368
επεξεργασίες
Χωρίς σύνοψη επεξεργασίας |
Χωρίς σύνοψη επεξεργασίας |
||
{{χ|73}} περὶ μὲν δὴ τῶν μελλόντων εἴ τι δίκαιον ἔπεισεν ὑμᾶς, οὐκ ἂν ἠδίκει· περὶ δ᾽ ὧν δικαστήριον ἔγνωκεν καὶ τέλος ἔσχηκεν, πῶς οὐ δεινὰ ποιεῖ νόμον εἰσφέρων δι᾽ οὗ ταῦτα λυθήσεται ὥσπερ ἂν εἴ τις ἐάσας κύριον τὸν τούτου γενέσθαι νόμον γράψει᾽ ἕτερον τοιόνδε καὶ εἴ τινες, ὠφληκότες χρήματα καὶ δεσμοῦ προστετιμημένον αὐτοῖς, ἐγγυητὰς κατέστησαν κατὰ τὸν νόμον, μὴ εἶναι τὴν διεγγύησιν αὐτοῖς, μηδὲ τὸ λοιπὸν ἐξεγγυᾶν μηδένα.
{{χ|74}} Ἀλλ᾽ οὔτε ταῦτα ποιήσειεν ἂν οὐδεὶς ὑγιαίνων, οἶμαι, σύ τ᾽ ἐκεῖνα λύων ἠδίκεις. Χρῆν γὰρ αὐτόν, εἰ τὸ πρᾶγμ᾽ ἐνόμιζεν δίκαιον, ἐπὶ τοῖς ὕστερον γενησομένοις θεῖναι τὸν νόμον, καὶ μὴ συνενεγκόντ᾽ εἰς ταὐτὸ τὰ μέλλοντα τοῖς παρεληλυθόσιν καὶ τὰ μὴ δῆλα τοῖς φανεροῖς ἀδικήμασιν, εἶτ᾽ ἐπὶ πᾶσι γράψαι τὴν αὐτὴν γνώμην. Πῶς γὰρ οὐ δεινὸν τῶν αὐτῶν ἠξιωκέναι δικαίων τοὺς ἐξεληλεγμένους ἀδικοῦντας τὴν πόλιν πρότερον καὶ τοὺς μηδ᾽ εἰ κρίσεως ἄξιον ἐργάσονταί τι δήλους;
{{χ|75}} καὶ μὴν κἀκεῖθεν ἴδοι τις ἂν ὡς δεινὸν πεποίηκεν τὸ θεῖναι περὶ τῶν παρεληλυθότων τὸν νόμον, εἰ λογίσαιτο παρ᾽ αὑτῷ τί ποτ᾽ ἐστὶν ᾧ νόμος ὀλιγαρχίας διαφέρει, καὶ τί δή ποθ᾽ οἱ μὲν ὑπὸ νόμων ἐθέλοντες ἄρχεσθαι σώφρονες καὶ χρηστοὶ νομίζονται, οἱ δ᾽ ὑπὸ τῶν ὀλιγαρχιῶν ἄνανδροι καὶ δοῦλοι.
{{χ|94}} ἐροῦμεν νὴ Δία τοῖς Ἕλλησιν Τιμοκράτους νόμος ἐστὶ παρ᾽ ἡμῖν· ἀναμείνατ᾽ οὖν τὴν ἐνάτην πρυτανείαν· εἶτα τότ᾽ ἔξιμεν· τοῦτο γὰρ λοιπόν. Ἂν δ᾽ ὑπὲρ ὑμῶν αὐτῶν ἀμύνεσθαι δέῃ, ἆρά γ᾽ οἴεσθε τοὺς ἐχθροὺς τὰς τῶν παρ᾽ ἡμῖν πονηρῶν διαδύσεις καὶ κακουργίας ἀναμενεῖν ἢ τὴν πόλιν, αὑτὴν ἐμποδίζοντας νόμους εἰ θήσεται καὶ τἀναντία τῶν συμφερόντων λέγοντας, δυνήσεσθαί τι ποιῆσαι τῶν δεόντων
{{χ|95}} ἀλλ᾽ ἀγαπητόν, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ πάντων καλῶς ἐχόντων ἡμῖν καὶ μηδενὸς ὄντος τοιούτου νόμου, κρατοῖμεν τῶν ἐχθρῶν καὶ ταῖς ὀξύτησι δυναίμεθα καὶ τοῖς τοῦ πολέμου καιροῖς ἀκολουθεῖν καὶ μηδενὸς ὑστερίζειν. Ἀλλὰ μὴν εἰ φαίνει τοιοῦτον τεθηκὼς νόμον ὃς τὰ τοιαῦτα λυμαίνεται δι᾽ ὧν ἡ πόλις καὶ σεμνὴ καὶ λαμπρὰ παρὰ πᾶσι καθέστηκεν, πῶς οὐχὶ δικαίως ὁτιοῦν ἂν πάθοις
{{χ|96}} ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν διοίκησιν ἀναιρεῖ, τήν θ᾽ ἱερὰν καὶ τὴν ὁσίαν. Ὡς δέ, ἐγὼ φράσω. Ἔστιν ὑμῖν κύριος νόμος, καλῶς εἴπερ τις καὶ ἄλλος κείμενος, τοὺς ἔχοντας τά θ᾽ ἱερὰ καὶ τὰ ὅσια χρήματα καταβάλλειν εἰς τὸ βουλευτήριον, εἰ δὲ μή, τὴν βουλὴν αὐτοὺς εἰσπράττειν χρωμένην τοῖς νόμοις τοῖς τελωνικοῖς.
{{χ|97}} Διὰ τοίνυν τοῦ νόμου τούτου διοικεῖται τὰ κοινά· τὰ γὰρ εἰς τὰς ἐκκλησίας καὶ τὰς θυσίας καὶ τὴν βουλὴν καὶ τοὺς ἱππέας καὶ τἄλλα χρήματ᾽ ἀναλισκόμενα, οὗτός ἐσθ᾽ ὁ νόμος ὁ ποιῶν προσευπορεῖσθαι. Οὐ γὰρ ὄντων ἱκανῶν τῶν ἐκ τῶν τελῶν χρημάτων τῇ διοικήσει, τὰ προσκαταβλήματ᾽ ὀνομαζόμενα διὰ τὸν τοῦ νόμου τούτου φόβον καταβάλλεται.
{{χ|98}} Πῶς οὖν οὐχ ἅπαντ᾽ ἀνάγκη καταλυθῆναι τὰ τῆς πόλεως, ὅταν αἱ μὲν τῶν τελῶν καταβολαὶ μὴ ὦσ᾽ ἱκαναὶ τῇ διοικήσει, ἀλλ᾽ ἐνδέῃ πολλῶν, καὶ μηδὲ ταῦτ᾽ ἀλλ᾽ ἢ περὶ λήγοντα τὸν ἐνιαυτὸν ᾖ λαβεῖν, τὰ δὲ προσκαταβλήματα τοὺς μὴ τιθέντας μὴ ᾖ κυρία δεῖν ἡ βουλὴ μηδὲ τὰ δικαστήρια, ἀλλὰ καθιστῶσιν ἐγγυητὰς ἄχρι τῆς ἐνάτης πρυτανείας
{{χ|99}} τὰς δ᾽ ὀκτὼ τί ποιήσομεν εἰπέ, Τιμόκρατες· οὐ σύνιμεν καὶ βουλευσόμεθ᾽ ἄν τι δέῃ εἶτ᾽ ἔτι δημοκρατησόμεθα οὐ δικάσει τὰ δικαστήρια τά τ᾽ ἴδια καὶ τὰ δημόσια καὶ τίς ὑπάρξει τοῖς ἀδικουμένοις ἀσφάλεια οὐκ εἴσεισιν ἡ βουλὴ καὶ διοικήσει τὰ ἐκ τῶν νόμων καὶ τί λοιπὸν ἔσθ᾽ ἡμῖν ἀλλ᾽ ἢ καταλελύσθαι ἀλλὰ νὴ Δί᾽ ἀμισθεὶ ταῦτα ποιήσομεν. Καὶ πῶς οὐ δεινόν, εἰ διὰ τὸν νόμον, ὃν σὺ τέθηκας μισθὸν λαβών, ἄμισθος ὁ δῆμος καὶ ἡ βουλὴ καὶ τὰ δικαστήρι᾽ ἔσται
{{χ|115}} ᾤετο γὰρ δεῖν τόν γε τὰ αἴσχρ᾽ ἔργ᾽ ἐργαζόμενον μὴ ἃ ὑφείλετο μόνον ἀποδόντ᾽ ἀπηλλάχθαι πολλοὶ γὰρ ἂν αὐτῷ ἐδόκουν οὕτω γ᾽ οἱ κλέπται ἔσεσθαι, εἰ μέλλοιεν λαθόντες μὲν ἕξειν, μὴ λαθόντες δ᾽ αὐτὰ μόνον καταθήσειν, ἀλλὰ ταῦτα μὲν διπλάσια καταθεῖναι, δεθέντα δὲ πρὸς τούτῳ τῷ τιμήματι ἐν αἰσχύνῃ ζῆν ἤδη τὸν ἄλλον βίον. Ἀλλ᾽ οὐ Τιμοκράτης, ἀλλ᾽ ὅπως ἁπλᾶ μέν, ἃ δεῖ διπλάσια, καταθήσουσιν παρεσκεύασε, μηδ᾽ ὁτιοῦν δ᾽ ἐπιτίμιον ἔσται πρὸς τούτοις.
{{χ|116}} Καὶ οὐκ ἀπέχρησεν ὑπὲρ τῶν μελλόντων αὐτῷ ταῦτ᾽ ἀδικεῖν, ἀλλὰ καὶ εἴ τις ἄρ᾽ ἠδικηκὼς καὶ κεκολασμένος ἦν, καὶ τοῦτον ἀφῆκεν. Καίτοι ἔγωγ᾽ ᾤμην δεῖν τὸν νομοθετοῦντα περὶ τῶν μελλόντων ἔσεσθαι, οἷα δεῖ γίγνεσθαι καὶ ὡς ἕκαστ᾽ ἔχειν, καὶ τὰς τιμωρίας ὁποίας τινὰς ἐφ᾽ ἑκάστοις δεῖ τοῖς ἀδικήμασιν εἶναι, περὶ τούτων νομοθετεῖν· τοῦτο γάρ ἐστι τὸ ἐφ᾽ ἅπασι τοῖς πολίταις κοινοὺς τοὺς νόμους τιθέναι. Τὸ δὲ περὶ τῶν γεγονότων πραγμάτων νόμους γράφειν, οὐ νομοθετεῖν ἐστιν, ἀλλὰ τοὺς ἀδικοῦντας τῆς ἐνάτης πρυτανείας;
{{χ|117}} σῴζειν. Σκοπεῖτε δ᾽ ὡς ἀληθῆ λέγω, ἐκ τωνδί. Εἰ μὲν γὰρ Εὐκτήμων ἑάλω τὴν τῶν παρανόμων γραφήν, οὐκ ἂν ἔθηκε τοῦτον τὸν νόμον ὁ Τιμοκράτης, οὐδ᾽ ἂν ἐδεῖθ᾽ ἡ πόλις τούτου τοῦ νόμου, ἀλλ᾽ ἐξήρκει ἂν αὐτοῖς ἀπεστερηκόσι τὴν πόλιν τὰ χρήματα τῶν ἄλλων μὴ φροντίζειν. Νῦν δ᾽, ἐπειδὴ ἀπέφυγεν, τὸ μὲν ὑμέτερον δόγμα καὶ τὴν τοῦ δικαστηρίου ψῆφον καὶ τοὺς ἄλλους νόμους ἀκύρους οἴεται δεῖν εἶναι, αὑτὸν δὲ καὶ τὸν αὑτοῦ νόμον κύριον.
{{χ|127}} Ἀλλὰ περὶ μὲν τοῦ πατρὸς αὐτοῦ οὐδὲν ἂν φλαῦρον εἴποιμι, οὐδ᾽ εἰ πάνυ πόλλ᾽ ἔχω περὶ κλοπῆς λέγειν, ἀλλ᾽ ἔστω ἐμοὶ ἐκεῖνός γε τοιοῦτος οἷον ἂν Τιμοκράτης αὐτὸν ἐγκωμιάσειεν. Ἀλλ᾽ εἰ χρηστοῦ πατρὸς ὢν πονηρὸς καὶ κλέπτης ἦν, καὶ προδοσίας γ᾽ ἁλοὺς τρία τάλαντ᾽ ἀπέτεισε, καὶ συνέδρου γενομένου κλοπὴν αὐτοῦ τὸ δικαστήριον κατέγνω καὶ δεκαπλάσιον ἀπέτεισεν, καὶ παρεπρεσβεύσατ᾽ εἰς Αἴγυπτον, καὶ τοὺς ἀδελφοὺς τοὺς ἑαυτοῦ ἠδίκει, οὐ τοσούτῳ μᾶλλον αὐτὸν ἔδει δεδέσθαι, εἰ χρηστοῦ πατρὸς ὢν τοιοῦτος ἦν οἶμαι γὰρ ἔγωγε, εἴπερ τῷ ὄντι χρηστὸς ἦν Λάχης καὶ φιλόπολις, ὑπ᾽ αὐτοῦ ἂν ἐκείνου δεθῆναι αὐτὸν τοιοῦτόν γ᾽ ὄντα καὶ οὕτως αἰσχροῖς ὀνείδεσιν περιβάλλοντ᾽ ἐκεῖνον. Καὶ τοῦτον μὲν δὴ ἐῶμεν, Γλαυκέτην δὲ σκεψώμεθα.
{{χ|128}} Οὐχ οὗτός ἐστιν ὁ πρῶτον μὲν εἰς Δεκέλειαν αὐτομολήσας, κἀκεῖθεν ὁρμώμενος καταθέων καὶ φέρων καὶ ἄγων ὑμᾶς; ἀλλὰ πάντες ἴστε ταῦτα. Καὶ ἀπὸ μὲν τῶν ὑμετέρων παίδων καὶ γυναικῶν καὶ τῶν ἄλλων χρημάτων ὅσα λάβοι, δεκάτας ἐκεῖ τῷ ἁρμοστῇ κατατιθεὶς τούτων ἀκριβῶς,
{{χ|129}} τὴν δέ γ᾽ ἐνθάδε θεόν, πρεσβευτὴς ἀξιωθεὶς εἶναι ὑφ᾽ ὑμῶν, ἀποστερῶν τὰς ἀπὸ τῶν ὑμετέρων πολεμίων δεκάτας; ἔπειτα ταμιεύσας ἐν ἀκροπόλει τἀριστεῖα τῆς πόλεως ἃ ἔλαβεν ἀπὸ τῶν βαρβάρων ὑφῃρημένος ἐξ ἀκροπόλεως, τόν τε δίφρον τὸν ἀργυρόποδα καὶ τὸν ἀκινάκην τὸν Μαρδονίου, ὃς ἦγε τριακοσίους δαρεικούς; ἀλλὰ ταῦτά γ᾽ οὕτω περιφανῆ ἐστιν ὥστε πάντας ἀνθρώπους εἰδέναι.
{{χ|130}} ἀλλὰ τἄλλ᾽ οὐ βίαιος; ὡς οὐδείς γ᾽ ἀνθρώπων. Εἶτα φείσασθαί τινος αὐτῶν ἄξιόν ἐστιν, ὥστε διὰ τούτους ἢ τῶν δεκατῶν τῶν τῆς θεοῦ ἀμελῆσαι ἢ τῆς διπλασίας τῶν ὁσίων χρημάτων, ἢ τὸν τούτους πειρώμενον σῴζειν μὴ τιμωρήσασθαι καὶ τί κωλύσει ἅπαντας εἶναι πονηρούς, ὦ ἄνδρες δικασταί, εἰ διὰ ταῦτα πλέον ἕξουσιν ἐγὼ μὲν γὰρ οἶμαι οὐδέν.
{{χ|131}} μὴ τοίνυν αὐτοὶ διδάσκετε, ἀλλὰ τιμωρεῖσθε. Καὶ μὴ ἐᾶτ᾽ ἀγανακτεῖν εἰ δεθήσονται ἔχοντες τὰ ὑμέτερα ἀλλ᾽ ἄγετ᾽ αὐτοὺς ὑπὸ τοὺς νόμους. Οὐδὲ γὰρ οἱ τῆς ξενίας ἁλισκόμενοι ἀγανακτοῦσιν ἐν τῷ οἰκήματι τούτῳ ὄντες, ἕως ἂν τῶν ψευδομαρτυριῶν ἀγωνίσωνται, ἀλλὰ μένουσιν καὶ οὐκ οἴονται δεῖν ἐγγυητὰς καταστήσαντες περιιέναι.
{{χ|161}} Δημηγορίαν δ᾽ ἐπὶ τούτοις ποιούμενος, ὡς ἔστι τριῶν αἵρεσις, ἢ τὰ πομπεῖα κατακόπτειν ἢ πάλιν εἰσφέρειν ἢ τοὺς ὀφείλοντας εἰσπράττειν, αἱρουμένων εἰκότως ὑμῶν τοὺς ὀφείλοντας εἰσπράττειν, ταῖς ὑποσχέσεσιν κατέχων καὶ διὰ τὸν καιρὸν ὃς ἦν τότ᾽ ἔχων ἐξουσίαν, τοῖς μὲν κειμένοις νόμοις περὶ τούτων οὐκ ᾤετο δεῖν χρῆσθαι, οὐδ᾽, εἰ μὴ τούτους ἐνόμιζ᾽ ἱκανούς, ἑτέρους τιθέναι, ψηφίσματα δ᾽ εἶπεν ἐν ὑμῖν δεινὰ καὶ παράνομα, δι᾽ ὧν ἠργολάβει, προσαγωγεῖ τούτῳ χρώμενος τῶν λημμάτων.
{{χ|162}} Καὶ πολλὰ τῶν ὑμετέρων κέκλοφεν μετὰ τούτου, γράψας τοὺς ἕνδεκα καὶ τοὺς ἀποδέκτας καὶ τοὺς ὑπηρέτας ἀκολουθεῖν μεθ᾽ αὑτοῦ. Εἶτ᾽ ἔχων τούτους ἦγ᾽ ἐπὶ τὰς ὑμετέρας οἰκίας, καὶ σύ, ὦ Τιμόκρατες, συνηκολούθεις μόνος τῶν συναρχόντων δέκ᾽ ὄντων. Καὶ μηδεὶς ὑπολαμβανέτω με λέγειν ὡς οὐ χρῆν εἰσπράττειν τοὺς ὀφείλοντας. Χρῆν γάρ. Ἀλλὰ πῶς; ὡς ὁ νόμος ἀγορεύει· τῶν ἄλλων ἕνεκα· τοῦτο γάρ ἐστι δημοτικόν. Οὐ γὰρ τοσοῦτον, ὦ ἄνδρες Ἀθηναῖοι, πέντε ταλάντων ὑμῖν, ὧν οὗτοι τότ᾽ εἰσέπραξαν, τεθέντων ὠφέλησθε, ὅσον βέβλαφθε τοιούτων ἐθῶν εἰς τὴν πολιτείαν εἰσαγομένων.
{{χ|163}} Εἰ γὰρ θέλετ᾽ ἐξετάσαι τίνος εἵνεκα μᾶλλον ἄν τις ἕλοιτ᾽ ἐν δημοκρατίᾳ ζῆν ἢ ἐν ὀλιγαρχίᾳ, τοῦτ᾽ ἂν εὕροιτε προχειρότατον, ὅτι πάντα πραότερ᾽ ἐν δημοκρατίᾳ. Ὅτι μὲν τοίνυν τῆς ὅπου βούλεσθ᾽ ὀλιγαρχίας πολλῷ ἀσελγέστερα καὶ δεινότερ᾽ ἐποίουν οὗτοι, παραλείψω. Ἀλλὰ παρ᾽ ἡμῖν πότε πώποτε δεινότατ᾽ ἐν τῇ πόλει γέγονεν
{{χ|178}} Κᾆτ᾽ ἐπὶ μὲν ταῖς εἰσφοραῖς τὸν δημόσιον παρεῖναι προσέγραψεν ὡς δὴ δίκαιος ὤν, ὧν ἕκαστος ἀντιγραφεὺς ἔμελλεν ἔσεσθαι τῶν εἰσενεγκόντων· ἐπὶ τοῖς στεφάνοις δ᾽ οὓς κατέκοπτεν οὐχὶ προσήγαγεν ταὐτὸ δίκαιον τοῦτο, ἀλλ᾽ αὑτὸς ῥήτωρ, χρυσοχόος, ταμίας, ἀντιγραφεὺς γέγονεν.
{{χ|179}} Καὶ μὴν εἰ μὲν ἅπαντ᾽ ἠξίους, ὅσα πράττεις τῇ πόλει, σαυτῷ πιστεύειν, οὐκ ἂν ὁμοίως κλέπτης ὢν ἐφωρῶ· νῦν δ᾽ ἐπὶ ταῖς εἰσφοραῖς ὃ δίκαιόν ἐσθ᾽ ὁρίσας, μὴ σοὶ πιστεύειν, ἀλλὰ τοῖς αὑτῆς δούλοις τὴν πόλιν, ὁπότ᾽ ἄλλο τι πράττων καὶ χρήματα κινῶν ἱερά, ὧν ἔνι᾽ οὐδ᾽ ἐπὶ τῆς ἡμετέρας γενεᾶς ἀνετέθη, μὴ προσγραψάμενος τὴν αὐτὴν φυλακὴν ἥνπερ ἐπὶ τῶν εἰσφορῶν φαίνει, οὐκ ἤδη δῆλον δι᾽ ὃ τοῦτ᾽ ἐποίησας; ἐγὼ μὲν οἶμαι.
{{χ|180}} Καὶ μήν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθ᾽ ὡς καλὰ καὶ ζηλώτ᾽ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείν᾽ ἀντεπέγραψεν. Οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμένα οἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα ἐστεφάνωσαν καὶ δικαιοσύνης, ἢ οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν, ἢ κατὰ πόλεις οἱ δεῖνες τὸν δῆμον ἐστεφάνωσαν σωθέντες ὑπὸ τοῦ δήμου, οἷον Εὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον ἐπεγέγραπτό που, πάλιν Κόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους, Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας· τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα.
{{χ|200}} ὃ τοίνυν ἔμοιγε δοκεῖ μάλιστ᾽ ἄξιον ὀργῆς εἶναι, φράσω καὶ οὐκ ἀποτρέψομαι, ὅτι ταῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πράττων ἐπ᾽ ἀργυρίῳ, καὶ προῃρημένος ὡς ἀληθῶς μισθαρνεῖν, οὐκ εἰς ἃ καὶ συγγνώμην ἀκούσας ἄν τις ἔσχε, ταῦτ᾽ ἀναλίσκει. Ταῦτα δ᾽ ἐστὶν τί ὁ πατήρ, ὦ ἄνδρες δικασταί, ὁ τούτου τῷ δημοσίῳ ὀφείλει· καὶ οὐκ ὀνειδίζων ἐκείνῳ λέγω, ἀλλ᾽ ἀναγκαζόμενος· καὶ οὗτος ὁ χρηστὸς περιορᾷ.
{{χ|201}} Καίτοι ὅστις μέλλων κληρονομήσειν τῆς ἀτιμίας, ἂν ἐκεῖνός τι πάθῃ, μὴ οἴεται δεῖν ἐκτεῖσαι, ἀλλὰ κερδαίνειν, ὃν ἐκεῖνος ζῇ χρόνον, ἀξιοῖ τοῦτο τὸ κέρδος, τίνος ἂν ὑμῖν ἀποσχέσθαι δοκεῖ καὶ τὸν μὲν πατέρ᾽ οὔτ᾽ ἐλεεῖς οὔτε δεινά σοι δοκεῖ πάσχειν, εἰ σοῦ λαμβάνοντος καὶ χρηματιζομένου ἀπὸ τῶν εἰσφορῶν ὧν εἰσέπραττες, ἀπὸ τῶν ψηφισμάτων ὧν γράφεις, ἀφ᾽ ὧν εἰσφέρεις νόμων, διὰ μικρὸν ἀργύριον μὴ μετέχει τῆς πόλεως, ἑτέρους δ᾽ ἐλεῆσαί τινας φῄς;
{{χ|202}} ἀλλὰ νὴ Δία τὴν ἀδελφὴν καλῶς διῴκηκεν. Ἀλλ᾽ εἰ καὶ μηδὲν ἄλλ᾽ ἠδίκει, κατὰ τοῦτ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι· πέπρακε γὰρ αὐτήν, οὐκ ἐκδέδωκεν. Τῶν γὰρ ὑμετέρων ἐχθρῶν ἑνί, Κερκυραίῳ τινὶ τῶν νῦν ἐχόντων τὴν πόλιν, καταλύοντι παρ᾽ αὐτῷ, ὅτε δεῦρο πρεσβεύοι, καὶ βουληθέντι λαβεῖν αὐτήν ἐξ οὗ δὲ τρόπου, παραλείψω λαβὼν ἀργύριον δέδωκεν· καὶ νῦν ἐστιν ἐν Κερκύρᾳ.
{{χ|204}} καὶ μὴν ὅτι μὲν προσήκει πάντας κολάζειν τοὺς ἀδικοῦντας, εὖ οἶδ᾽ ὅτι πάντες ἄν, εἴ τις ἔροιτο, φήσαιτε· ὅσῳ δὲ μάλιστα τοῦτον, ὃς νόμον εἰσενήνοχ᾽ ἐπὶ βλάβῃ τοῦ πλήθους, ἐγὼ πειράσομαι διδάξαι. Τῶν μὲν γὰρ κλεπτῶν καὶ λωποδυτῶν καὶ τὰ τοιαῦτα κακουργούντων ἕκαστος πρῶτον μὲν ὡς ἀληθῶς τὸν ἐντυχόντ᾽ ἀδικεῖ, καὶ οὐκ ἂν οἷός τ᾽ εἴη πάντας ἐκδύειν οὐδὲ τὰ πάντων ὑφελέσθαι, εἶτα καταισχύνει τὴν αὑτοῦ δόξαν καὶ τὸν βίον μόνον.
{{χ|205}} Εἰ δέ τις εἰσφέρει νόμον ἐξ οὗ τοῖς ὑμᾶς βουλομένοις ἀδικεῖν ἡ πᾶσ᾽ ἐξουσία καὶ ἄδεια γενήσεται, οὗτος ὅλην ἀδικεῖ τὴν πόλιν καὶ καταισχύνει πάντας· νόμος γὰρ αἰσχρὸς ὅταν κύριος ᾖ, τῆς πόλεως ὄνειδός ἐστι τῆς θεμένης, καὶ βλάπτει πάντας ὅσοι περ ἂν αὐτῷ χρῶνται. Τὸν οὖν καὶ βλάπτειν ὑμᾶς καὶ δόξης ἀναπιμπλάναι φαύλης ἐπιχειροῦντα, τοῦτον οὐ τιμωρήσεσθε λαβόντες;
{{χ|206}} καὶ τί φήσετε γνοίη δ᾽ ἄν τις οὕτω μάλισθ᾽ ἡλίκα πράγματα συσκευάσας γέγραφ᾽ αὐτόν, καὶ ταῦθ᾽ ὡς ὑπεναντία τῇ καθεστώσῃ πολιτείᾳ, εἰ λογίσαιθ᾽ ὅτι πάντες, ὅταν που καταλύοντες τὸν δῆμον πράγμασιν ἐγχειρῶσι νεωτέροις, τοῦτο ποιοῦσι πρῶτον ἁπάντων· ἔλυσαν τοὺς πρότερον νόμῳ δι᾽ ἁμαρτίαν τινὰ ταύτην ὑπέχοντας τὴν δίκην.
{{χ|214}} Προσθεῖναι δὲ τεκμήριον τοῦ καὶ μεῖζον εἶναι τἀδίκημα, τὸ τοὺς νόμους διαφθείρειν ἢ τὸ ἀργύριον, ὅτι ἀργυρίῳ μὲν πολλαὶ τῶν πόλεων καὶ φανερῶς πρὸς χαλκὸν καὶ μόλυβδον κεκραμένῳ χρώμεναι σῴζονται καὶ οὐδ᾽ ὁτιοῦν παρὰ τοῦτο πάσχουσιν, νόμοις δὲ πονηροῖς χρώμενοι καὶ διαφθείρεσθαι τοὺς ὄντας ἐῶντες οὐδένες πώποτ᾽ ἐσώθησαν. Ταύτῃ μέντοι τῇ κατηγορίᾳ Τιμοκράτης ἔνοχος καθέστηκε νυνί, καὶ δικαίως ἂν ὑφ᾽ ὑμῶν τοῦ προσήκοντος τύχοι τιμήματος.
{{χ|215}} χρὴ μὲν οὖν πᾶσιν ὀργίλως ἔχειν, ὅσοι τιθέασι νόμους αἰσχροὺς καὶ πονηρούς, μάλιστα δὲ τούτοις οἳ τοὺς τοιούτους τῶν νόμων διαφθείρουσι δι᾽ ὧν ἔστιν ἢ μικρὰν ἢ μεγάλην εἶναι τὴν πόλιν. Εἰσὶ δ᾽ οὗτοι τίνες; οἵ τε τοὺς ἀδικοῦντας τιμωρούμενοι καὶ ὅσοι τοῖς ἐπιεικέσι τιμάς τινας διδόασιν.
{{χ|216}} Εἰ γὰρ ἅπαντες προθυμηθεῖεν ποιεῖν ἀγαθόν τι τὸ κοινόν, τὰς τιμὰς καὶ τὰς δωρειὰς τὰς ὑπὲρ τούτων ζηλώσαντες, καὶ πάντες ἀποσταῖεν τοῦ κακουργεῖν ἢ κακόν τι πράττειν, τὰς βλάβας καὶ τὰς ζημίας τὰς ἐπὶ τούτοις κειμένας φοβηθέντες, ἔσθ᾽ ὅ τι κωλύει τὴν πόλιν μεγίστην εἶναι οὐ τριήρεις ὅσας οὐδεμία πόλις Ἑλληνὶς κέκτηται οὐχ ὁπλίτας; οὐχ ἱππέας; οὐ προσόδους; οὐ τόπους; οὐ λιμένας; ταῦτα δὲ πάντα τί σῴζει καὶ συνέχει οἱ νόμοι· κατὰ γὰρ τούτους οὔσης τῆς πολιτείας ἐστὶ ταῦτα χρήσιμα τῷ κοινῷ.
{{χ|217}} Εἰ δὲ τοὐναντίον γένοιτο τοῖς χρηστοῖς μὲν μηδ᾽ ὁτιοῦν πλέον, τοῖς δ᾽ ἀδικοῦσιν ἄδει᾽ ὅσην Τιμοκράτης γέγραφεν, πόση ταραχὴ γένοιτ᾽ ἂν εἰκότως; εὖ γὰρ ἴσθ᾽ ὅτι τούτων ὧν διεξῆλθον κτημάτων, οὐδ᾽ εἰ δὶς γένοιθ᾽ ὅσα νῦν ἐστιν, οὐδ᾽ ὁτιοῦν ἂν ὄφελος εἴη. Οὗτος τοίνυν ἐν τούτῳ τῷ νόμῳ φαίνεται κακῶς ἐπιχειρῶν ὑμᾶς ποιεῖν δι᾽ οὗ τοῖς ἀδικεῖν ἐπιχειροῦσίν εἰσιν αἱ τιμωρίαι.
{{χ|218}} πάντων οὖν εἵνεκα τῶν εἰρημένων ἄξιον ὀργισθῆναι καὶ κολάσαι καὶ παράδειγμα ποιῆσαι τοῖς ἄλλοις· ὡς τὸ πράως ἔχειν τοῖς τοιούτοις, καὶ καταψηφίζεσθαι μέν, ὀλίγου δὲ τιμᾶν, ἐθίζειν καὶ προδιδάσκειν ἔστ᾽ ἀδικεῖν ὑμᾶς ὡς πλείστους.
|
επεξεργασίες