Κατά Στεφάνου Ψευδομαρτυριών Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 50:
{{χ|20}} Οὐκοῦν ἦν ἁπλοῦν, ὦ ἄνδρες δικασταί, τὸν ταῦτα μαρτυροῦντα προσμαρτυρῆσαι εἶναι δὲ τὸ γραμματεῖον, ὃ αὐτὸς παρέχει, τοῦτο, καὶ τὸ γραμματεῖον ἐμβαλεῖν. Ἀλλὰ τοῦτο μὲν οἶμαι τὸ ψεῦδος ἡγεῖτ᾽ ὀργῆς ἄξιον, καὶ δίκην ἂν ὑμᾶς παρ᾽ αὑτοῦ λαβεῖν, γραμματεῖον δ᾽ αὑτῷ καταλειφθῆναι μαρτυρῆσαι φαῦλον καὶ οὐδέν. Ἔστι δὲ τοῦτ᾽ αὐτὸ τὸ δηλοῦν καὶ κατηγοροῦν ὅτι πᾶν τὸ πρᾶγμα κατεσκευάκασιν.
 
{{χ|21}} Εἰ μὲν γὰρ ἐπῆν ἐπὶ τῆς διαθήκης Πασίωνος καὶ Φορμίωνος, ἢ πρὸς Φορμίωνα, ἢ τοιοῦτό τι, εἰκότως ἂν αὐτὴν ἐτήρει τούτῳ· εἰ δέ, ὥσπερ μεμαρτύρηκεν, ἐπῆν διαθήκη Πασίωνος, πῶς οὐκ ἂν ἀνῃρήμην αὐτὴν ἐγώ, συνειδὼς μὲν ἐμαυτῷ μέλλοντι δικάζεσθαι, συνειδὼς δ᾽ ὑπεναντίαν οὖσαν, εἴπερ ἦν τοιαύτη, τοῖς ἐμαυτῷ συμφέρουσιν, κληρονόμος δ᾽ ὢν καὶ ταύτης, εἴπερ ἦν τοὐμοῦ πατρός, καὶ τῶν ἄλλων τῶν πατρῴων ὁμοίως;
 
{{χ|22}} οὐκοῦν τῷ παρέχεσθαι μὲν Φορμίωνι, γεγράφθαι δὲ Πασίωνος, εἰᾶσθαι δ᾽ ὑφ᾽ ἡμῶν, ἐξελέγχεται κατεσκευασμένη μὲν ἡ διαθήκη, ψευδὴς δ᾽ ἡ τοῦ Κηφισοφῶντος μαρτυρία. Ἀλλ᾽ ἐῶ Κηφισοφῶντα· οὔτε γὰρ νῦν μοι πρὸς ἐκεῖνόν ἐστιν οὔτ᾽ ἐμαρτύρησεν ἐκεῖνος περὶ τῶν ἐν ταῖς διαθήκαις ἐνόντων οὐδέν.
Γραμμή 56:
{{χ|23}} Καίτοι καὶ τοῦτο σκοπεῖτε, ὅσον ἐστὶ τεκμήριον, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦ τούτους τὰ ψευδῆ μεμαρτυρηκέναι. Εἰ γὰρ ὁ μὲν αὐτὸς ἔχειν τὸ γραμματεῖον μαρτυρῶν οὐκ ἐτόλμησεν ἀντίγραφ᾽ εἶναι ἃ παρείχετο Φορμίων τῶν παρ᾽ αὑτῷ μαρτυρῆσαι, οὗτοι δ᾽ οὔτ᾽ ἐξ ἀρχῆς ὡς παρῆσαν ἔχοιεν ἂν εἰπεῖν, οὔτ᾽ ἀνοιχθὲν εἶδον πρὸς τῷ διαιτητῇ τὸ γραμματεῖον, ἀλλὰ καὶ μεμαρτυρήκασιν αὐτοὶ μὴ ᾽θέλειν ἔμ᾽ ἀνοίγειν, ταῦθ᾽ ὡς ἀντίγραφ᾽ ἐστὶν ἐκείνων μεμαρτυρηκότες τί ἄλλ᾽ ἢ σφῶν αὐτῶν κατήγοροι γεγόνασιν ὅτι ψεύδονται
 
{{χ|24}} ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθ᾽ ὁ πατὴρ οὑμὸς διαθέσθαι. Λαβὲ δ᾽ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγ᾽ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵν᾽ ἐξ αὐτῆς δεικνύω.'''Μαρτυρία''' Μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος;
 
{{χ|25}} ἐπίσχες. Ἐνθυμεῖσθ᾽ ὅτι τῶν διαθηκῶν γέγραπται τῶν Πασίωνος. Καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστ᾽ ἐγίγνεθ᾽ ἡ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. Λέγε τὴν μαρτυρίαν ἀπ᾽ ἀρχῆς πάλιν.'''Μαρτυρία''' Μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ Μαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε. Ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον Καὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν. Εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος;
 
{{χ|26}} ἔχ᾽ αὐτοῦ. Οὐδ᾽ ἂν εἷς ἔτι δήπου τοῦτ᾽ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλ᾽ εὐθὺς ἂν εἶπε τί δ᾽ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεως εἰ μή φημ᾽ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν, οὕτως ὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν, οὐ τῶν Πασίωνος. Τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τ᾽ εἶναι καὶ τὸ τοῦτον φάσκειν.
Γραμμή 98:
{{χ|44}} Πρὸς δὴ τὸν λόγον τοῦτον καὶ τὴν ἀναίδειαν βέλτιόν ἐστι μικρὰ προειπεῖν ὑμῖν, ἵνα μὴ λάθητ᾽ ἐξαπατηθέντες. Πρῶτον μέν, ὅταν ἐγχειρῇ λέγειν τοῦτο, ὡς ἄρ᾽ οὐ πάντων ὑπεύθυνός ἐστιν, ἐνθυμεῖσθ᾽ ὅτι διὰ ταῦθ᾽ ὁ νόμος μαρτυρεῖν ἐν γραμματείῳ κελεύει, ἵνα μήτ᾽ ἀφελεῖν ἐξῇ μήτε προσθεῖναι τοῖς γεγραμμένοις μηδέν. Τότ᾽ οὖν αὐτὸν ἔδει ταῦτ᾽ ἀπαλείφειν κελεύειν ἃ νῦν οὐ φήσει μεμαρτυρηκέναι, οὐ νῦν ἐνόντων ἀναισχυντεῖν.
 
{{χ|45}} Ἔπειτα καὶ τόδε σκοπεῖτε, εἰ ἐάσαιτ᾽ ἂν ἐναντίον ὑμῶν ἐμὲ προσγράψαι τι λαβόντα τὸ γραμματεῖον. Οὐ δήπου. Οὔκουν οὐδὲ τοῦτον ἀφαιρεῖν τῶν γεγραμμένων ἐᾶν προσήκει. Τίς γὰρ ἁλώσεταί ποτε ψευδομαρτυρίων, εἰ μαρτυρήσει θ᾽ ἃ βούλεται, καὶ λόγον ὧν βούλεται δώσει ἀλλ᾽ οὐχ οὕτω ταῦτ᾽ οὔθ᾽ ὁ νόμος διεῖλεν οὔθ᾽ ὑμῖν ἀκούειν προσήκει· ἀλλ᾽ ἐκεῖν᾽ ἁπλοῦν καὶ δίκαιον. Τί γέγραπται; τί μεμαρτύρηκας; ταῦθ᾽ ὡς ἀληθῆ δείκνυε. Καὶ γὰρ ἀντιγέγραψαι ταῦτα ἀληθῆ μεμαρτύρηκα, μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα, οὐ τὸ καὶ τὸ τῶν ἐν τῷ γραμματείῳ.
 
{{χ|46}} Ὅτι δ᾽ οὕτω ταῦτ᾽ ἔχει, λαβὲ τὴν ἀντιγραφὴν αὐτήν μοι. Λέγε.'''Ἀντιγραφή''' Ἀπολλόδωρος Πασίωνος Ἀχαρνεὺς Στεφάνῳ Μενεκλέους Ἀχαρνεῖ ψευδομαρτυρίων, τίμημα τάλαντον. Τὰ ψευδῆ μου κατεμαρτύρησε Στέφανος μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα. Στέφανος Μενεκλέους Ἀχαρνεὺς τἀληθῆ ἐμαρτύρησα μαρτυρήσας τὰ ἐν τῷ γραμματείῳ γεγραμμένα. Ταῦθ᾽ οὗτος ἀντεγράψατο, ἃ χρὴ μνημονεύειν ὑμᾶς, καὶ μὴ τοὺς ἐπ᾽ ἐξαπάτῃ νῦν λόγους ὑπὸ τούτου ῥηθησομένους πιστοτέρους ποιεῖσθαι τῶν νόμων καὶ τῶν ὑπὸ τούτου γραφέντων εἰς τὴν ἀντιγραφήν.
Γραμμή 146:
{{χ|68}} οὐ τοίνυν οὐδ᾽ ἃ πέπλασται οὗτος καὶ βαδίζει παρὰ τοὺς τοίχους ἐσκυθρωπακώς, σωφροσύνης ἄν τις ἡγήσαιτ᾽ εἰκότως εἶναι σημεῖα, ἀλλὰ μισανθρωπίας. Ἐγὼ γάρ, ὅστις αὐτῷ μηδενὸς συμβεβηκότος δεινοῦ, μηδὲ τῶν ἀναγκαίων σπανίζων, ἐν ταύτῃ τῇ σχέσει διάγει τὸν βίον, τοῦτον ἡγοῦμαι συνεορακέναι καὶ λελογίσθαι παρ᾽ αὑτῷ, ὅτι τοῖς μὲν ἁπλῶς, ὡς πεφύκασι, βαδίζουσι καὶ φαιδροῖς καὶ προσέλθοι τις ἂν καὶ δεηθείη καὶ ἐπαγγείλειεν οὐδὲν ὀκνῶν, τοῖς δὲ πεπλασμένοις καὶ σκυθρωποῖς ὀκνήσειέ τις ἂν προσελθεῖν πρῶτον.
 
{{χ|69}} Οὐδὲν οὖν ἄλλ᾽ ἢ πρόβλημα τοῦ τρόπου τὸ σχῆμα τοῦτ᾽ ἔστι, καὶ τὸ τῆς διανοίας ἄγριον καὶ πικρὸν ἐνταῦθα δηλοῖ. Σημεῖον δέ· τοσούτων γὰρ ὄντων τὸ πλῆθος Ἀθηναίων, πράττων πολὺ βέλτιον ἢ σὲ προσῆκον ἦν, τῷ πώποτ᾽ εἰσήνεγκας, ἢ τίνι συμβέβλησαί πω, ἢ τίν᾽ εὖ πεποίηκας;
 
{{χ|70}} οὐδέν᾽ ἂν εἰπεῖν ἔχοις· ἀλλὰ τοκίζων καὶ τὰς τῶν ἄλλων συμφορὰς καὶ χρείας εὐτυχήματα σαυτοῦ νομίζων, ἐξέβαλες μὲν τὸν ἀφῄρησαι δὲ τὴν σαυτοῦ πενθερὰν ταῦτ᾽ ἀφ᾽ ὧν ἔζη, ἀοίκητον δὲ τὸν Ἀρχεδήμου παῖδα τὸ σαυτοῦ μέρος πεποίηκας. Οὐδεὶς δὲ πώποθ᾽ οὕτω πικρῶς οὐδ᾽ ὑπερήμερον εἰσέπραξεν ὡς σὺ τοὺς ὀφείλοντας τοὺς τόκους. Εἶθ᾽ ὃν ὁρᾶτ᾽ ἐπὶ πάντων οὕτως ἄγριον καὶ μιαρόν, τοῦτον ὑμεῖς ἠδικηκότ᾽ ἐπ᾽ αὐτοφώρῳ λαβόντες οὐ τιμωρήσεσθε δείν᾽ ἄρ᾽, ὦ ἄνδρες δικασταί, ποιήσετε καὶ οὐχὶ δίκαια.
Γραμμή 166:
{{χ|78}} Τὰ δ᾽ εἰς τὴν πόλιν καὶ ὅσ᾽ εἰς ὑμᾶς, ὡς δύναμαι λαμπρότατα, ὡς ὑμεῖς σύνιστε, ποιῶ· οὐ γὰρ ἀγνοῶ τοῦθ᾽ ὅτι τοῖς μὲν γένει πολίταις ὑμῖν ἱκανόν ἐστι λῃτουργεῖν ὡς οἱ νόμοι προστάττουσι, τοὺς δὲ ποιητοὺς ἡμᾶς ὡς ἀποδιδόντας χάριν, οὕτω προσήκει φαίνεσθαι λῃτουργοῦντας. Μὴ οὖν μοι ταῦτ᾽ ὀνείδιζε, ἐφ᾽ οἷς ἐπαίνου τύχοιμ᾽ ἂν δικαίως.
 
{{χ|79}} Ἀλλὰ τίν᾽, ὦ Φορμίων, τῶν πολιτῶν ἑταιρεῖν, ὥσπερ σύ, μεμίσθωμαι δεῖξον. Τίνα τῆς πόλεως, ἧς αὐτὸς ἠξιώθην, καὶ τῆς ἐν αὐτῇ παρρησίας ἀπεστέρηκα, ὥσπερ σὺ τοῦτον ὃν κατῄσχυνας; τίνος γυναῖκα διέφθαρκα, ὥσπερ σὺ πρὸς πολλαῖς ἄλλαις ταύτην, ᾗ τὸ μνῆμ᾽ ᾠκοδόμησεν ὁ θεοῖς ἐχθρὸς οὗτος πλησίον τοῦ τῆς δεσποίνης, ἀνηλωκὼς πλέον ἢ τάλαντα δύο καὶ οὐκ ᾐσθάνετο, ὅτι οὐχὶ τοῦ τάφου μνημεῖον ἔσται τὸ οἰκοδόμημα τοιοῦτον ὄν, ἀλλὰ τῆς ἀδικίας ἧς τὸν ἄνδρ᾽ ἠδίκηκεν ἐκείνη διὰ τοῦτον.
 
{{χ|80}} Εἶτα τοιαῦτα ποιῶν καὶ τηλικαύτας μαρτυρίας ἐξενηνοχὼς τῆς ὕβρεως τῆς σαυτοῦ σύ, τὸν ἄλλου του βίον ἐξετάζειν τολμᾷσ μεθ᾽ ἡμέραν εἶ σὺ σώφρων, τὴν δὲ νύκτ᾽ ἐφ᾽ οἷς θάνατος ἡ ζημία, ταῦτα ποιεῖς. Πονηρός, ὦ ἄνδρες Ἀθηναῖοι, πονηρὸς οὗτος ἄνωθεν ἐκ τοῦ Ἀνακείου καὶ ἄδικος. Σημεῖον δέ· εἰ γὰρ ἦν δίκαιος, πένης ἂν ἦν τὰ τοῦ δεσπότου διοικήσας. Νῦν δὲ τοσούτων χρημάτων τὸ πλῆθος κύριος καταστὰς ὥστε τοσαῦτα λαθεῖν ἀπ᾽ αὐτῶν κλέψας ὅσα νῦν κέκτηται, οὐκ ὀφείλειν ταῦτα, ἀλλὰ πατρῷ᾽ ἔχειν ἡγεῖται.
 
{{χ|81}} Καίτοι πρὸς θεῶν, εἰ κλέπτην σ᾽ ἀπῆγον ὡς ἐπ᾽ αὐτοφώρῳ εἰληφώς, τὴν οὐσίαν ἣν ἔχεις, εἴ πως οἷόν τ᾽ ἦν, ἐπιθείς σοι, εἶτά σ᾽ ἠξίουν, εἰ μὴ φὴς ὑφῃρημένοῦτ᾽ ἔχειν, ἀνάγειν ὅθεν εἴληφας, εἰς τίν᾽ ἂν αὔτ᾽ ἀνήγαγες; οὔτε γάρ σοι πατὴρ παρέδωκεν, οὔθ᾽ ηὗρες, οὔτε λαβών ποθεν ἄλλοθεν ἦλθες ὡς ἡμᾶς· βάρβαρος γὰρ ἐωνήθης. Εἶθ᾽ ᾧ δημοσίᾳ προσῆκεν ἐπὶ τοῖς εἰργασμένοις τεθνάναι, σύ, τὸ σῶμα σεσῳκὼς καὶ πόλιν ἐκ τῶν ἡμετέρων σαυτῷ κτησάμενος καὶ παῖδας ἀδελφοὺς τοῖς σεαυτοῦ δεσπόταις ἀξιωθεὶς ποιήσασθαι, παρεγράψω μὴ εἰσαγώγιμον εἶναι τὴν δίκην τῶν ἐγκαλουμένων χρημάτων ὑφ᾽ ἡμῶν;
{{χ|82}} εἶτα κακῶς ἡμᾶς ἔλεγες καὶ τὸν ἡμέτερον πατέρ᾽ ἐξήταζες ὅστις ἦν ἐφ᾽ οἷς τίς οὐκ ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χαλεπῶς ἤνεγκεν ἐγὼ γάρ, εἰ πάντων τῶν ἄλλων ὑμῶν ἔλαττον προσήκει μοι φρονεῖν, τούτου γε μεῖζον οἶμαι, καὶ τούτῳ γ᾽ εἰ μηδενὸς τῶν ἄλλων ἔλαττον, ἐμοῦ γ᾽ ἔλαττον· ὄντων γὰρ ἡμῶν τοιούτων ὁποίους τινὰς ἂν καὶ σὺ κατασκευάσῃς τῷ λόγῳ, σὺ δοῦλος ἦσθα.