Προς Σπουδίαν υπέρ Προικός: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
κεφαλίδα&διάφορες διορθώσεις
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 27:
:<''Μάρτυρες''>
 
{{χ|7}} Ἓν μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, τοῦτ᾽ ἔστιν ὧν ἐγκαλῶ Σπουδίᾳ. Καὶ περὶ τούτου τί ἂν ἔτι μεῖζον ἢ ἰσχυρότερον ἔχων εἰς ὑμᾶς κατέστην ἢ τὸν νόμον, ὃς οὐκ ἐᾷ διαρρήδην, ὅσα τις ἀπετίμησεν, εἶναι δίκας, οὔτ᾽ αὐτοῖς οὔτε τοῖς κληρονόμοισκληρονόμοις; ἀλλ᾽ ὅμως πρὸς τοῦτο τὸ δίκαιον ἥκει Σπουδίας ἀμφισβητήσων.
 
{{χ|8}} Ἕτερον δ᾽, ὦ ἄνδρες δικασταί, δύο μὲν μνᾶς, ἃς ἐμαρτύρησεν Ἀριστογένης ἐγκαλεῖν ἀποθνῄσκοντα Πολύευκτον ὀφειλομένας αὑτῷ παρὰ Σπουδίᾳ καὶ τὸν τόκον τοῦτο δ᾽ ἐστὶν οἰκέτου τιμή, ὃν ἐωνημένος οὗτος παρὰ τοῦ Πολυεύκτου, τὴν τιμὴν οὔτ᾽ ἐκείνῳ διέλυσεν οὔτε νῦν εἰς τὸ κοινὸν ἀνενήνοχεν, ὀκτακοσίας δὲ καὶ χιλίας, περὶ ὧν οὐδ᾽ ἔγωγ᾽ οἶδα τί ποθ᾽ ἕξει δίκαιον λέγειν.
Γραμμή 33:
{{χ|9}} ἦν μὲν γὰρ τὸ ἀργύριον παρὰ τῆς Πολυεύκτου δεδανεισμένος γυναικός, γράμματα δ᾽ ἔστιν ἃ κατέλιπεν ἀποθνῄσκουσ᾽ ἐκείνη, μάρτυρες δ᾽ οἱ τῆς γυναικὸς ἀδελφοὶ παρόντες ἅπασιν καὶ καθ᾽ ἕκαστον ἐπερωτῶντες, ἵνα μηδὲν δυσχερὲς ἡμῖν εἴη πρὸς ἀλλήλους. Οὔκουν δεινόν, ὦ ἄνδρες δικασταί, καὶ σχέτλιον ἐμὲ μὲν ἁπάντων, ὧν ἢ παρὰ Πολυεύκτου ζῶντος ἦν ἐωνημένος ἢ παρὰ τῆς γυναικὸς εἶχον αὐτοῦ, καὶ τόκον τιθέναι καὶ τὴν τιμὴν ἀποδεδωκέναι, καὶ νῦν ἅπερ ὤφειλον πάντ᾽ εἰς τὸ κοινὸν φέρειν,
 
{{χ|10}} τοῦτον δὲ μήτε τῶν νόμων τῶν ὑμετέρων φροντίζειν μήθ᾽ ὧν διέθετο Πολύευκτος μήτε τῶν καταλειφθέντων γραμμάτων μήτε τῶν συνειδότων, ἀλλὰ πρὸς ἅπαντα ταῦθ᾽ ἥκειν ἀντιδικήσονταλαβὲἀντιδικήσοντα λαβὲ δή μοι πρῶτον μὲν τὸν νόμον, ὃς οὐκ ἐᾷ τῶν ἀποτιμηθέντων ἔτι δίκην εἶναι πρὸς τοὺς ἔχοντας, ἔπειτα τὰ γράμματα τὰ καταλειφθέντα καὶ τὴν μαρτυρίαν τὴν Ἀριστογένους.
:<''Νόμος''>
:<''Γράμματα''>
Γραμμή 51:
{{χ|16}} Περὶ μὲν γὰρ τῆς οἰκίας, εἰ φησὶν ὑπ᾽ ἐμοῦ πεισθέντα Πολύευκτον προστάξαι τοὺς ὅρους στῆσαι τῶν χιλιῶν, ἀλλ᾽ οὐ δήπου καὶ τοὺς μάρτυρας ἔπεισα, ὦ Σπουδία, ψευδῆ μοι μαρτυρεῖν, τοὺς παραγενομένους ὅτ᾽ ἠγγύα μοι, τοὺς εἰδότας ἔλαττόν με κομισάμενον, τοὺς ἀκούοντας ὁμολογοῦντος ὀφείλειν ἐμοὶ συστήσαντος ἀποδοῦναι, τοὺς τὸ τελευταῖον ταῖς διαθήκαις παραγενομένους· τούτοις γὰρ ἅπασιν οὐκέτι καταχαρίσασθαι ταῦθ᾽ ὑπῆρχεν, ἀλλὰ κινδυνεύειν τῶν ψευδομαρτυρίων, εἰ μηδὲν τῶν γενομένων μαρτυροῖεν. Ἀφῶμεν τοίνυν τοῦτ᾽ ἤδη.
 
{{χ|17}} πρὸς ἐκεῖνο δὲ τί ἂν λέγοισλέγοις; ἀκριβῶς γὰρ ὅπως τούτους διδάξεις· εἰ δὲ μή, πάντες ὑμεῖς ἀπαιτεῖτ᾽ αὐτόν. Ὅτε γὰρ Πολύευκτος διετίθετο ταῦτα, παρῆν μὲν ἡ τούτου γυνή, καὶ δῆλον ὅτι τὰς τοῦ πατρὸς διαθήκας ἀνήγγειλεν, ἄλλως τ᾽ εἰ καὶ μηδὲν ἴσον εἶχεν ἀλλ᾽ ἐν ἅπασιν ἠλαττοῦτο, παρεκλήθη δ᾽ αὐτὸς οὗτος, ὥστε μηδὲ τοῦτ᾽ εἶναι λέγειν, ὡς λάθρᾳ καὶ διακρυψάμενοι τούτους ἐπράττομεν ταῦτα· παρακαλούμενος γὰρ ἔφησεν αὐτὸς μὲν ἀσχολίαν ἄγειν, τὴν δὲ γυναῖκ᾽ ἐξαρκεῖν τὴν αὑτοῦ παροῦσαν.
 
{{χ|18}} τί ἔτι λοιπόν ἀπαγγείλαντος Ἀριστογένους αὐτῷ περὶ ἁπάντων τούτων ἀκριβῶς, οὐδ᾽ ἐνταῦθ᾽ οὐδένα φαίνεται λόγον ποιησάμενος, ἀλλ᾽ ἐπιβιόντος μετὰ ταῦτα τοῦ Πολυεύκτου πλέον ἢ πένθ᾽ ἡμέρας, οὔτ᾽ ἠγανάκτησεν εἰσελθὼν οὔτ᾽ ἀντεῖπεν οὐδέν, οὐδ᾽ ἡ γυνή, παροῦσ᾽ ἐξ ἀρχῆς ἅπασιν τούτοις. Ὥστ᾽ οὐκέτι Πολύευκτος αὐτὰ πεισθεὶς ἐμοὶ κατεχαρίζετο, ὡς ἔοικεν, ἀλλ᾽ ὑμεῖς αὐτοί. Ταῦτα τοίνυν, ὦ ἄνδρες δικασταί, μεμνημένοι σαφῶς, ἐὰν ἄρα τι περὶ αὐτῶν ἐγχειρῇ νυνὶ διαβάλλειν, ἀντίθετε. Πρῶτον δ᾽ ἵν᾽ εἰδῆτ᾽ ἀκριβῶς ὅτι τοῦτον τὸν τρόπον ἔχει, τῶν μαρτύρων ἀκούσατε. Λέγε.