Προς την Λάκριτον Παραγραφήν: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 21:
{{χ|9}} Βούλομαι οὖν, ὦ ἄνδρες δικασταί, τῆς συγγραφῆς ἀκοῦσαι ὑμᾶς πρῶτον, καθ᾽ ἣν ἐδανείσαμεν τὰ χρήματα, καὶ τῶν μαρτύρων τῶν παραγενομένων τῷ δανείσματι· ἔπειτα περὶ τῶν ἄλλων ἐπιδείξομεν, οἷα ἐτοιχωρύχησαν οὗτοι περὶ τὸ δάνειον. Λέγε τὴν συγγραφήν, εἶτα τὰς μαρτυρίας.
 
{{χ|10}} ΣυγγραφήἐδάνεισανΣυγγραφή ἐδάνεισαν Ἀνδροκλῆς Σφήττιος καὶ Ναυσικράτης Καρύστιος Ἀρτέμωνι καὶ Ἀπολλοδώρῳ Φασηλίταις ἀργυρίου δραχμὰς τρισχιλίας Ἀθήνηθεν εἰς Μένδην ἢ Σκιώνην, καὶ ἐντεῦθεν εἰς Βόσπορον, ἐὰν δὲ βούλωνται, τῆς ἐπ᾽ ἀριστερὰ μέχρι Βορυσθένους, καὶ πάλιν Ἀθήναζε, ἐπὶ διακοσίαις εἴκοσι πέντε τὰς χιλίας, ἐὰν δὲ μετ᾽ Ἀρκτοῦρον ἐκπλεύσωσιν ἐκ τοῦ Πόντου ἐφ᾽ Ἱερόν, ἐπὶ τριακοσίαις τὰς χιλίας, ἐπὶ οἴνου κεραμίοις Μενδαίοις τρισχιλίοις, ὃς πλεύσεται ἐκ Μένδης ἢ Σκιώνης ἐν τῇ εἰκοσόρῳ ἣν Ὑβλήσιος ναυκληρεῖ.
 
{{χ|11}} Ὑποτιθέασι δὲ ταῦτα, οὐκ ὀφείλοντες ἐπὶ τούτοις ἄλλῳ οὐδενὶ οὐδὲν ἀργύριον, οὐδ᾽ ἐπιδανείσονται. Καὶ ἀπάξουσι τὰ χρήματα τὰ ἐκ τοῦ Πόντου ἀντιφορτισθέντα Ἀθήναζε πάλιν ἐν τῷ αὐτῷ πλοίῳ ἅπαντα. Σωθέντων δὲ τῶν χρημάτων Ἀθήναζε, ἀποδώσουσιν οἱ δανεισάμενοι τοῖς δανείσασι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφὴν ἡμερῶν εἴκοσιν, ἀφ᾽ ἧς ἂν ἔλθωσιν Ἀθήναζε, ἐντελὲς πλὴν ἐκβολῆς, ἣν ἂν οἱ σύμπλοι ψηφισάμενοι κοινῇ ἐκβάλωνται, καὶ ἄν τι πολεμίοις ἀποτείσωσιν· τῶν δ᾽ ἄλλων ἁπάντων ἐντελές. Καὶ παρέξουσι τοῖς δανείσασι τὴν ὑποθήκην ἀνέπαφον κρατεῖν, ἕως ἂν ἀποδῶσι τὸ γιγνόμενον ἀργύριον κατὰ τὴν συγγραφήν.
Γραμμή 27:
{{χ|12}} Ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῷ συγκειμένῳ χρόνῳ, τὰ ὑποκείμενα τοῖς δανείσασιν ἐξέστω ὑποθεῖναι καὶ ἀποδόσθαι τῆς ὑπαρχούσης τιμῆς· καὶ ἐάν τι ἐλλείπῃ τοῦ ἀργυρίου, ὃ δεῖ γενέσθαι τοῖς δανείσασι κατὰ τὴν συγγραφήν, παρὰ Ἀρτέμωνος καὶ Ἀπολλοδώρου ἔστω ἡ πρᾶξις τοῖς δανείσασι καὶ ἐκ τῶν τούτων ἁπάντων, καὶ ἐγγείων καὶ ναυτικῶν, πανταχοῦ ὅπου ἂν ὦσι, καθάπερ δίκην ὠφληκότων καὶ ὑπερημέρων ὄντων, καὶ ἑνὶ ἑκατέρῳ τῶν δανεισάντων καὶ ἀμφοτέροις.
 
{{χ|13}} Ἐὰν δὲ μὴ εἰσβάλωσι, μείναντες ἐπὶ κυνὶ ἡμέρας δέκα ἐν Ἑλλησπόντῳ, ἐξελόμενοι ὅπου ἂν μὴ σῦλαι ὦσιν Ἀθηναίοις, καὶ ἐντεῦθεν καταπλεύσαντες Ἀθήναζε τοὺς τόκους ἀποδόντων τοὺς πέρυσι γραφέντας εἰς τὴν συγγραφήν. Ἐὰν δέ τι ἡ ναῦς πάθῃ ἀνήκεστον ἐν ᾗ ἂν πλέῃ τὰ χρήματα, σωτηρία δ᾽ ἔσται τῶν ὑποκειμένων, τὰ περιγενόμενα κοινὰ ἔστω τοῖς δανείσασιν. Κυριώτερον δὲ περὶ τούτων ἄλλο μηδὲν εἶναι τῆς συγγραφῆς. Μάρτυρες· Φορμίων Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεύς.
 
{{χ|14}} Λέγε δὴ καὶ τὰς μαρτυρίας.ΜαρτυρίαιἈρχενομίδης Μαρτυρίαι Ἀρχενομίδης Ἀρχεδάμαντος Ἀναγυράσιος μαρτυρεῖ συνθήκας παρ᾽ ἑαυτῷ καταθέσθαι Ἀνδροκλέα Σφήττιον, Ναυσικράτην Καρύστιον, Ἀρτέμωνα, Ἀπολλόδωρον Φασηλίτας, καὶ εἶναι παρ᾽ ἑαυτῷ ἔτι κειμένην τὴν συγγραφήν. Λέγε δὴ καὶ τὴν τῶν παραγενομένων μαρτυρίαν.ΜαρτυρίαΘεόδοτος Μαρτυρία Θεόδοτος ἰσοτελής, Χαρῖνος Ἐπιχάρους Λευκονοεύς, Φορμίων Κτησιφῶντος Πειραιεύς, Κηφισόδοτος Βοιώτιος, Ἡλιόδωρος Πιθεὺς μαρτυροῦσι παρεῖναι, ὅτ᾽ ἐδάνεισεν Ἀνδροκλῆς Ἀπολλοδώρῳ καὶ Ἀρτέμωνι ἀργυρίου τρισχιλίας δραχμάς, καὶ εἰδέναι τὴν συγγραφὴν καταθεμένους παρὰ Ἀρχενομίδῃ Ἀναγυρασίῳ.
 
{{χ|15}} Κατὰ τὴν συγγραφὴν ταύτην, ὦ ἄνδρες δικασταί, ἐδάνεισα τὰ χρήματα Ἀρτέμωνι τῷ τούτου ἀδελφῷ, κελεύοντος τούτου καὶ ἀναδεχομένου ἅπαντα ἔσεσθαί μοι τὰ δίκαια κατὰ τὴν συγγραφήν, καθ᾽ ἣν ἐδάνεισα τούτου αὐτοῦ γράφοντος καὶ συσσημηναμένου, ἐπειδὴ ἐγράφη. Οἱ μὲν γὰρ ἀδελφοὶ οἱ τούτου ἔτι νεώτεροι ἦσαν, μειράκια κομιδῇ, οὑτοσὶ δὲ Λάκριτος Φασηλίτης, μέγα πρᾶγμα, Ἰσοκράτους μαθητής·
Γραμμή 41:
{{χ|19}} Γέγραπται μὲν ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἧς ὑμεῖς ἀκηκόατε· οὗτοι δὲ ἀντὶ τῶν τρισχιλίων κεραμίων οὐδὲ πεντακόσια κεράμια εἰς τὸ πλοῖον ἐνέθεντο, ἀλλ᾽ ἀντὶ τοῦ ἠγοράσθαι αὐτοῖς τὸν οἶνον, ὅσον προσῆκεν, τοῖς χρήμασιν ἐχρῶντο ὅ τι ἐδόκει τούτοις, τὰ δὲ κεράμια τὰ τρισχίλια οὐδ᾽ ἐμέλλησαν οὐδὲ διενοήθησαν ἐνθέσθαι εἰς τὸ πλοῖον κατὰ τὴν συγγραφήν. Ὅτι δ᾽ ἀληθῆ ταῦτα λέγω, λαβὲ τὴν μαρτυρίαν τῶν συμπλεόντων ἐν τῷ αὐτῷ πλοίῳ τούτοις.
 
{{χ|20}} ΜαρτυρίαἘρασικλῆςΜαρτυρία Ἐρασικλῆς μαρτυρεῖ κυβερνᾶν τὴν ναῦν ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ εἰδέναι Ἀπολλόδωρον ἀγόμενον ἐν τῷ πλοίῳ οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, καὶ οὐ πλείω· ἄλλο δὲ μηδὲν ἀγώγιμον ἄγεσθαι ἐν τῷ πλοίῳ Ἀπολλόδωρον εἰς τὸν Πόντον. Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν ἐν τῇ Ὑβλησίου νηὶ διοπεύων τὴν ναῦν, καὶ εἰδέναι Ἀπολλόδωρον τὸν Φασηλίτην ἀγόμενον ἐν τῷ πλοίῳ ἐκ Μένδης εἰς τὸν Πόντον οἴνου Μενδαίου κεράμια τετρακόσια πεντήκοντα, ἄλλο δὲ μηδὲν φορτίον. Πρὸς τούσδ᾽ ἐξεμαρτύρησεν· Ἀρχιάδης Μνησωνίδου Ἀχαρνεύς, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Εὐμάριχος Εὐβοίου Ἑστιαιόθεν, Φιλτάδης Κτησίου Ξυπεταιών, Διονύσιος Δημοκρατίδου Χολλῄδης.
 
{{χ|21}} Περὶ μὲν οὖν τοῦ πλήθους τοῦ οἴνου, ὅσον ἔδει αὐτοὺς ἐνθέσθαι εἰς τὸ πλοῖον, ταῦτα διεπράξαντο, καὶ ἤρξαντο εὐθὺς ἐντεῦθεν ἀπὸ τοῦ πρώτου γεγραμμένου παραβαίνειν καὶ μὴ ποιεῖν τὰ γεγραμμένα. Μετὰ δὲ ταῦτ᾽ ἔστιν ἐν τῇ συγγραφῇ ὅτι ὑποτιθέασιν ταῦτα ἐλεύθερα καὶ οὐδενὶ οὐδὲν ὀφείλοντες, καὶ ὅτι οὐδ᾽ ἐπιδανείσονται ἐπὶ τούτοις παρ᾽ οὐδενός. Ταῦτα διαρρήδην γέγραπται, ὦ ἄνδρες δικασταί.
Γραμμή 47:
{{χ|22}} οὗτοι δὲ τί ἐποίησαν ἀμελήσαντες τῶν γεγραμμένων ἐν τῇ συγγραφῇ δανείζονται παρά τινος νεανίσκου, ἐξαπατήσαντες ὡς οὐδενὶ οὐδὲν ὀφείλοντες· καὶ ἡμᾶς τε παρεκρούσαντο καὶ ἔλαθον δανεισάμενοι ἐπὶ τοῖς ἡμετέροις, ἐκεῖνόν τε τὸν νεανίσκον τὸν δανείσαντα ἐξηπάτησαν ὡς ἐπ᾽ ἐλευθέροις τοῖς χρήμασιν δανειζόμενοι· τοιαῦτα τούτων ἐστὶν τὰ κακουργήματα. Ταῦτα δὲ πάντ᾽ ἐστὶν τὰ σοφίσματα Λακρίτου τουτουί. Ὅτι δὲ ἀληθῆ λέγω καὶ ἐπεδανείσαντο χρήματα παρὰ τὴν συγγραφήν, μαρτυρίαν ἀναγνώσεται ὑμῖν αὐτοῦ τοῦ ἐπιδανείσαντος.
 
{{χ|23}} λέγε τὴν μαρτυρίαν.ΜαρτυρίαἌρατος Μαρτυρία Ἄρατος Ἁλικαρνασσεὺς μαρτυρεῖ δανεῖσαι Ἀπολλοδώρῳ ἕνδεκα μνᾶς ἀργυρίου ἐπὶ τῇ ἐμπορίᾳ, ἣν ἦγεν ἐν τῇ Ὑβλησίου νηὶ εἰς τὸν Πόντον, καὶ τοῖς ἐκεῖθεν ἀνταγορασθεῖσι, καὶ μὴ εἰδέναι αὐτὸν δεδανεισμένον παρὰ Ἀνδροκλέους ἀργύριον· οὐ γὰρ ἂν δανεῖσαι αὐτὸς Ἀπολλοδώρῳ τὸ ἀργύριον.
 
{{χ|24}} Αἱ μὲν πανουργίαι τοιαῦται τῶν ἀνθρώπων τούτων εἰσίν. Γέγραπται δὲ μετὰ ταῦτα ἐν τῇ συγγραφῇ, ὦ ἄνδρες δικασταί, ἐπειδὰν ἀποδῶνται ἐν τῷ Πόντῳ ἃ ἦγον, πάλιν ἀνταγοράζειν χρήματα καὶ ἀντιφορτίζεσθαι καὶ ἀπάγειν Ἀθήναζε τὰ ἀντιφορτισθέντα, καὶ ἐπειδὰν ἀφίκωνται Ἀθήναζε, ἀποδοῦναι εἴκοσιν ἡμερῶν τὸ ἀργύριον ἡμῖν δόκιμον· ἕως δ᾽ ἂν ἀποδῶσιν, κρατεῖν τῶν χρημάτων ἡμᾶς, καὶ ἀνέπαφα ταῦτα παρέχειν τούτους, ἕως ἂν ἀπολάβωμεν.
Γραμμή 65:
{{χ|31}} Καὶ ἡμεῖς, ὦ ἄνδρες δικασταί, ἠγανακτοῦμεν ἐπὶ τοῖς λεγομένοις, πλέον δὲ οὐδὲν ἦν ἀγανακτοῦσιν ἡμῖν· τούτοις γὰρ οὐδ᾽ ὁτιοῦν ἔμελεν. Οὐδὲν δ᾽ ἧττον ἠρωτῶμεν αὐτούς, ὅντινα τρόπον ἀπολωλότα εἴη τὰ χρήματα. Λάκριτος δὲ οὑτοσὶ ναυαγῆσαι ἔφη τὸ πλοῖον παραπλέον ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν, ναυαγήσαντος δὲ τοῦ πλοίου ἀπολωλέναι τὰ χρήματα τοῖς ἀδελφοῖς τοῖς ἑαυτοῦ, ἃ ἔτυχεν ἐν τῷ πλοίῳ ἐνόντα· ἐνεῖναι δὲ τάριχός τε καὶ οἶνον Κῷον καὶ ἄλλ᾽ ἄττα, καὶ ταῦτα ἔφασαν πάντα ἀντιφορτισθέντα μέλλειν ἀπάγειν Ἀθήναζε, εἰ μὴ ἀπώλετο ἐν τῷ πλοίῳ.
 
{{χ|32}} Καὶ ἃ μὲν ἔλεγεν, ταῦτ᾽ ἦν· ἄξιον δὲ ἀκοῦσαι τὴν βδελυρίαν τῶν ἀνθρώπων τούτων καὶ τὴν ψευδολογίαν. Πρός τε γὰρ τὸ πλοῖον τὸ ναυαγῆσαν οὐδὲν ἦν αὐτοῖς συμβόλαιον, ἀλλ᾽ ἦν ἕτερος ὁ δεδανεικὼς Ἀθήνηθεν ἐπὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον καὶ ἐπ᾽ αὐτῷ τῷ πλοίῳ (Ἀντίπατρος ὄνομα ἦν τῷ δεδανεικότι, Κιτιεὺς τὸ γένοσγένος)· τό τε οἰνάριον τὸ Κῷον ὀγδοήκοντα στάμνοι ἐξεστηκότος οἴνου, καὶ τὸ τάριχος ἀνθρώπῳ τινὶ γεωργῷ παρεκομίζετο ἐν τῷ πλοίῳ ἐκ Παντικαπαίου εἰς Θεοδοσίαν τοῖς ἐργάταις τοῖς περὶ τὴν γεωργίαν χρῆσθαι. Τί οὖν ταύτας τὰς προφάσεις λέγουσιν οὐδὲν γὰρ προσήκει.
 
{{χ|33}} καί μοι λαβὲ τὴν μαρτυρίαν, πρῶτον μὲν τὴν Ἀπολλωνίδου, ὅτι Ἀντίπατρος ἦν ὁ δανείσας ἐπὶ τῷ πλοίῳ, τούτοις δ᾽ οὐδ᾽ ὁτιοῦν προσήκει τῆς ναυαγίας, ἔπειτα τὴν Ἐρασικλέους καὶ τὴν Ἱππίου, ὅτι ὀγδοήκοντα μόνον κεράμια παρήγετο ἐν τῷ πλοίῳ.ΜαρτυρίαιἈπολλωνίδης Μαρτυρίαι Ἀπολλωνίδης Ἁλικαρνασσεὺς μαρτυρεῖ εἰδέναι δανείσαντα Ἀντίπατρον, Κιτιέα τὸ γένος, χρήματα Ὑβλησίῳ εἰς τὸν Πόντον ἐπὶ τῇ νηὶ ἣν Ὑβλήσιος ἐναυκλήρει, καὶ τῷ ναύλῳ τῷ εἰς τὸν Πόντον· κοινωνεῖν δὲ καὶ αὑτὸν τῆς νεὼς Ὑβλησίῳ, καὶ συμπλεῖν ἑαυτοῦ οἰκέτας ἐν τῇ νηί, καὶ ὅτε διεφθάρη ἡ ναῦς, παρεῖναι τοὺς οἰκέτας τοὺς ἑαυτοῦ καὶ ἀπαγγέλλειν ἑαυτῷ, καὶ ὅτι ἡ ναῦς κενὴ διεφθάρη παραπλέουσα εἰς Θευδοσίαν ἐκ Παντικαπαίου.
 
{{χ|34}} Ἐρασικλῆς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ κυβερνῶν τὴν ναῦν εἰς τὸν Πόντον, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, εἰδέναι κενὴν τὴν ναῦν παραπλέουσαν, καὶ Ἀπολλοδώρου αὐτοῦ τοῦ φεύγοντος νυνὶ τὴν δίκην μὴ εἶναι οἶνον ἐν τῷ πλοίῳ, ἀλλὰ παράγεσθαι τῶν ἐκ Θευδοσίας τινὶ οἴνου Κῷα κεράμια περὶ ὀγδοήκοντα. Ἱππίας Ἀθηνίππου Ἁλικαρνασσεὺς μαρτυρεῖ συμπλεῖν Ὑβλησίῳ διοπεύων τὴν ναῦν, καὶ ὅτε παρέπλει ἡ ναῦς εἰς Θευδοσίαν ἐκ Παντικαπαίου, ἐνθέσθαι Ἀπολλόδωρον εἰς τὴν ναῦν ἐρίων ἀγγεῖον ἓν ἢ δύο καὶ ταρίχους κεράμια ἕνδεκα ἢ δώδεκα καὶ δέρματ᾽ αἴγεια, δύο δέσμας ἢ τρεῖς, ἄλλο δ᾽ οὐδέν. Πρὸς τούσδ᾽ ἐξεμαρτύρησεν· Εὐφίλητος Δαμοτίμου Ἀφιδναῖος, Ἱππίας Τιμοξένου Θυμαιτάδης, Σώστρατος Φιλίππου Ἑστιαιόθεν, Ἀρχενομίδης Στράτωνος Θριάσιος, Φιλτάδης Κτησικλέους Ξυπεταιών.
 
{{χ|35}} Ἡ μὲν ἀναίδεια τοιαύτη τῶν ἀνθρώπων τούτων ἐστίν. Ὑμεῖς δέ, ὦ ἄνδρες δικασταί, ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, εἴ τινας πώποτ᾽ ἴστε ἢ ἠκούσατε οἶνον Ἀθήναζε ἐκ τοῦ Πόντου κατ᾽ ἐμπορίαν εἰσαγαγόντας, ἄλλως τε καὶ Κῷον. Πᾶν γὰρ δήπου τοὐναντίον εἰς τὸν Πόντον ὁ οἶνος εἰσάγεται ἐκ τῶν τόπων τῶν περὶ ἡμᾶς, ἐκ Πεπαρήθου καὶ Κῶ καὶ Θάσιος καὶ Μενδαῖος καὶ ἐξ ἄλλων τινῶν πόλεων παντοδαπός· ἐκ δὲ τοῦ Πόντου ἕτερά ἐστιν ἃ εἰσάγεται δεῦρο.
Γραμμή 75:
{{χ|36}} κατεχόμενοι δὲ ὑφ᾽ ἡμῶν καὶ ἐλεγχόμενοι εἴ τι περιγένοιτο τῶν χρημάτων ἐν τῷ Πόντῳ, ἀπεκρίνατο Λάκριτος οὑτοσί, ὅτι ἑκατὸν στατῆρες Κυζικηνοὶ περιγένοιντο, καὶ τοῦτο τὸ χρυσίον δεδανεικὼς εἴη ἁδελφὸς αὐτοῦ ἐν τῷ Πόντῳ ναυκλήρῳ τινὶ Φασηλίτῃ, πολίτῃ καὶ ἐπιτηδείῳ ἑαυτοῦ, καὶ οὐ δύναιτο κομίσασθαι, ἀλλὰ σχεδόν τι ἀπολωλὸς εἴη καὶ τοῦτο.
 
{{χ|37}} ταῦτ᾽ ἐστὶν ἃ ἔλεγεν Λάκριτος οὑτοσί. Ἡ δὲ συγγραφὴ οὐ ταῦτα λέγει, ὦ ἄνδρες δικασταί, ἀλλ᾽ ἀντιφορτισαμένους ἀπάγειν κελεύει Ἀθήναζε, οὐ δανείζειν τούτους ὅτῳ ἂν βούλωνται ἐν τῷ Πόντῳ τὰ ἡμέτερα ἄνευ ἡμῶν, ἀλλ᾽ Ἀθήναζε παρέχειν ἀνέπαφα ἡμῖν, ἕως ἂν ἡμεῖς ἀπολάβωμεν τὰ χρήματα ὅσα ἐδανείσαμεν. Καί μοι ἀναγίγνωσκε τὴν συγγραφὴν πάλιν. Συγγραφή
 
{{χ|38}} πότερον, ὦ ἄνδρες δικασταί, δανείζειν κελεύει τούτους ἡ συγγραφὴ τὰ ἡμέτερα, καὶ ταῦτα ἀνθρώπῳ ὃν ἡμεῖς οὔτε γιγνώσκομεν οὔθ᾽ ἑοράκαμεν πώποτε, ἢ ἀντιφορτισαμένους κομίσαι Ἀθήναζε καὶ φανερὰ ποιῆσαι ἡμῖν καὶ ἀνέπαφα παρέχειν
Γραμμή 103:
{{χ|50}} οὐ τοίνυν ταῦτα μόνον, ὦ ἄνδρες δικασταί, δεινὰ ἐγὼ πάσχω ὑπὸ Λακρίτου τουτουί, ἀλλὰ καὶ χωρὶς τοῦ ἀποστερεῖσθαι τὰ χρήματα καὶ εἰς τοὺς ἐσχάτους ἂν κινδύνους ἀφικόμην τὸ τούτου μέρος, εἰ μή μοι ἡ συγγραφὴ ἐβοήθει ἡ πρὸς τούτους, καὶ ἐμαρτύρει ὅτι εἰς τὸν Πόντον ἔδωκα τὰ χρήματα καὶ πάλιν Ἀθήναζε. Ἴστε γάρ, ὦ ἄνδρες δικασταί, τὸν νόμον ὡς χαλεπός ἐστιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ Ἀθήναζε, ἢ χρήματα δανείσῃ εἰς ἄλλο τι ἐμπόριον ἢ τὸ Ἀθηναίων, οἷαι ζημίαι περὶ τούτων εἰσίν, ὡς μεγάλαι καὶ δειναί.
 
{{χ|51}} Μᾶλλον δὲ αὐτὸν ἀνάγνωθι αὐτοῖς τὸν νόμον, ἵν᾽ ἀκριβέστερον μάθωσιν.Νόμοςἀργύριον Νόμος ἀργύριον δὲ μὴ ἐξεῖναι ἐκδοῦναι Ἀθηναίων καὶ τῶν μετοίκων τῶν Ἀθήνησι μετοικούντων μηδενί, μηδὲ ὧν οὗτοι κύριοί εἰσιν, εἰς ναῦν ἥτις ἂν μὴ μέλλῃ ἄξειν σῖτον Ἀθήναζε, καὶ τἄλλα τὰ γεγραμμένα περὶ ἑκάστου αὐτῶν. Ἐὰν δέ τις ἐκδῷ παρὰ ταῦτα, εἶναι τὴν φάσιν καὶ τὴν ἀπογραφὴν τοῦ ἀργυρίου πρὸς τοὺς ἐπιμελητάς, καθάπερ τῆς νεὼς καὶ τοῦ σίτου εἴρηται, κατὰ ταὐτά. Καὶ δίκη αὐτῷ μὴ ἔστω περὶ τοῦ ἀργυρίου, ὃ ἂν ἐκδῷ ἄλλοσέ ποι ἢ Ἀθήναζε, μηδὲ ἀρχὴ εἰσαγέτω περὶ τούτου μηδεμία.
 
{{χ|52}} Ὁ μὲν νόμος, ὦ ἄνδρες δικασταί, οὕτω χαλεπός ἐστιν· οὗτοι δὲ οἱ μιαρώτατοι ἀνθρώπων ἁπάντων, γεγραμμένον διαρρήδην ἐν τῇ συγγραφῇ Ἀθήναζε πάλιν ἥκειν τὰ χρήματα, εἰς Χίον ἐπέτρεψαν καταχθῆναι ἃ ἐδανείσαντο Ἀθήνηθεν παρ᾽ ἡμῶν. Δανειζομένου γὰρ ἐν τῷ Πόντῳ τοῦ ναυκλήρου τοῦ Φασηλίτου ἕτερα χρήματα παρά τινος Χίου ἀνθρώπου, οὐ φάσκοντος δὲ τοῦ Χίου δανείσειν, ἐὰν μὴ ὑποθήκην λάβῃ ἅπαντα ὅσα ἦν περὶ τὸν ναύκληρον, καὶ ἐπιτρέπωσι ταῦτα οἱ πρότερον δεδανεικότες, ἐπέτρεψαν ταῦτα ὑποθήκην γενέσθαι τῷ Χίῳ τὰ ἡμέτερα καὶ κύριον ἐκεῖνον γενέσθαι ἁπάντων,
Γραμμή 109:
{{χ|53}} καὶ οὕτως ἀπέπλεον ἐκ τοῦ Πόντου μετὰ τοῦ Φασηλίτου ναυκλήρου καὶ μετὰ τοῦ Χίου τοῦ δεδανεικότος, καὶ ὁρμίζονται ἐν φωρῶν λιμένι, εἰς δὲ τὸ ὑμέτερον ἐμπόριον οὐχ ὡρμίσαντο. Καὶ νυνί, ὦ ἄνδρες δικασταί, τὰ Ἀθήνηθεν δανεισθέντα χρήματα εἰς τὸν Πόντον καὶ πάλιν ἐκ τοῦ Πόντου Ἀθήναζε εἰς Χίον κατηγμένα ἐστὶν ὑπὸ τούτων.
 
{{χ|54}} ὅπερ οὖν ἐν ἀρχῇ ὑπεθέμην τοῦ λόγου, ὅτι καὶ ὑμεῖς ἀδικεῖσθε οὐδὲν ἧττον τῶν δόντων ἡμῶν τὰ χρήματα. Σκοπεῖτε δέ, ὦ ἄνδρες δικασταί, πῶς οὐκ ἀδικεῖσθε, ἐπειδάν τις τῶν νόμων τῶν ὑμετέρων κρείττων ἐγχειρῇ εἶναι, καὶ τὰς συγγραφὰς τὰς ναυτικὰς ἀκύρους ποιῇ καὶ καταλύῃ, καὶ τὰ χρήματα τὰ παρ᾽ ἡμῶν εἰς Χίον ᾖ διαπεσταλκώς, πῶς οὐκ ἀδικεῖ ὁ τοιοῦτος ἄνθρωπος καὶ ὑμᾶσὑμᾶς;
 
{{χ|55}} ἐμοὶ μὲν οὖν ἐστιν, ὦ ἄνδρες δικασταί, πρὸς τούτους ὁ λόγος τούτοις γὰρ ἔδωκα τὰ χρήματα· τούτοις δ᾽ ἔσται πρὸς τὸν ναύκληρον ἐκεῖνον τὸν Φασηλίτην, τὸν πολίτην τὸν αὑτῶν, ᾧ φασὶν δανεῖσαι τὰ χρήματα ἄνευ ἡμῶν παρὰ τὴν συγγραφήν· οὐδὲ γὰρ ἡμεῖς ἴσμεν τίνα ἐστὶν τὰ πεπραγμένα τούτοις πρὸς τὸν ἑαυτῶν πολίτην, ἀλλ᾽ αὐτοὶ οὗτοι ἴσασιν.