Παραγραφή προς Πανταίνετον: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 29:
{{χ|13}} Ἀκούσας δ᾽ ἐγώ, παραχρῆμα, οὐδὲ βουλευσάμενος, κομίσασθαι συνεχώρησα, καὶ τὸν Εὔεργον ἔπεισα. Ἐπειδὴ δ᾽ ἔδει τὰ χρήμαθ᾽ ἡμᾶς ἀπολαμβάνειν καὶ τὸ πρᾶγμ᾽ εἰς τοῦτο προῆκτο, οὐκ ἔφασαν μετὰ ταῦτα δώσειν οἱ τότ᾽ ἐκεῖν᾽ ἐπαγγειλάμενοι, εἰ μὴ πρατῆρες γιγνοίμεθ᾽ ἡμεῖς τῶν κτημάτων αὐτοῖς, νοῦν ἔχοντες, ὦ ἄνδρες Ἀθηναῖοι, κατ᾽ αὐτό γε τοῦτο· ἑώρων γὰρ ἡμᾶς οἷ᾽ ἐσυκοφαντούμεθ᾽ ὑπὸ τούτου. Ὡς οὖν καὶ ταῦτ᾽ ἀληθῆ λέγω, λαβέ μοι καὶ ταύτας τὰς μαρτυρίας. Μαρτυρίαι
 
{{χ|14}} ἐπειδὴ τοίνυν τὸ πρᾶγμ᾽ ἐνταῦθ᾽ εἱστήκει, καὶ τὰ μὲν χρήματ᾽ οὐ προΐενθ᾽ οὓς ἐπήγαγεν οὗτος, ἡμεῖς δ᾽ εἰκότως ἐφαινόμεθ᾽ ὧν ἐωνήμεθα κρατεῖν, ἱκέτευεν, ἐδεῖτο, ἠντεβόλει πρατῆρας ἡμᾶς γενέσθαι. Ἀξιοῦντος δὲ τούτου καὶ πολλὰ δεηθέντος ἐμοῦ καὶ τί οὐ ποιήσαντος; καὶ τοῦθ᾽ ὑπέμεινα.
 
{{χ|15}} ὁρῶν δ᾽ αὐτόν, ὦ ἄνδρες Ἀθηναῖοι, κακοήθη, καὶ τὸ μὲν ἐξ ἀρχῆς τοῦ Μνησικλέους κατηγοροῦντα πρὸς ἡμᾶς, πάλιν δ᾽ ᾧ φίλος ἦν τὰ μάλιστα, τῷ Εὐέργῳ, τούτῳ προσκεκρουκότα, καὶ τὸ μὲν πρῶτον ὡς ἐγὼ κατέπλευσα, ἅσμενον φάσκονθ᾽ ἑορακέναι με, ἐπειδὴ δ᾽ ἔδει τὰ δίκαια ποιεῖν, ἐμοὶ πάλιν δυσκολαίνοντα, καὶ ἅπασι μέχρι τοῦ προλαβεῖν καὶ τυχεῖν ὧν δέοιτο φίλον ὄντα, μετὰ ταῦτα δ᾽ ἐχθρὸν καὶ διάφορον γιγνόμενον,
Γραμμή 59:
{{χ|28}} ταύτην τοίνυν οὐχὶ δεξάμενος τὴν πρόκλησιν, ἀλλὰ φυγών, σκέψασθ᾽ οἷον εὐθέως μετὰ ταῦτ᾽ ἐγκαλεῖ. Λέγε τοὐχόμενον. Ἔγκλημα καὶ κατεργασάμενος τὴν ἀργυρῖτιν, ἣν οἱ ἐμοὶ οἰκέται ἠργάσαντο, καὶ ἔχων τὸ ἀργύριον τὸ ἐκ ταύτης τῆς ἀργυρίτιδος. Πάλιν ταῦτα πῶς ἔνεστ᾽ ἐμοὶ πεπρᾶχθαι τῷ μὴ παρόντι,καὶ περὶ ὧν Εὐέργου κατεδικάσω
 
{{χ|29}} λέγε δ᾽ αὐτοῖς τὸ ἐφεξῆς. Ἔγκλημα καὶ ἀποδόμενος τὸ ἐργαστήριον τὸ ἐμὸν καὶ τοὺς οἰκέτας παρὰ τὰς συνθήκας, ἃς ἔθετο πρός με. Ἐπίσχες. Τουτὶ πολὺ πάνθ᾽ ὑπερβέβληκεν τἄλλα. Πρῶτον μὲν γὰρ παρὰ τὰς συνθήκας φησίν, ἃς ἔθετο πρὸς ἐμέ. Αὗται δ᾽ εἰσὶ τίνες; ἐμισθώσαμεν τῶν τόκων τῶν γιγνομένων τούτῳ τὰ ἡμέτερ᾽ ἡμεῖς, καὶ ἄλλ᾽ οὐδέν· πρατὴρ μὲν γὰρ ὁ Μνησικλῆς ἡμῖν ἐγεγόνει τούτου παρόντος καὶ κελεύοντος.
 
{{χ|30}} μετὰ ταῦτα δὲ τὸν αὐτὸν τρόπον ἡμεῖς ἑτέροις ἀπεδόμεθα, ἐφ᾽ οἷσπερ αὐτοὶ ἐπριάμεθα, οὐ μόνον κελεύοντος ἔτι τούτου, ἀλλὰ καὶ ἱκετεύοντος· οὐδεὶς γὰρ ἤθελεν δέχεσθαι τοῦτον πρατῆρα. Τί οὖν αἱ τῆς μισθώσεως ἐνταῦθα συνθῆκαι τί τοῦτ᾽, ὦ φαυλότατ᾽ ἀνθρώπων, ἐνέγραψας; ἀλλὰ μὴν ὅτι σοῦ κελεύοντος καὶ ἐφ᾽ οἷσπερ ἐωνήμεθ᾽ αὐτοὶ πάλιν ἀπεδόμεθα, λέγε τὴν μαρτυρίαν. Μαρτυρία
 
{{χ|31}} μαρτυρεῖς τοίνυν καὶ σύ· ἃ γὰρ ἡμεῖς πέντε καὶ ἑκατὸν μνῶν ἐωνήμεθα, ταῦθ᾽ ὕστερον τριῶν ταλάντων καὶ δισχιλίων καὶ ἑξακοσίων ἀπέδου σύ· καίτοι τίς ἂν καθάπαξ πρατῆρά σ᾽ ἔχων σοὶ δραχμὴν ἔδωκε μίαν ἀλλὰ μὴν ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας. Μάρτυρες
Γραμμή 83:
{{χ|40}} ἀναγιγνώσκει μοι πρόκλησιν μακράν, ἀξιῶν, ὅν φησιν οἰκέτην ταῦτα συνειδέναι, βασανίζεσθαι, κἂν μὲν ᾖ ταῦτ᾽ ἀληθῆ, τὴν δίκην ἀτίμητον ὀφλεῖν αὑτῷ, ἐὰν δὲ ψευδῆ, τὸν βασανιστὴν Μνησικλέα ἐπιγνώμον᾽ εἶναι τῆς τιμῆς τῆς τοῦ παιδός. Λαβὼν δ᾽ ἐγγυητὰς τούτων παρ᾽ ἐμοῦ, καὶ σημηναμένου τὴν πρόκλησιν ἐμοῦ, οὐχ ὡς δίκαιον ὄν ποῦ γάρ ἐστι δίκαιον,
 
{{χ|41}} ἐν οἰκέτου σώματι καὶ ψυχῇ ἢ δύ᾽ ὠφληκέναι τάλαντα, ἢ μηδὲν τὸν συκοφαντοῦντα ζημιοῦσθαι ἀλλ᾽ ἐγὼ πολλῷ τῷ δικαίῳ περιεῖναι βουλόμενος συνεχώρουν. Καὶ μετὰ ταῦτα προσκαλεῖται μέν με τὴν δίκην πάλιν, ἐπειδὴ θᾶττον ἀνείλετο τὰς παρακαταβολάς (οὕτως εὐθὺς ἦν δῆλος οὐδ᾽ οἷς αὐτὸς ὡρίσατ᾽ ἐμμένων δικαίοις)·
 
{{χ|42}} ἐπειδὴ δ᾽ ἥκομεν πρὸς τὸν βασανιστήν, ἀντὶ τοῦ τὴν πρόκλησιν ἀνοίξας δεῖξαι τὰ γεγραμμένα καὶ κατὰ ταῦτα πράττειν ὅ τι δόξαι διὰ γὰρ τὸν θόρυβον τότε καὶ τὸ μέλλειν καλεῖσθαι τὴν δίκην τοιοῦτον ἦν· προκαλοῦμαί σε ταυτί· δέχομαι· φέρε δὴ τὸν δακτύλιον· λαβέ· τίς δ᾽ ἐγγυητὴςἐγγυητής; οὑτοσί· οὐδὲν οὔτ᾽ ἀντίγραφον οὔτ᾽ ἄλλ᾽ οὐδὲν ἐποιησάμην τοιοῦτον ἀντὶ δὲ τοῦ ταῦθ᾽ οὕτως ὥσπερ λέγω πράττειν ἑτέραν ἧκεν ἔχων πρόκλησιν, ἀξιῶν αὐτὸς βασανίζειν τὸν ἄνθρωπον, καὶ ἐπιλαβόμενος εἷλκεν, καὶ ἐνέλειπεν οὐδὲν ἀσελγείας.
 
{{χ|43}} Καὶ ἔγωγ᾽ ἐνεθυμήθην, ὦ ἄνδρες δικασταί, ἡλίκον ἐστὶ πλεονέκτημα τὸ καταπεπλάσθαι τὸν βίον. Ἐγὼ γὰρ ἐμαυτῷ ταῦτα πάσχειν ἐδόκουν καταφρονούμενος τῷ ἁπλῶς καὶ ὡς πέφυκα ζῆν, καὶ δίκην διδόναι παμμεγέθη ταῦτ᾽ ἀνεχόμενος. Ὅτι δ᾽ οὖν ἠναγκαζόμην, παρ᾽ ἃ ἡγούμην δίκαι᾽ εἶναι, ἀντιπροκαλεῖσθαι, καὶ τὸν οἰκέτην παρεδίδουν, καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, λέγε τὴν πρόκλησιν. Πρόκλησις
Γραμμή 111:
{{χ|54}} Ὅστις δ᾽ εἴργασται μὲν ὥσπερ ἐγὼ πλέων καὶ κινδυνεύων, εὐπορήσας δὲ μικρῶν ἐδάνεισεν ταῦτα, καὶ χαρίσασθαι βουλόμενος καὶ μὴ λαθεῖν διαρρυὲν αὑτὸν τἀργύριον, τί τις ἂν τοῦτον εἰς ἐκείνους τιθείη εἰ μὴ τοῦτο λέγεις, ὡς ὃς ἂν σοὶ δανείσῃ, τοῦτον δημοσίᾳ μισεῖσθαι προσήκει. Λέγε δή μοι τὰς μαρτυρίας, τίς ἐγὼ πρὸς τοὺς συμβάλλοντας ἄνθρωπος καὶ πρὸς τοὺς δεομένους εἰμί. Μαρτυρίαι
 
{{χ|55}} τοιοῦτος, ὦ Πανταίνετε, ἐγώ, ὁ ταχὺ βαδίζων, καὶ τοιοῦτος σύ, ὁ ἀτρέμας. Ἀλλὰ μὴν περὶ τοῦ ἐμοῦ γε βαδίσματος ἢ τῆς διαλέκτου, τἀληθῆ πάντ᾽ ἐρῶ πρὸς ὑμᾶς, ὦ ἄνδρες δικασταί, μετὰ παρρησίας. Ἐγὼ γὰρ οὐχὶ λέληθ᾽ ἐμαυτόν, οὐδ᾽ ἀγνοῶ, οὐ τῶν εὖ πεφυκότων κατὰ ταῦτ᾽ ὢν ἀνθρώπων, οὐδὲ τῶν λυσιτελούντως ἑαυτοῖς. Εἰ γὰρ ἐν οἷς μηδὲν ὠφελοῦμαι ποιῶν, λυπῶ τινάς, πῶς οὐκ ἀτυχῶ κατὰ τοῦτο τὸ μέρος;
 
{{χ|56}} ἀλλὰ τί χρὴ παθεῖν ἂν τῷ δεῖνι δανείσω, διὰ ταῦτα δίκην προσοφλεῖν μηδαμῶς. Κακίαν γὰρ ἐμοὶ καὶ πονηρίαν οὔθ᾽ οὗτος προσοῦσαν οὐδεμίαν δείξει, οὔθ᾽ ὑμῶν τοσούτων ὄντων οὐδὲ εἷς σύνοιδεν. Τἄλλα δὲ ταῦθ᾽ ἕκαστος ἡμῶν, ὅπως ἔτυχεν, πέφυκεν οἶμαι. Καὶ φύσει μάχεσθαι μὲν ἔχοντ᾽ οὐκ εὔπορόν ἐστιν οὐ γὰρ ἂν ἀλλήλων διεφέρομεν οὐδέν, γνῶναι δ᾽ ἰδόνθ᾽ ἕτερον καὶ ἐπιπλῆξαι ῥᾴδιον.
 
{{χ|57}} ἀλλὰ τί τούτων ἐμοὶ πρὸς σέ, Πανταίνετε πολλὰ καὶ δεινὰ πέπονθας; οὐκοῦν εἴληφας δίκην. Οὐ παρ᾽ ἐμοῦ γε οὐδὲ γὰρ ἠδικήθης οὐδὲν ὑπ᾽ ἐμοῦ. Οὐ γὰρ ἄν ποτ᾽ ἀφῆκας, οὐδ᾽, ὅτ᾽ Εὐέργῳ προῃροῦ λαγχάνειν, εἴασας ἐμέ, οὐδὲ πρατῆρ᾽ ἠξίωσας ὑποστῆναι τόν γε δεινά σε καὶ πόλλ᾽ εἰργασμένον. Εἶτα καὶ πῶς ἂν ὁ μὴ παρὼν μηδ᾽ ἐπιδημῶν ἐγώ τί σ᾽ ἠδίκησα
 
{{χ|58}} εἰ τοίνυν ὡς οἷόν τε μέγιστ᾽ ἠδικῆσθαι δοίη τις αὐτῷ καὶ ἐρεῖν ἅπαντ᾽ ἀληθῆ περὶ τούτων νυνί, ἐκεῖνό γ᾽ οἶμαι πάντας ἂν ὑμᾶς ὁμολογῆσαι, ὅτι πολλὰ συμβέβηκεν ἠδικῆσθαί τισιν ἤδη μείζω τῶν εἰς χρήματα γιγνομένων ἀδικημάτων· καὶ γὰρ ἀκούσιοι φόνοι καὶ ὕβρεις εἰς ἃ μὴ δεῖ καὶ πόλλ᾽ ἄλλα τοιαῦτα γίγνεται. Ἀλλ᾽ ὅμως ἁπάντων τούτων ὅρος καὶ λύσις τοῖς παθοῦσι τέτακται τὸ πεισθέντας ἀφεῖναι.