Προς Πολυκλέα περί του Επιτριηραρχήματος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 76:
{{χ|34}} Ταῦτα δέ μου προκαλουμένου αὐτόν, ἠρώτα με δι᾽ ὅ τι σκεύη τε ἴδια μόνος ἔχοιμι τῶν τριηράρχων, καὶ πότερα ἡ πόλις οὐκ εἰδείη τινὰς δυναμένους σκεύη παρασχεῖν ταῖς ναυσίν, ὥστε αὐτὴ μὴ παρέχειν. ἢ σὺ τοσοῦτον ἔφη ὑπερπέπαικας πλούτῳ τοὺς ἄλλους, ὥστε καὶ σκεύη ἴδια ἔχειν καὶ κόσμον χρυσόπαστον μόνος τῶν τριηράρχων
 
{{χ|35}} τίς ἂν οὖν δύναιτ᾽ ἔφη τὴν σὴν μανίαν καὶ πολυτέλειαν ὑπομεῖναι, διεφθαρμένον μὲν πλήρωμα καὶ εἰωθὸς ἀργύριον πολὺ προλαμβάνειν καὶ ἀτελείας ἄγειν τῶν νομιζομένων ἐν τῇ νηὶ λῃτουργιῶν καὶ λοῦσθαι ἐν βαλανείῳ, τρυφῶντας δ᾽ ἐπιβάτας καὶ ὑπηρεσίαν ὑπὸ μισθοῦ πολλοῦ καὶ ἐντελοῦσἐντελοῦς; κακῶν δ᾽, ἔφη, διδάσκαλος γέγονας ἐν τῷ στρατεύματι, καὶ αἴτιος εἶ μέρος τι καὶ τοῖς ἄλλοις τριηράρχοις πονηροτέρους εἶναι τοὺς στρατιώτας, ζητοῦντας ταὐτὰ τοῖς παρὰ σοί· ἔδει γὰρ σὲ ταὐτὰ ποιεῖν τοῖς ἄλλοις τριηράρχοις.
 
{{χ|36}} Λέγοντος δὲ αὐτοῦ ταῦτα, ἀπεκρινάμην αὐτῷ ὅτι σκεύη μὲν διὰ τοῦτο οὐ λάβοιμι ἐκ τοῦ νεωρίου, ὅτι σὺ ἀδόκιμα ἐποίησας αὐτά. Ἀλλ᾽ εἰ μὲν βούλει, ταῦτα παράλαβε· εἰ δὲ μή, σκεύη σαυτῷ παρασκεύαζε. Περὶ δὲ τῶν ναυτῶν καὶ τῶν ἐπιβατῶν καὶ τῆς ὑπηρεσίας, εἰ φὴς ὑπ᾽ ἐμοῦ αὐτοὺς διεφθάρθαι, παραλαβὼν τὴν τριήρη αὐτὸς σαυτῷ κατασκεύασαι καὶ ναύτας καὶ ἐπιβάτας καὶ ὑπηρεσίαν, οἵτινές σοι μηδὲν λαβόντες συμπλεύσονται. Τὴν δὲ ναῦν παράλαβε· οὐ γὰρ ἔτι μοι προσήκει τριηραρχεῖν· ὅ τε γὰρ χρόνος ἐξήκει μοι τῆς τριηραρχίας, καὶ ἐπιτετριηράρχηκα τέτταρας μῆνας.