Κατά Ολυμπιοδώρου Βλάβης: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 55:
{{χ|26}} Ψηφισαμένων δὲ ταῦτα τῶν δικαστῶν διέγραψεν ὁ ἄρχων Πυθόδοτος κατὰ τὸν νόμον τὴν τουτουὶ Ὀλυμπιοδώρου ἀμφισβήτησιν. Διαγραφείσης δὲ ταύτης, ἐξ ἀνάγκης καὶ ἐμοὶ ἦν ἐκλιπεῖν τὴν τοῦ ἡμικληρίου ἀμφισβήτησιν. Γενομένων δὲ τούτων ἐπεδίκασεν ὁ ἄρχων τοῖς ἀντιδίκοις τοῖς ἡμετέροις τὸν κλῆρον τὸν Κόμωνος· ταῦτα γὰρ οἱ νόμοι αὐτὸν ἠνάγκαζον ποιεῖν.
 
{{χ|27}} Ἐπειδὴ δὲ ἐπεδικάσαντο, εὐθὺς εἰς Πειραιᾶ ἐλθόντες παρελάμβανον πάντα ὅσα ἡμῶν εἶχεν ἑκάτερος νειμάμενος ἐν τῇ μερίδι. Κἀγὼ μὲν ἐπιδημῶν αὐτὸς παρέδωκα (ἀνάγκη γὰρ ἦν πείθεσθαι τοῖς νόμοις), τὰ δὲ Ὀλυμπιοδώρου, ἀποδημοῦντος τούτου, ἅπαντα ᾤχοντο λαβόντες, πλὴν τοῦ ἀργυρίου οὗ εἶχεν αὐτὸς παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου, ὃν ἐβασάνισεν· οὐ γὰρ εἶχον ὅπου ἐπιλάβοιντο τοῦ ἀργυρίου.
 
{{χ|28}} Καὶ τὰ μὲν πραχθέντα ταῦτ᾽ ἦν ἐν τῇ ἀποδημίᾳ τῇ Ὀλυμπιοδώρου, καὶ τῆς κοινωνίας τῆς πρὸς τοῦτον ταῦτα ἐγὼ ἀπέλαυσα. Ἐπειδὴ δὲ ἐπεδήμησεν οὗτος καὶ οἱ ἄλλοι στρατιῶται, ἠγανάκτει Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπὶ τοῖς συμβεβηκόσι, καὶ ἡγεῖτο δεινὰ πεπονθέναι. Ἐπειδὴ δὲ μεστὸς ἐγένετο ἀγανακτῶν, ἐσκοποῦμεν πάλιν καὶ ἐβουλευόμεθα κοινῇ ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὅντινα τρόπον τούτων τι πάλιν κομιούμεθα.
Γραμμή 91:
{{χ|44}} οὗτος γάρ, ὦ ἄνδρες δικασταί, τά τε ἄλλα ἔλεγεν ὅ τι ἐβούλετο ἐν τῷ δικαστηρίῳ, καὶ κατεχρήσατο πρὸς τοὺς δικαστὰς ὅτι ἐγὼ τὴν οἰκίαν, ἣν ἔλαβον ἐν τῇ μερίδι τῇ ἐμαυτοῦ, μεμισθωμένος εἴην παρ᾽ αὐτοῦ, καὶ τὸ ἀργύριον ὃ ἔλαβον, τὸ ἥμισυ τὸ ἀπὸ τῶν χιλίων δραχμῶν τῶν παρὰ τοῦ οἰκέτου, ὅτι ἐδανεισάμην παρὰ τούτου. Καὶ οὐ μόνον ἔλεγεν ταῦτα, ἀλλὰ καὶ μαρτυρίας παρείχετο περὶ τούτων. Κἀγὼ οὐδ᾽ ὁτιοῦν ἀντέλεγον τούτοις, οὐδ᾽ ἤκουσέ μου φωνὴν οὐδεὶς ἀνθρώπων, ὅτε οὗτος ἠγωνίζετο, οὔτε μικρὰν οὔτε μεγάλην, ἀλλὰ προσωμολόγουν ἀληθῆ εἶναι πάντα ὅσα οὗτος ἐβούλετο λέγειν. Κοινῇ γὰρ ἠγωνιζόμην μετὰ σοῦ, ὥσπερ ἔδοξεν ἐμοὶ καὶ σοί.
 
{{χ|45}} Ἐπεὶ εἰ μή ἐστιν ταῦτα ἀληθῆ ἃ λέγω, διὰ τί οὐκ ἐπεσκηψάμην ἐγὼ τότε τοῖς μάρτυσιν τοῖς ταῦτα μαρτυροῦσιν, ἀλλ᾽ ἡσυχίαν εἶχον πολλήν ἢ διὰ τί σύ, Ὀλυμπιόδωρε, οὐδεπώποτέ μοι ἔλαχες ἐνοικίου δίκην τῆς οἰκίας ἧς ἔφασκες μισθῶσαί μοι ὡς σαυτοῦ οὖσαν, οὐδὲ τοῦ ἀργυρίου οὗ ἔλεγες πρὸς τοὺς δικαστὰς ὅτι ἐδάνεισάς μοι, τούτων οὐδὲν ἐποίησας; ὥστε πῶς ἂν μᾶλλον ἄνθρωπος ἐξελέγχοιτο ψευδόμενος καὶ ὑπεναντία λέγων αὐτὸς αὑτῷ καὶ αἰτιώμενος τὰ οὐδεπώποτε γενόμενα
 
{{χ|46}} ὃ δὲ πάντων μέγιστόν ἐστιν, ὦ ἄνδρες δικασταί, ᾧ καὶ γνώσεσθε τουτονὶ ὅτι ἄδικός ἐστιν καὶ πλεονέκτης ἄνθρωπος· ἐχρῆν γὰρ αὐτόν, εἴ τι ἀληθὲς ἦν ὧν λέγει, πρότερον ταῦτα λέγειν καὶ ἐπιδεικνύειν, πρὶν τὸν ἀγῶνα γενέσθαι καὶ διαπειραθῆναι τῶν δικαστῶν ὅ τι γνώσονται, καὶ παραλαβόντα πολλοὺς μάρτυρας ἀξιοῦν ἀναιρεῖσθαι τὰς συνθήκας παρὰ τοῦ Ἀνδροκλείδου ὡς παραβαίνοντος ἐμοῦ καὶ τἀναντία πράττοντος ἑαυτῷ καὶ οὐκέτι κυρίων οὐσῶν τῶν συνθηκῶν ἐμοὶ καὶ τούτῳ, καὶ τῷ Ἀνδροκλείδῃ τῷ ἔχοντι τὰς συνθήκας διαμαρτύρασθαι, ὅτι αὐτῷ οὐδέν ἐστιν ἔτι πρᾶγμα πρὸς τὰς συνθήκας ταύτας.
Γραμμή 103:
{{χ|50}} Πῶς ἂν οὖν μᾶλλον καταφανὴς γένοιτο ἄνθρωπος, ὅτι δικαίως μὲν οὐδὲν βούλεται πρός με πράττειν, ἀποστερήσειν δ᾽ οἴεται ἃ προσήκει ἐμοὶ λαβεῖν, προφάσεις λέγων καὶ ἐγκλήματα ἐγκαλῶν, τὰς δὲ συνθήκας, ἅς φησί με παραβεβηκέναι, οὐκ ᾠήθη δεῖν ὑμᾶς ἀκοῦσαι ἐγὼ δὲ τότε μὲν ἐναντίον τῶν μαρτύρων τῶν παραγενομένων προὐκαλεσάμην, νυνὶ δὲ καὶ ὑμῶν ἐναντίον τῶν δικαστῶν πάλιν προκαλοῦμαι, καὶ ἀξιῶ συγχωρεῖν αὐτὸν καὶ ἐγὼ συγχωρῶ ἀνοιχθῆναι τὰς συνθήκας ἐνταυθὶ ἐπὶ τοῦ δικαστηρίου, καὶ ἀκοῦσαι ὑμᾶς, καὶ πάλιν σημανθῆναι ἐναντίον ὑμῶν.
 
{{χ|51}} Ἀνδροκλείδης δὲ οὑτοσὶ πάρεστιν. Ἐγὼ γὰρ αὐτῷ ἐπήγγειλα ἥκειν ἔχοντι τὰς συνθήκας. Καὶ συγχωρῶ, ὦ ἄνδρες δικασταί, ἐν τῷ τούτου λόγῳ ἢ ἐν τῷ προτέρῳ ἢ ἐν τῷ ὑστέρῳ ἀνοιχθῆναι· οὐδὲν γάρ μοι διαφέρει. Ὑμᾶς δὲ βούλομαι ἀκοῦσαι τὰς συνθήκας καὶ τοὺς ὅρκους, οὓς ὠμόσαμεν ἀλλήλοις ἐγὼ καὶ Ὀλυμπιόδωρος οὑτοσί. Καὶ εἰ μὲν συγχωρεῖ, ἔστω ταῦτα, καὶ ὑμεῖς ἀκούετε, ἐπειδὰν τούτῳ δοκῇ· ἐὰν δὲ μὴ ᾽θέλῃ ταῦτα ποιεῖν, οὐκ ἤδη καταφανὴς ἔσται, ὦ ἄνδρες δικασταί, ὅτι ἀναισχυντότατός ἐστιν ἀνθρώπων ἁπάντων, καὶ δικαίως οὐδ᾽ ἂν ὁτιοῦν ἀποδέχοισθε τούτου ὡς ὑγιές τι λέγοντος;
 
{{χ|52}} ἀλλὰ τί ταῦτα σπουδάζω οὐδὲ γὰρ αὐτὸς ἀγνοεῖ ταῦτα οὗτος, ὅτι ἀδικεῖ μὲν ἐμέ, ἀδικεῖ δὲ τοὺς θεοὺς οὓς ὤμοσεν, καὶ ἐπιορκεῖ. Ἀλλὰ διέφθαρται, ὦ ἄνδρες δικασταί, καὶ παραφρονεῖ. Ἀνιῶμαι μὲν οὖν καὶ αἰσχύνομαι, ὦ ἄνδρες δικασταί, οἷς μέλλω λέγειν πρὸς ὑμᾶς, ἐξ ἀνάγκης δέ μοί ἐστιν εἰπεῖν, ὅπως ἂν ὑμεῖς οἱ τὴν ψῆφον ἔχοντες ἀκούσαντες ἅπαντα, βουλεύσησθε ὅ τι ἂν ὑμῖν δοκῇ βέλτιστον εἶναι περὶ ἡμῶν.
Γραμμή 111:
{{χ|54}} Πῶς γὰρ οὐ μαίνεται ὅστις οἴεται δεῖν, ἃ μὲν ὡμολόγησεν καὶ συνέθετο ἑκὼν πρὸς ἑκόντα καὶ ὤμοσεν, τούτων μὲν μηδ᾽ ὁτιοῦν ποιεῖν, καὶ ταῦτα ἐμοῦ σπουδάζοντος οὐχ ὑπὲρ ἐμαυτοῦ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς τούτου ἀδελφῆς τῆς ὁμοπατρίας καὶ ὁμομητρίας, ἣ ἐμοὶ συνοικεῖ, καὶ ὑπὲρ τῆς τούτου ἀδελφιδῆς, θυγατρὸς δὲ ἐμῆσ αὗται γάρ εἰσιν αἱ ἀδικούμεναι οὐχ ἧττον ἐμοῦ, ἀλλὰ καὶ μᾶλλον.
 
{{χ|55}} Πῶς γὰρ οὐκ ἀδικοῦνται ἢ πῶς οὐ δεινὰ πάσχουσιν, ἐπειδὰν ὁρῶσι τὴν μὲν τούτου ἑταίραν περαιτέρω τοῦ καλῶς ἔχοντος καὶ χρυσία πολλὰ ἔχουσαν καὶ ἱμάτια καλά, καὶ ἐξόδους λαμπρὰς ἐξιοῦσαν, καὶ ὑβρίζουσαν ἐκ τῶν ἡμετέρων, αὐταὶ δὲ καταδεεστέρως περὶ ταῦτα ἔχωσιν ἅπαντα, πῶς οὐκ ἐκεῖναι μᾶλλον ἔτι ἀδικοῦνται ἢ ἐγώ οὗτος δὲ πῶς οὐ καταφανῶς μαίνεται καὶ παραφρονεῖ, τοιαῦτα περὶ αὑτοῦ βουλευόμενος; ἵνα δὲ μὴ φάσκῃ, ὦ ἄνδρες δικασταί, ἐπὶ διαβολῇ ταῦτα λέγειν με τοῦ ἀγῶνος ἕνεκα τουτουί, μαρτυρίαν ὑμῖν ἀναγνώσεται τῶν τούτου οἰκείων καὶ ἐμῶν.'''Μαρτυρία'''
 
{{χ|56}} Ὀλυμπιόδωρος μὲν οὑτοσὶ τοιοῦτός ἐστιν ἄνθρωπος, οὐ μόνον ἄδικος, ἀλλὰ καὶ μελαγχολᾶν δοκῶν ἅπασιν τοῖς οἰκείοις καὶ τοῖς γνωρίμοις τῇ προαιρέσει τοῦ βίου, καὶ ὅπερ Σόλων ὁ νομοθέτης λέγει, παραφρονῶν ὡς οὐδεὶς πώποτε παρεφρόνησεν ἀνθρώπων, γυναικὶ πειθόμενος πόρνῃ. Καὶ ἄκυρά γε ταῦτα πάντα ἐνομοθέτησεν εἶναι ὁ Σόλων, ὅ τι ἄν τις γυναικὶ πειθόμενος πράττῃ, ἄλλως τε καὶ τοιαύτῃ.