Παραγραφή υπέρ Φορμίωνος: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 19:
{{χ|8}} ἐπειδὴ τοίνυν ὁ Πασίων ἐτετελευτήκει ταῦτα διαθέμενος, Φορμίων οὑτοσὶ τὴν μὲν γυναῖκα λαμβάνει κατὰ τὴν διαθήκην, τὸν δὲ παῖδ᾽ ἐπετρόπευεν. Ἁρπάζοντος δὲ τούτου καὶ πόλλ᾽ ἀπὸ κοινῶν ὄντων τῶν χρημάτων ἀναλίσκειν οἰομένου δεῖν, λογιζόμενοι πρὸς ἑαυτοὺς οἱ ἐπίτροποι, ὅτι, εἰ δεήσει κατὰ τὰς διαθήκας, ὅσ᾽ ἂν οὗτος ἐκ κοινῶν τῶν χρημάτων ἀναλώσῃ, τούτοις ἐξελόντας ἀντιμοιρεὶ τὰ λοιπὰ νέμειν, οὐδ᾽ ὁτιοῦν ἔσται περιόν, νείμασθαι τὰ ὄνθ᾽ ὑπὲρ τοῦ παιδὸς ἔγνωσαν.
 
{{χ|9}} Καὶ νέμονται τὴν ἄλλην οὐσίαν πλὴν ὧν ἐμεμίσθωθ᾽ οὑτοσί· τούτων δὲ τῆς προσόδου τὴν ἡμίσειαν τούτῳ ἀπεδίδοσαν. Ἄχρι μὲν οὖν τούτου τοῦ χρόνου πῶς ἔνεστ᾽ ἐγκαλεῖν αὐτῷ μισθώσεως; οὐ γὰρ νῦν, ἀλλὰ τότ᾽ εὐθὺς ἔδει χαλεπαίνοντα φαίνεσθαι. Καὶ μὴν οὐδὲ τὰς ἐπιγιγνομένας μισθώσεις ὡς οὐκ ἀπείληφεν ἔστ᾽ εἰπεῖν αὐτῷ.
 
{{χ|10}} οὐ γὰρ ἄν ποτ᾽, ἐπειδὴ δοκιμασθέντος Πασικλέους ἀπηλλάττετο τῆς μισθώσεως ὅδε, ἀφήκατ᾽ ἂν αὐτὸν ἁπάντων τῶν ἐγκλημάτων, ἀλλὰ τότ᾽ ἂν παραχρῆμ᾽ ἀπῃτεῖτ᾽, εἴ τι προσώφειλεν ὑμῖν. Ὡς τοίνυν ταῦτ᾽ ἀληθῆ λέγω, καὶ ἐνείμαθ᾽ οὗτος πρὸς τὸν ἀδελφὸν παῖδ᾽ ὄντα, καὶ ἀφῆκαν τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων ἐγκλημάτων, λαβὲ ταυτηνὶ τὴν μαρτυρίαν. Μαρτυρία
Γραμμή 41:
{{χ|19}} Περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθ᾽ ἡλίκ᾽ ἄν τις ἔχοι τεκμήρι᾽ εἰπεῖν ὅτι ψεύδεται. Πρῶτον μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν οὐδὲ εἷς δήπου. Καίτοι δυοῖν δέοντ᾽ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθ᾽ ὑπὲρ τῶν γραμμάτων.
 
{{χ|20}} δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχ᾽ ὁ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ δι᾽ αὑτοῦ τὰ γράμματ᾽ ὤκνει τὴν μητέρ᾽ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτ᾽ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτ᾽ ἠλέγχθη τρίτον δ᾽, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματ᾽ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματα ἔβλαψέ με ὁ δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, ὃ κατέλιπεν ὁ πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν.
 
{{χ|21}} Καίτοι εἰ ἠφάνιστο τὰ γράμματα, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανεν ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, τὴν μὲν νομὴν ἀκηκόαθ᾽ ἣν ἐνείματο, καὶ μεμαρτύρηται ὑμῖν· τῶν δὲ λήξεων τούτων ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας. Λαβὲ τὰς μαρτυρίας μοι. Μαρτυρίαιοὐκοῦν ἐν ταύταις ταῖς λήξεσιν ὡμολόγηκεν ἀπειληφέναι τὰ τοῦ πατρὸς γράμματα· οὐ γὰρ δὴ συκοφαντεῖν γε, οὐδ᾽ ὧν οὐκ ὤφειλον οὗτοι δικάζεσθαι φήσειεν ἄν.
Γραμμή 107:
{{χ|52}} Ὧν ἐκεῖνος μὲν χάριν εἶχεν, σὺ δ᾽ οὐδένα ποιεῖ λόγον, ἀλλ᾽ ἐναντία τῇ διαθήκῃ καὶ ταῖς ἀπ᾽ ἐκείνης ἀραῖς, γραφείσαις ὑπὸ τοῦ σοῦ πατρός, ἐλαύνεις συκοφαντεῖς διώκεις. Ὦ βέλτιστ᾽, εἰ οἷόν τε σὲ τοῦτ᾽ εἰπεῖν, οὐ παύσει, καὶ γνώσει τοῦθ᾽, ὅτι πολλῶν χρημάτων τὸ χρηστὸν εἶναι λυσιτελέστερόν ἐστιν σοὶ γοῦν, εἴπερ ἀληθῆ λέγεις, χρήματα μὲν τοσαῦτ᾽ εἰληφότι πάντ᾽ ἀπόλωλεν, ὡς φής· εἰ δ᾽ ἦσθ᾽ ἐπιεικής, οὐκ ἄν ποτ᾽ αὔτ᾽ ἀνήλωσας.
 
{{χ|53}} ἀλλ᾽ ἔγωγε μὰ τὸν Δία καὶ θεοὺς πανταχῇ σκοπῶν οὐδὲν ὁρῶ, δι᾽ ὅ τι ἂν σοὶ πεισθέντες τουδὶ καταψηφίσαιντο. Τί γάρ ὅτι πλησίον ὄντων τῶν ἀδικημάτων ἐγκαλεῖς; ἀλλ᾽ ἔτεσι καὶ χρόνοις ὕστερον αἰτιᾷ. Ἀλλ᾽ ὅτι τοῦτον ἀπράγμων ἦσθα τὸν χρόνον καὶ τίς οὐκ οἶδεν ὅσα πράγματα πράττων οὐ πέπαυσαι, οὐ μόνον δίκας ἰδίας διώκων οὐκ ἐλάττους ταυτησί, ἀλλὰ δημοσίᾳ συκοφαντῶν καὶ κρίνων τίνας οὔ οὐχὶ Τιμομάχου κατηγόρεις; οὐχὶ Καλλίππου; τοῦ νῦν ὄντος ἐν Σικελίᾳ οὐ πάλιν Μένωνος; οὐκ Αὐτοκλέους; οὐ Τιμοθέου; οὐκ ἄλλων πολλῶν;
 
{{χ|54}} καίτοι πῶς ἔχει λόγον σέ, Ἀπολλόδωρον ὄντα, πρότερον τῶν κοινῶν, ὧν μέρος ἠδικοῦ, δίκην ἀξιοῦν λαμβάνειν, ἢ τῶν ἰδίων ὧν νῦν ἐγκαλεῖς, ἄλλως τε καὶ τηλικούτων ὄντων, ὡς σὺ φήσ τί ποτ᾽ οὖν ἐκείνων κατηγορῶν τόνδ᾽ εἴασ οὐκ ἠδικοῦ, ἀλλ᾽ οἶμαι συκοφαντεῖς νῦν. Ἡγοῦμαι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων μάλιστ᾽ εἰς τὸ πρᾶγμ᾽ εἶναι τούτων μάρτυρας παρασχέσθαι· τὸν γὰρ συκοφαντοῦντ᾽ ἀεὶ τί χρὴ νομίζειν νῦν ποιεῖν