Προς Ονήτορα Εξούλης Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Αντιγόνη (συζήτηση | Συνεισφορά)
μ Lint error: Stripped tag με τη χρήση AWB
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 26:
{{χ|8}} Ὀφλόντος δέ μοι τὴν δίκην Ἀφόβου τῆς ἐπιτροπῆς καὶ οὐδὲν δίκαιον ποιεῖν ἐθέλοντος, διαλύειν μὲν ἡμᾶς Ὀνήτωρ οὐδ᾽ ἐπεχείρησεν, οὐκ ἀποδεδωκὼς δὲ τὴν προῖκα, ἀλλ᾽ αὐτὸς κύριος ὤν, ὡς ἀπολελοιπυίας τῆς ἀδελφῆς καὶ δοὺς κομίσασθαι δ᾽ οὐ δυνάμενος, ἀποτιμήσασθαι φάσκων τὴν γῆν ἐξάγειν μ᾽ ἐξ αὐτῆς ἐτόλμησεν· τοσοῦτον καὶ ἐμοῦ καὶ ὑμῶν καὶ τῶν κειμένων νόμων κατεφρόνησεν.
 
{{χ|9}} Καὶ τὰ μὲν γενόμενα, καὶ δι᾽ ἃ φεύγει τὴν δίκην καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον, ταῦτ᾽ ἐστίν, ὦ ἄνδρες δικασταί· παρέξομαι δὲ μάρτυρας πρῶτον μὲν αὐτὸν Τιμοκράτην, ὡς ὡμολόγησεν ὀφειλήσειν τὴν προῖκα καὶ τὸν τόκον ἀπεδίδου τῆς προικὸς Ἀφόβῳ κατὰ τὰς ὁμολογίας, ἔπειθ᾽ ὡς αὐτὸς Ἄφοβος ὡμολόγει κομίζεσθαι τὸν τόκον παρὰ Τιμοκράτους. Καί μοι λαβὲ τὰς μαρτυρίας. Μαρτυρίαι
 
{{χ|10}} ἐξ ἀρχῆς μὲν τοίνυν ὁμολογεῖται μὴ δοθῆναι τὴν προῖκα μηδὲ γενέσθαι κύριον αὐτῆς Ἄφοβον. Δῆλον δὲ καὶ ἐκ τῶν εἰκότων ὅτι τούτων ἕνεχ᾽ ὧν εἴρηκα ὀφείλειν εἵλοντο μᾶλλον ἢ καταμεῖξαι τὴν προῖκ᾽ εἰς τὴν οὐσίαν τὴν Ἀφόβου τὴν οὕτω κινδυνευθήσεσθαι μέλλουσαν. Οὔτε γὰρ δι᾽ ἀπορίαν οἷόν τ᾽ εἰπεῖν ὡς οὐκ εὐθὺς ἀπέδοσαν (Τιμοκράτει τε γάρ ἐστιν οὐσία πλέον ἢ δέκα ταλάντων, Ὀνήτορί τε πλέον ἢ τριάκοντα, ὥστ᾽ οὐκ ἂν διὰ τοῦτό γ᾽ εἶεν οὐκ εὐθὺς δεδωκότεσδεδωκότες) οὔτε κτήματα μὲν ἦν αὐτοῖς,
 
{{χ|11}} ἀργύριον δ᾽ οὐκ ἔτυχεν παρόν, ἡ γυνὴ δ᾽ ἐχήρευεν, διὸ πρᾶξαι ταῦτ᾽ ἠπείχθησαν οὐχ ἅμα τὴν προῖκα διδόντες· ἀργύριόν τε γὰρ οὗτοι δανείζουσιν ἄλλοις οὐκ ὀλίγον, συνοικοῦσάν τε ταύτην, ἀλλ᾽ οὐ χηρεύουσαν παρὰ Τιμοκράτους ἐξέδοσαν, ὥστ᾽ οὐδ᾽ ἂν ταύτην τὴν σκῆψιν εἰκότως αὐτῶν τις ἀποδέξαιτο.
Γραμμή 40:
{{χ|15}} Δύο μὲν γάρ ἐστιν ἔτη τὰ μεταξὺ τοῦ συνοικῆσαί τε τὴν γυναῖκα καὶ φῆσαι τούτους πεποιῆσθαι τὴν ἀπόλειψιν· ἐγήματο μὲν γὰρ ἐπὶ Πολυζήλου ἄρχοντος σκιροφοριῶνος μηνός, ἡ δ᾽ ἀπόλειψις ἐγράφη ποσιδεῶνος μηνὸς ἐπὶ Τιμοκράτους· ἐγὼ δ᾽ εὐθέως μετὰ τοὺς γάμους δοκιμασθεὶς ἐνεκάλουν καὶ λόγον ἀπῄτουν, καὶ πάντων ἀποστερούμενος τὰς δίκας ἐλάγχανον ἐπὶ τοῦ αὐτοῦ ἄρχοντος.
 
{{χ|16}} ὁ δὴ χρόνος οὗτος ὀφειλῆσαι μὲν ἐνδέχεται κατὰ τὰς ὁμολογίας, ἀποδοῦναι δ᾽ οὐκ ἔχει πίστιν. Ὃς γὰρ διὰ ταῦτ᾽ ἐξ ἀρχῆς ὀφείλειν εἵλετο καὶ τόκον φέρειν, ἵνα μὴ κινδυνεύοι ἡ προὶξ μετὰ τῆς ἄλλης οὐσίας, πῶς οὗτος ἂν ἀπέδωκεν ἤδη τὴν δίκην φεύγοντοσφεύγοντος; ὃς εἰ καὶ τότ᾽ ἐπίστευσεν, τηνικαῦτ᾽ ἂν ἀπολαβεῖν ἐζήτησεν. Οὐκ ἔνεστι δήπουθεν, ὦ ἄνδρες δικασταί.
 
{{χ|17}} Ἀλλὰ μὴν ὡς ἐγήματο μὲν ἡ γυνὴ καθ᾽ ὃν ἐγὼ λέγω χρόνον, ἀντίδικοι δ᾽ ἡμεῖς ἤδη πρὸς ἀλλήλους ἐν τῷ μεταξὺ χρόνῳ κατέστημεν, ὕστερον δ᾽ ἢ ἐγὼ τὴν δίκην ἔλαχον τὴν ἀπόλειψιν οὗτοι πρὸς τὸν ἄρχοντ᾽ ἀπεγράψαντο, λαβέ μοι καθ᾽ ἕκαστον ταύτας τὰς μαρτυρίας. Μαρτυρίαμετὰ τοίνυν τοῦτον τὸν ἄρχοντα Κηφισόδωρος, Χίων. Ἐπὶ τούτων ἐνεκάλουν δοκιμασθείς, ἔλαχον δὲ τὴν δίκην ἐπὶ Τιμοκράτους. Λαβὲ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|18}} ἀνάγνωθι δὲ καὶ ταύτην τὴν μαρτυρίαν.Μαρτυρίαδῆλον Μαρτυρία δῆλον μὲν τοίνυν καὶ ἐκ τῶν μεμαρτυρημένων, ὅτι τὴν προῖκ᾽ οὐ δόντες, ἀλλ᾽ ἐπὶ τῷ διασῴζειν Ἀφόβῳ τὴν οὐσίαν ταῦτα τολμῶσι πράττειν. Οἳ γὰρ ἐν τοσούτῳ χρόνῳ καὶ ὀφειλῆσαι καὶ ἀποδοῦναι καὶ τὴν γυναῖκ᾽ ἀπολιπεῖν καὶ οὐ κομίσασθαι καὶ τὸ χωρίον ἀποτιμήσασθαί φασιν, πῶς οὐ φανερὸν ὅτι προστάντες τοῦ πράγματος τὰ γνωσθένθ᾽ ὑφ᾽ ὑμῶν ἀποστερῆσαί με ζητοῦσιν
 
{{χ|19}} ὡς δὲ καὶ ἐξ ὧν αὐτὸς οὗτος καὶ Τιμοκράτης καὶ Ἄφοβος ἀπεκρίναντο, οὐχ οἷόν τ᾽ ἀποδεδόσθαι τὴν προῖκα, ταῦτ᾽ ἤδη πειράσομαι διδάσκειν ὑμᾶς. Ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τούτων ἕκαστον ἠρόμην πολλῶν ἐναντίον μαρτύρων, Ὀνήτορα μὲν καὶ Τιμοκράτην, εἴ τινες εἶεν μάρτυρες ὧν ἐναντίον τὴν προῖκ᾽ ἀπέδοσαν, αὐτὸν δ᾽ Ἄφοβον, εἴ τινες παρῆσαν ὅτ᾽ ἀπελάμβανεν.
Γραμμή 56:
{{χ|23}} Νῦν τοίνυν τοὺς μὲν ὄντας οἰκείους καὶ βελτίους αὑτῶν οὐκ ἐδύναντο πεῖσαι τὴν προῖκ᾽ ἀποδεδωκέναι σφᾶς μαρτυρεῖν, ἑτέρους δ᾽ εἰ παρέχοιντο μάρτυρας μηδὲν γένει προσήκοντας, οὐκ ἂν ἡγοῦνθ᾽ ὑμᾶς αὐτοῖς πιστεύειν. Ἔτι δ᾽ ἁθρόαν μὲν φάσκοντες δεδωκέναι τὴν προῖκα, ᾔδεσαν ὅτι τοὺς ἀπενεγκόντας οἰκέτας ἐξαιτήσομεν, οὓς μὴ γεγενημένης τῆς δόσεως παραδοῦναι μὴ ᾽θέλοντες ἠλέγχοντ᾽ ἄν· εἰ δ᾽ αὐτοὶ μόνοι μόνῳ τοῦτον τὸν τρόπον ἀποδεδωκέναι λέγοιεν, ἐνόμιζον οὐκ ἐλεγχθήσεσθαι.
 
{{χ|24}} Διὰ τοῦτο τοῦτον εἵλοντ᾽ ἐξ ἀνάγκης ψεύδεσθαι τὸν τρόπον. Τοιαύταις τέχναις καὶ πανουργίαις, ὡς ἁπλοῖ τινὲς εἶναι δόξοντες, ἡγοῦνται ῥᾳδίως ὑμᾶς ἐξαπατήσειν, ἁπλῶς οὐδ᾽ ἂν μικρὸν ὑπὲρ τῶν διαφερόντων, ἀλλ᾽ ὡς οἷόν τ᾽ ἀκριβέστατα πράξαντες. Λαβὲ τὰς μαρτυρίας αὐτοῖς ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι. Μαρτυρίαι
 
{{χ|25}} φέρε δή, ὦ ἄνδρες δικασταί, καὶ τὴν γυναῖχ᾽ ὑμῖν ἀποδείξω λόγῳ μὲν ἀπολελοιπυῖαν, ἔργῳ δὲ συνοικοῦσαν Ἀφόβῳ· νομίζω γάρ, ἂν τοῦτ᾽ ἀκριβῶς μάθητε, μᾶλλον ὑμᾶς τούτοις μὲν ἀπιστήσειν, ἐμοὶ δ᾽ ἀδικουμένῳ τὰ δίκαια βοηθήσειν. Μάρτυρας δὲ τῶν μὲν ὑμῖν παρέξομαι, τῶν δ᾽ ἐπιδείξω μεγάλα τεκμήρια καὶ πίστεις ἱκανάς.
Γραμμή 68:
{{χ|29}} Καίτοι δεινὸν τὸν μὲν λέγειν ὡς ἀπετιμήσατο τὸ χωρίον, τὸν δ᾽ ἀποτετιμηκότα φαίνεσθαι γεωργοῦντα, καὶ φάσκειν μὲν ἀπολελοιπέναι τὴν ἀδελφήν, ὑπὲρ αὐτῶν δὲ τούτων φανερὸν εἶναι φεύγοντα τοὺς ἐλέγχους, καὶ τὸν μὲν οὐ συνοικοῦντα, ὡς οὗτός φησιν, καὶ τοὺς καρποὺς καὶ τὰ ἐκ τῆς γεωργίας ἅπαντ᾽ ἐξενεγκεῖν, τὸν δ᾽ ὑπὲρ τῆς ἀπολελοιπυίας πράττοντα, ὑπὲρ ἧς ἀποτετιμῆσθαί φησι τὸ χωρίον, φαίνεσθαι μηδ᾽ ὑπὲρ ἑνὸς τούτων ἀγανακτοῦντα, ἀλλ᾽ ἡσυχίαν ἔχοντα.
 
{{χ|30}} ταῦτ᾽ οὐ πολλὴ περιφάνει᾽ ἐστίν ταῦτ᾽ οὐχ ὁμολογουμένη προστασία φήσειέ γ᾽ ἄν τις, εἰ διαλογίζοιτ᾽ ὀρθῶς ἕκαστ᾽ αὐτῶν. Ὡς τοίνυν ὡμολόγει μὲν ἐκεῖνον γεωργεῖν πρὶν γενέσθαι τὴν δίκην ἐμοὶ πρὸς αὐτόν, ὑπὲρ δὲ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφὴν οὐκ ἠθέλησεν ποιήσασθαι τὴν βάσανον, ἡ δὲ γεωργία ἐξεσκευάσθη μετὰ τὴν δίκην πλὴν τῶν ἐγγείων, λαβὲ ταύτας τὰς μαρτυρίας καὶ ἀνάγνωθι. Μαρτυρίαι
 
{{χ|31}} ἐμοὶ τοίνυν τοσούτων ὑπαρχόντων τεκμηρίων, οὐχ ἥκιστ᾽ αὐτὸς ἔδειξεν Ὀνήτωρ, ὅτι οὐκ ἀληθινὴν ἐποιήσατο τὴν ἀπόλειψιν. ᾯ γὰρ προσῆκεν χαλεπῶς φέρειν, εἰ τὴν προῖκα δούς, ὥς φησιν, ἀντ᾽ ἀργυρίου χωρίον ἀμφισβητούμενον ἀπελάμβανεν, οὗτος οὐχ ὡς διάφορος οὐδ᾽ ὡς ἀδικούμενος, ἀλλ᾽ ὡς οἰκειότατος πάντων τὴν πρὸς ἐμὲ δίκην αὐτῷ συνηγωνίζετο. Κἀμὲ μὲν συναποστερῆσαι μετ᾽ ἐκείνου τῶν πατρῴων ἐπεχείρησεν, καθ᾽ ὅσον αὐτὸς οἷός τ᾽ ἦν, ὑφ᾽ οὗ κακὸν οὐδ᾽ ὁτιοῦν ἦν πεπονθώς· Ἀφόβῳ δ᾽, ὃν ἀλλότριον εἶναι προσῆκε νομίζειν, εἴ τι τούτων ἀληθὲς ἦν ὧν νῦν λέγουσιν, καὶ τἀμὰ πρὸς τοῖς ἐκείνου περιποιεῖν ἐζήτησεν.
 
{{χ|32}} Καὶ οὐ μόνον ἐνταῦθα τοῦτ᾽ ἐποίησεν, ἀλλὰ καὶ κατεγνωσμένης ἤδη τῆς δίκης, ἀναβὰς ἐπὶ τὸ δικαστήριον ἐδεῖθ᾽ ἱκετεύων ὑπὲρ αὐτοῦ καὶ ἀντιβολῶν καὶ δάκρυσι κλάων ταλάντου τιμῆσαι, καὶ τούτου αὐτὸς ἐγίγνετ᾽ ἐγγυητής. Καὶ ταῦθ᾽ ὁμολογούμενα μέν ἐστιν πολλαχόθεν οἵ τε γὰρ ἐν τῷ δικαστηρίῳ τότε δικάζοντες καὶ τῶν ἔξωθεν παρόντων πολλοὶ συνίσασιν, ὅμως δὲ καὶ μάρτυρας ὑμῖν παρέξομαι. Καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|33}} ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, καὶ τεκμηρίῳ μεγάλῳ γνῶναι ῥᾴδιον, ὅτι τῇ ἀληθείᾳ συνῴκει καὶ οὐδέπω καὶ τήμερον ἀπολέλοιπεν. Αὕτη γὰρ ἡ γυνή, πρὶν μὲν ὡς Ἄφοβον ἐλθεῖν, μίαν ἡμέραν οὐκ ἐχήρευσεν, ἀλλὰ παρὰ ζῶντος Τιμοκράτους ἐκείνῳ συνῴκησεν, νῦν δ᾽ ἐν τρισὶν ἔτεσιν ἄλλῳ συνοικοῦσ᾽ οὐδενὶ φαίνεται. Καίτοι τῷ πιστόν, ὡς τότε μέν, ἵνα μὴ χηρεύσειεν, παρ᾽ ἀνδρὸς ὡς ἄνδρ᾽ ἐβάδιζεν, νῦν δ᾽, εἴπερ ὡς ἀληθῶς ἀπολέλοιπεν, τοσοῦτον ἂν χρόνον χηρεύουσ᾽ ἠνείχετ᾽ ἐξὸν ἄλλῳ συνοικεῖν, τοῦ τ᾽ ἀδελφοῦ κεκτημένου τοσαύτην οὐσίαν, αὐτή τε ταύτην ἔχουσα τὴν ἡλικίαν
 
{{χ|34}} οὐκ ἔχει ταῦτ᾽ ἀλήθειαν, ὦ ἄνδρες δικασταί, πιθανήν, ἀλλὰ λόγοι ταῦτ᾽ εἰσί, συνοικεῖ δ᾽ ἡ γυνὴ φανερῶς καὶ οὐκ ἐπικρύπτεται τὸ πρᾶγμα. Παρέξομαι δ᾽ ὑμῖν Πασιφῶντος μαρτυρίαν, ὃς ἀρρωστοῦσαν αὐτὴν θεραπεύων ἑώρα παρακαθήμενον Ἄφοβον ἐπὶ τούτου τοῦ ἄρχοντος, ἤδη τούτῳ ταυτησὶ τῆς δίκης εἰληγμένης. Καί μοι λαβὲ τὴν Πασιφῶντος μαρτυρίαν. Μαρτυρία
 
{{χ|35}} ἐγὼ τοίνυν εἰδώς, ὦ ἄνδρες δικασταί, καὶ μετὰ τὴν δίκην τοῦτον εὐθὺς ἀποδεδεγμένον τὰ ἐκ τῆς οἰκίας τῆς Ἀφόβου χρήματα, καὶ κύριον τῶν τ᾽ ἐκείνου καὶ τῶν ἐμῶν ἁπάντων γεγενημένον, καὶ συνοικοῦσαν αὐτῷ τὴν γυναῖκα σαφῶς ἐπιστάμενος, τρεῖς θεραπαίνας ἐξῄτησ᾽ αὐτόν, αἳ συνοικοῦσάν τε τὴν γυναῖκ᾽ ᾔδεσαν καὶ τὰ χρήμαθ᾽ ὅτι παρὰ τούτοις ἦν, ἵνα μὴ λόγοι μόνον, ἀλλὰ καὶ βάσανοι περὶ αὐτῶν γίγνοιντο.
 
{{χ|36}} Οὗτος δ᾽ ἐμοῦ προκαλεσαμένου ταῦτα, καὶ πάντων τῶν παρόντων δίκαια λέγειν μ᾽ ἀποφηναμένων, οὐκ ἠθέλησεν εἰς τοῦτο τἀκριβὲς καταφυγεῖν, ἀλλ᾽ ὥσπερ ἑτέρων τινῶν ὄντων περὶ τῶν τοιούτων σαφεστέρων ἐλέγχων ἢ βασάνων καὶ μαρτυριῶν, οὔτε μάρτυρας παρεχόμενος τὴν προῖχ᾽ ὡς ἀπέδωκεν, οὔτ᾽ εἰς βάσανον ἐκδιδοὺς τὰς συνειδυίας περὶ τοῦ μὴ συνοικεῖν τὴν ἀδελφήν, ὅτι ταῦτ᾽ ἠξίουν, ὑβριστικῶς πάνυ καὶ προπηλακιστικῶς οὐκ εἴα μ᾽ αὑτῷ διαλέγεσθαι. Τούτου γένοιτ᾽ ἄν τις σχετλιώτερος ἄνθρωπος, ἢ μᾶλλον ἑκὼν τὰ δίκαι᾽ ἀγνοεῖν προσποιούμενοσπροσποιούμενος; λαβὲ δ᾽ αὐτὴν τὴν πρόκλησιν καὶ ἀνάγνωθι. Πρόκλησις
 
{{χ|37}} ὑμεῖς τοίνυν καὶ ἰδίᾳ καὶ δημοσίᾳ βάσανον ἀκριβεστάτην πασῶν πίστεων νομίζετε, καὶ ὅπου ἂν δοῦλοι καὶ ἐλεύθεροι παραγένωνται, δέῃ δ᾽ εὑρεθῆναι τὸ ζητούμενον, οὐ χρῆσθε ταῖς τῶν ἐλευθέρων μαρτυρίαις, ἀλλὰ τοὺς δούλους βασανίζοντες, οὕτω ζητεῖτε τὴν ἀλήθειαν εὑρεῖν. Εἰκότως, ὦ ἄνδρες δικασταί· τῶν μὲν γὰρ μαρτυρησάντων ἤδη τινὲς οὐ τἀληθῆ μαρτυρῆσαι ἔδοξαν· τῶν δὲ βασανισθέντων οὐδένες πώποτ᾽ ἐξηλέγχθησαν, ὡς οὐκ ἀληθῆ τὰ ἐκ τῆς βασάνου εἶπον.