύχηκε μεταθέσεως, καὶ τῷ φυσικῷ τῆς ζωῆς τελειωθεὶς πέρατι, ἐκφορᾶς ἢ ταφῆς περιττοτέ ρας οὐ γενομένης αὐτῷ· τέθαπται δὲ ἐν αὐτῷ τῷ νεῷ εἰσιόντι κατὰ τὴν λαιὰν πλευρὰν ἔξωθεν τοῦ ἱεροῦ βήματος.