Κατά Μειδίου περί του Κονδύλου: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 19:
{{χ|8}} Εἴ τις οὖν ὑμῶν ἄρα καὶ τὸν ἔμπροσθεν χρόνον τῶν ἰδίων τινὸς εἵνεκα γίγνεσθαι τὸν ἀγῶνα τόνδ᾽ ὑπελάμβανεν, ἐνθυμηθεὶς νῦν ὅτι δημοσίᾳ συμφέρει μηδενὶ μηδὲν ἐξεῖναι τοιοῦτο ποιεῖν, ὡς ὑπὲρ κοινοῦ τοῦ πράγματος ὄντος καὶ προσέχων ἀκουσάτω, καὶ τὰ φαινόμεν᾽ αὑτῷ δικαιότερ᾽ εἶναι, ταῦτα ψηφισάσθω. Ἀναγνώσεται δὲ πρῶτον μὲν ὑμῖν τὸν νόμον καθ᾽ ὃν εἰσὶν αἱ προβολαί· μετὰ δὲ ταῦτα καὶ περὶ τῶν ἄλλων πειράσομαι διδάσκειν. Λέγε τὸν νόμον. Νόμος Τοὺς πρυτάνεις ποιεῖν ἐκκλησίαν ἐν Διονύσου τῇ ὑστεραίᾳ τῶν Πανδίων. Ἐν δὲ ταύτῃ χρηματίζειν πρῶτον μὲν περὶ ἱερῶν, ἔπειτα τὰς προβολὰς παραδιδότωσαν τὰς γεγενημένας ἕνεκα τῆς πομπῆς ἢ τῶν ἀγώνων τῶν ἐν τοῖς Διονυσίοις, ὅσαι ἂν μὴ ἐκτετισμέναι ὦσιν.
 
{{χ|9}} Ὁ μὲν νόμος οὗτός ἐστιν, ὦ ἄνδρες Ἀθηναῖοι, καθ᾽ ὃν αἱ προβολαὶ γίγνονται, λέγων, ὥσπερ ἠκούσατε, ποιεῖν τὴν ἐκκλησίαν ἐν Διονύσου μετὰ τὰ Πάνδια, ἐν δὲ ταύτῃ ἐπειδὰν χρηματίσωσιν οἱ πρόεδροι περὶ ὧν διῴκηκεν ὁ ἄρχων, χρηματίζειν καὶ περὶ ὧν ἄν τις ἠδικηκὼς ᾖ περὶ τὴν ἑορτὴν ἢ παρανενομηκώς, καλῶς, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ συμφερόντως ἔχων ὁ νόμος, ὡς τὸ πρᾶγμ᾽ αὐτὸ μαρτυρεῖ. Ὅπου γὰρ ἐπόντος τοῦ φόβου τούτου φαίνονταί τινες οὐδὲν ἧττον ὑβρισταί, τί χρὴ τοὺς τοιούτους προσδοκᾶν ἂν ποιεῖν, εἰ μηδεὶς ἐπῆν ἀγὼν μηδὲ κίνδυνος;
 
{{χ|10}} βούλομαι τοίνυν ὑμῖν καὶ τὸν ἑξῆς ἀναγνῶναι νόμον τούτῳ· καὶ γὰρ ἐκ τούτου φανερὰ πᾶσιν ὑμῖν ἥ τε τῶν ἄλλων ὑμῶν εὐλάβεια γενήσεται καὶ τὸ τούτου θράσος. Λέγε τὸν νόμον. Νόμος Εὐήγορος εἶπεν· ὅταν ἡ πομπὴ ᾖ τῷ Διονύσῳ ἐν Πειραιεῖ καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ ἡ ἐπὶ Ληναίῳ πομπὴ καὶ οἱ τραγῳδοὶ καὶ οἱ κωμῳδοί, καὶ τοῖς ἐν ἄστει Διονυσίοις ἡ πομπὴ καὶ οἱ παῖδες καὶ ὁ κῶμος καὶ οἱ κωμῳδοὶ καὶ οἱ τραγῳδοί, καὶ Θαργηλίων τῇ πομπῇ καὶ τῷ ἀγῶνι, μὴ ἐξεῖναι μήτε ἐνεχυράσαι μήτε λαμβάνειν ἕτερον ἑτέρου, μηδὲ τῶν ὑπερημέρων, ἐν ταύταις ταῖς ἡμέραις. Ἐὰν δέ τις τούτων τι παραβαίνῃ, ὑπόδικος ἔστω τῷ παθόντι, καὶ προβολαὶ αὐτοῦ ἔστωσαν ἐν τῇ ἐκκλησίᾳ τῇ ἐν Διονύσου ὡς ἀδικοῦντος, καθὰ περὶ τῶν ἄλλων τῶν ἀδικούντων γέγραπται.
Γραμμή 105:
{{χ|51}} Εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ χορηγὸς ὢν ταῦτ᾽ ἐπεπόνθειν ὑπὸ Μειδίου, ὕβριν ἄν τις μόνον κατέγνω τῶν πεπραγμένων αὐτῷ· νῦν δέ μοι δοκεῖ, κἂν ἀσέβειαν εἰ καταγιγνώσκοι, τὰ προσήκοντα ποιεῖν. Ἴστε γὰρ δήπου τοῦθ᾽ ὅτι τοὺς χοροὺς ὑμεῖς ἅπαντας τούτους καὶ τοὺς ὕμνους τῷ θεῷ ποιεῖτε, οὐ μόνον κατὰ τοὺς νόμους τοὺς περὶ τῶν Διονυσίων, ἀλλὰ καὶ κατὰ τὰς μαντείας, ἐν αἷς ἁπάσαις ἀνῃρημένον εὑρήσετε τῇ πόλει, ὁμοίως ἐκ Δελφῶν καὶ ἐκ Δωδώνης, χοροὺς ἱστάναι κατὰ τὰ πάτρια καὶ κνισᾶν ἀγυιὰς καὶ στεφανηφορεῖν.
 
{{χ|52}} Ἀνάγνωθι δέ μοι λαβὼν αὐτὰς τὰς μαντείας. Μαντείαι αὐδῶ Ἐρεχθείδῃσιν, ὅσοι Πανδίονος ἄστυ ναίετε καὶ πατρίοισι νόμοις ἰθύνεθ᾽ ἑορτάς,μεμνῆσθαι Βάκχοιο, καὶ εὐρυχόρους κατ᾽ ἀγυιὰς ἱστάναι ὡραίων Βρομίῳ χάριν ἄμμιγα πάντας,καὶ κνισᾶν βωμοῖσι κάρη στεφάνοις πυκάσαντας. Περὶ ὑγιείας θύειν καὶ εὔχεσθαι Διὶ ὑπάτῳ, Ἡρακλεῖ, Ἀπόλλωνι προστατηρίῳ· περὶ τύχας ἀγαθᾶς Ἀπόλλωνι ἀγυιεῖ, Λατοῖ, Ἀρτέμιδι, καὶ κατ᾽ ἀγυιὰς κρατῆρας ἱστάμεν καὶ χοροὺς καὶ στεφαναφορεῖν καττὰ πάτρια θεοῖς Ὀλυμπίοις πάντεσσι καὶ πάσαις, ἰδίας δεξιὰς καὶ ἀριστερὰς ἀνίσχοντας, καὶ μνασιδωρεῖν. Υνκνοων
 
{{χ|53}} Ἐκ Δωδώνης Μαντείαι τῷ δήμῳ τῷ Ἀθηναίων ὁ τοῦ Διὸς σημαίνει. Ὅτι τὰς ὥρας παρηνέγκατε τῆς θυσίας καὶ τῆς θεωρίας, αἱρετοὺς πέμπειν κελεύει θεωροὺς ἕνεκα τούτου διὰ ταχέων, καὶ τῷ Διὶ τῷ Ναΐῳ τρεῖς βοῦς καὶ πρὸς ἑκάστῳ βοῒ δύο οἶς, τῇ Διώνῃ βοῦν καλλιερεῖν, καὶ τράπεζαν χαλκῆν καὶ πρὸς τὸ ἀνάθημα ὃ ἀνέθηκεν ὁ δῆμος ὁ Ἀθηναίων. Ὁ τοῦ Διὸς σημαίνει ἐν Δωδώνῃ, Διονύσῳ δημοτελῆ ἱερὰ τελεῖν καὶ κρατῆρα κεράσαι καὶ χοροὺς ἱστάναι, Ἀπόλλωνι ἀποτροπαίῳ βοῦν θῦσαι, καὶ στεφανηφορεῖν ἐλευθέρους καὶ δούλους, καὶ ἐλινύειν μίαν ἡμέραν. Διὶ κτησίῳ βοῦν λευκόν. Υνκνοων
Γραμμή 185:
{{χ|91}} Ἀλλ᾽ ἐπειδή γ᾽ ἠτίμωσεν ὃν ἐβουλήθη, καὶ τοῦτ᾽ ἐχαρίσασθ᾽ αὐτῷ, καὶ τὴν ἀναιδῆ γνώμην, ᾗ ταῦτα προαιρεῖται ποιεῖν, ἐνέπλησεν αὑτοῦ, ἐκεῖν᾽ ἐποίησε, τὴν καταδίκην ἐκτέτεικε, δι᾽ ἣν τὸν ἄνθρωπον ἀπώλεσεν οὐδὲ χαλκοῦν οὐδέπω καὶ τήμερον, ἀλλὰ δίκην ἐξούλης ὑπομένει φεύγειν. Οὐκοῦν ὁ μὲν ἠτίμωται καὶ παραπόλωλεν, ὁ δ᾽ οὐδ᾽ ὁτιοῦν πέπονθεν, ἀλλ᾽ ἄνω κάτω τοὺς νόμους, τοὺς διαιτητάς, πάνθ᾽ ὅσ᾽ ἂν βούληται στρέφει.
 
{{χ|92}} Καὶ τὴν μὲν κατὰ τοῦ διαιτητοῦ γνῶσιν, ἣν ἀπρόσκλητον κατεσκεύασεν, αὐτὸς κυρίαν αὑτῷ πεποίηται· ἣν δ᾽ αὐτὸς ὦφλεν ἐμοὶ προσκληθείς, εἰδώς, οὐκ ἀπαντῶν, ἄκυρον ποιεῖ. Καίτοι εἰ παρὰ τῶν ἔρημον καταδιαιτησάντων αὐτοῦ τηλικαύτην δίκην οὗτος ἀξιοῖ λαμβάνειν, τίν᾽ ὑμῖν προσήκει παρὰ τούτου λαβεῖν, τοῦ φανερῶς τοὺς ὑμετέρους νόμους ἐφ᾽ ὕβρει παραβαίνοντος; εἰ γὰρ ἀτιμία καὶ νόμων καὶ δικῶν καὶ πάντων στέρησις ἐκείνου τἀδικήματος προσήκουσ᾽ ἐστὶν δίκη, τῆς γ᾽ ὕβρεως μικρὰ θάνατος φαίνεται.
 
{{χ|93}} Ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, κάλει μοι τούτων τοὺς μάρτυρας, καὶ τὸν τῶν διαιτητῶν ἀνάγνωθι νόμον. Μάρτυρες Νικόστρατος Μυρρινούσιος, Φανίας Ἀφιδναῖος οἴδαμεν Δημοσθένην, ᾧ μαρτυροῦμεν, καὶ Μειδίαν τὸν κρινόμενον ὑπὸ Δημοσθένους, ὅτ᾽ αὐτῷ Δημοσθένης ἔλαχε τὴν τοῦ κακηγορίου δίκην, ἑλομένους διαιτητὴν Στράτωνα, καὶ ἐπεὶ ἧκεν ἡ κυρία τοῦ νόμου, οὐκ ἀπαντήσαντα Μειδίαν ἐπὶ τὴν δίαιταν, ἀλλὰ καταλιπόντα. Γενομένης δὲ ἐρήμου κατὰ Μειδίου, ἐπιστάμεθα Μειδίαν πείθοντα τόν τε Στράτωνα τὸν διαιτητὴν καὶ ἡμᾶς, ὄντας ἐκείνοις τοῖς χρόνοις ἄρχοντας, ὅπως τὴν δίαιταν αὐτῷ ἀποδιαιτήσομεν, καὶ διδόντα δραχμὰς πεντήκοντα. Καὶ ἐπειδὴ οὐχ ὑπεμείναμεν, προσαπειλήσαντα ἡμῖν καὶ οὕτως ἀπαλλαγέντα. Καὶ διὰ ταύτην τὴν αἰτίαν ἐπιστάμεθα Στράτωνα ὑπὸ Μειδίου καταβραβευθέντα καὶ παρὰ πάντα τὰ δίκαια ἀτιμωθέντα.
Γραμμή 219:
{{χ|108}} Ἐν ὅσῳ δὲ τὸν νόμον, ὦ ἄνδρες Ἀθηναῖοι, λαμβάνει, βούλομαι μικρὰ πρὸς ὑμᾶς εἰπεῖν, δεηθεὶς ὑμῶν ἁπάντων πρὸς Διὸς καὶ θεῶν, ὦ ἄνδρες δικασταί· περὶ πάντων ὧν ἂν ἀκούητε, τοῦθ᾽ ὑποθέντες ἀκούετε τῇ γνώμῃ, τί ἄν, εἴ τις ἔπασχε ταῦθ᾽ ὑμῶν, ἐποίει, καὶ τίν᾽ ἂν εἶχεν ὀργὴν ὑπὲρ αὑτοῦ πρὸς τὸν ποιοῦντα. Ἐγὼ γὰρ ἐνηνοχὼς χαλεπῶς ἐφ᾽ οἷς περὶ τὴν λῃτουργίαν ὑβρίσθην, ἔτι πολλῷ χαλεπώτερον, ὦ ἄνδρες Ἀθηναῖοι, τούτοις τοῖς μετὰ ταῦτ᾽ ἐνήνοχα καὶ μᾶλλον ἠγανάκτηκα.
 
{{χ|109}} Τί γὰρ ὡς ἀληθῶς πέρας ἂν φήσειέ τις εἶναι κακίας καὶ τίν᾽ ὑπερβολὴν ἀναιδείας καὶ ὠμότητος καὶ ὕβρεως, ἄνθρωπος εἰ ποιήσας δεινὰ νὴ Δία καὶ πόλλ᾽ ἀδίκως τινά, ἀντὶ τοῦ ταῦτ᾽ ἀναλαμβάνειν καὶ μεταγιγνώσκειν, πολλῷ δεινότερ᾽ ὕστερον ἄλλα προσεξεργάζοιτο, καὶ χρῷτο τῷ πλουτεῖν μὴ ἐπὶ ταῦτ᾽ ἐν οἷς μηδένα βλάπτων αὐτὸς ἄμεινόν τι τῶν ἰδίων θήσεται, ἀλλ᾽ ἐπὶ τἀναντία, ἐν οἷς ἀδίκως ἐκβάλλων τινὰ καὶ προπηλακίσας αὑτὸν εὐδαιμονιεῖ τῆς περιουσίας;
 
{{χ|110}} ταῦτα τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πάντα τούτῳ πέπρακται κατ᾽ ἐμοῦ. Καὶ γὰρ αἰτίαν ἐπήγαγέ μοι φόνου ψευδῆ καὶ οὐδὲν ἐμοὶ προσήκουσαν, ὡς τὸ πρᾶγμ᾽ αὔτ᾽ ἐδήλωσεν, καὶ γραφὴν λιποταξίου μ᾽ ἐγράψατο τρεῖς αὐτὸς τάξεις λελοιπώς, καὶ τῶν ἐν Εὐβοίᾳ πραγμάτων τουτὶ γὰρ αὖ μικροῦ παρῆλθέ μ᾽ εἰπεῖν, ἃ Πλούταρχος ὁ τούτου ξένος καὶ φίλος διεπράξατο, ὡς ἐγὼ αἴτιός εἰμι, κατεσκεύαζε πρὸ τοῦ τὸ πρᾶγμα γενέσθαι πᾶσιν φανερὸν διὰ Πλουτάρχου γεγονός.
Γραμμή 259:
{{χ|128}} Εἰ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, σώφρονα καὶ μέτριον πρὸς τἄλλα παρεσχηκὼς αὑτὸν Μειδίας καὶ μηδένα τῶν ἄλλων πολιτῶν ἠδικηκὼς εἰς ἔμ᾽ ἀσελγὴς μόνον οὕτω καὶ βίαιος ἐγεγόνει, πρῶτον μὲν ἔγωγ᾽ ἀτύχημ᾽ ἂν ἐμαυτοῦ τοῦθ᾽ ἡγούμην, ἔπειτ᾽ ἐφοβούμην ἂν μὴ τὸν ἄλλον ἑαυτοῦ βίον οὗτος μέτριον δεικνύων καὶ φιλάνθρωπον διακρούσηται τούτῳ τὸ δίκην ὧν ἔμ᾽ ὕβρικεν δοῦναι.
 
{{χ|129}} Νυνὶ δὲ τοσαῦτ᾽ ἐστὶ τἄλλ᾽ ἃ πολλοὺς ὑμῶν ἠδίκησεν καὶ τοιαῦτα, ὥστε τούτου μὲν τοῦ δέους ἀπήλλαγμαι, φοβοῦμαι δὲ πάλιν τοὐναντίον μή, ἐπειδὰν πολλὰ καὶ δείν᾽ ἑτέρους ἀκούηθ᾽ ὑπ᾽ αὐτοῦ πεπονθότας, τοιοῦτός τις ὑμῖν λογισμὸς ἐμπέσῃ τί οὖν σὺ δεινότερ᾽ ἢ τῶν ἄλλων εἷς ἕκαστος πεπονθὼς ἀγανακτεῖς; πάντα μὲν δὴ τὰ τούτῳ πεπραγμένα οὔτ᾽ ἂν ἐγὼ δυναίμην πρὸς ὑμᾶς εἰπεῖν, οὔτ᾽ ἂν ὑμεῖς ὑπομείναιτ᾽ ἀκούειν, οὐδ᾽, εἰ τὸ παρ᾽ ἀμφοτέρων ἡμῶν ὕδωρ ὑπάρξειε πρὸς τὸ λοιπόν, πᾶν τό τ᾽ ἐμὸν καὶ τὸ τούτου προστεθέν, οὐκ ἂν ἐξαρκέσειεν· ἃ δ᾽ ἐστὶ μέγιστα καὶ φανερώτατα, ταῦτ᾽ ἐρῶ.
 
{{χ|130}} Μᾶλλον δ᾽ ἐκεῖνο ποιήσω· ἀναγνώσομαι μὲν ὑμῖν, ὡς ἐμαυτῷ γέγραμμαι, πάντα τὰ ὑπομνήματα, λέξω δ᾽ ὅ τι ἂν πρῶτον ἀκούειν βουλομένοις ὑμῖν ᾖ, τοῦτο πρῶτον, εἶθ᾽ ἕτερον, καὶ τἄλλα τὸν αὐτὸν τρόπον, ἕως ἂν ἀκούειν βούλησθε. Ἔστι δὲ ταῦτα παντοδαπά, καὶ ὕβρεις πολλαὶ καὶ περὶ τοὺς οἰκείους κακουργήματα καὶ περὶ τοὺς θεοὺς ἀσεβήματα, καὶ τόπος οὐδείς ἐστιν ἐν ᾧ τοῦτον οὐ θανάτου πεποιηκότ᾽ ἄξια πόλλ᾽ εὑρήσετε. Ὑπομνήματα τῶν Μειδίου Ἀδικημάτων
Γραμμή 269:
{{χ|133}} καίτοι πότερ᾽ εἰσὶν ὄνειδος, ὦ Μειδία, τῇ πόλει οἱ διαβάντες ἐν τάξει καὶ τὴν σκευὴν ἔχοντες ἣν προσῆκε τοὺς ἐπὶ τοὺς πολεμίους ἐξιόντας καὶ συμβαλουμένους τοῖς συμμάχοις, ἢ σὺ ὁ μηδὲ λαχεῖν εὐχόμενος τῶν ἐξιόντων ὅτ᾽ ἐκληροῦ, τὸν θώρακα δ᾽ οὐδεπώποτ᾽ ἐνδύς, ἐπ᾽ ἀστράβης δ᾽ ὀχούμενος ἀργυρᾶς τῆς ἐξ Εὐβοίας, χλανίδας δὲ καὶ κυμβία καὶ κάδους ἔχων, ὧν ἐπελαμβάνονθ᾽ οἱ πεντηκοστολόγοι ταῦτα γὰρ εἰς τοὺς ὁπλίτας ἡμᾶς ἀπηγγέλλετο· οὐ γὰρ εἰς ταὐτὸν ἡμεῖς τούτοις διέβημεν.
 
{{χ|134}} Εἶτα, εἴ σ᾽ ἐπὶ τούτοις ἔσκωψεν Ἀρχετίων ἤ τις ἄλλος, πάντας ἤλαυνες; εἰ μὲν γὰρ ἐποίεις ταῦτ᾽, ὦ Μειδία, ἃ σέ φασιν οἱ συνιππεῖς καὶ κατηγόρεις ὡς λέγοιεν περὶ σοῦ, δικαίως κακῶς ἤκουες· καὶ γὰρ ἐκείνους καὶ τουτουσὶ καὶ ὅλην τὴν πόλιν ἠδίκεις καὶ κατῄσχυνες. Εἰ δὲ μὴ ποιοῦντός σου κατεσκεύαζόν τινες καταψευδόμενοί σου, οἱ δὲ λοιποὶ τῶν στρατιωτῶν οὐκ ἐκείνοις ἐπετίμων, ἀλλὰ σοὶ ἐπέχαιρον, δῆλον ὅτι ἐκ τῶν ἄλλων ὧν ἔζης ἄξιος αὐτοῖς ἐδόκεις εἶναι τοῦ τοιαῦτ᾽ ἀκούειν· σαυτὸν οὖν μετριώτερον ἐχρῆν παρέχειν, οὐκ ἐκείνους διαβάλλειν.
 
{{χ|135}} Σὺ δ᾽ ἀπειλεῖς πᾶσιν, ἐλαύνεις πάντας· τοὺς ἄλλους ἀξιοῖς ὅ τι σὺ βούλει σκοπεῖν, οὐκ αὐτὸς σκοπεῖς ὅ τι μὴ λυπήσεις τοὺς ἄλλους ποιῶν. Καὶ τὸ δὴ σχετλιώτατον καὶ μέγιστον ἔμοιγε δοκοῦν ὕβρεως εἶναι σημεῖον· τοσούτων ἀνθρώπων, ὦ μιαρὰ κεφαλή, σὺ παρελθὼν ἁθρόων κατηγόρεις, ὃ τίς οὐκ ἂν ἔφριξε ποιῆσαι τῶν ἄλλων
Γραμμή 299:
{{χ|148}} Ἀντιθῶμεν δὴ τίς ὢν καὶ τίσι ταῦτ᾽ ἐνδεικνύμενος. Μὴ τοίνυν ὑμῖν, πρὸς τῷ μὴ καλόν, μηδὲ θεμιτὸν νομίζετ᾽, ἄνδρες δικασταί, μηδ᾽ ὅσιον εἶναι τοιούτων ἀνδρῶν οὖσιν ἀπογόνοις, πονηρὸν καὶ βίαιον καὶ ὑβριστὴν λαβοῦσιν ἄνθρωπον καὶ μηδένα μηδαμόθεν, συγγνώμης ἢ φιλανθρωπίας ἢ χάριτός τινος ἀξιῶσαι. Τίνος γὰρ εἵνεκα τῶν στρατηγιῶν· ἀλλ᾽ οὐδὲ καθ᾽ αὑτὸν στρατιώτης οὗτος οὐδενός ἐστ᾽ ἄξιος, μή τί γε τῶν ἄλλων ἡγεμών. Ἀλλὰ τῶν λόγων· ἐν οἷς κοινῇ μὲν οὐδὲν πώποτ᾽ εἶπ᾽ ἀγαθόν, κακῶς δ᾽ ἰδίᾳ πάντας ἀνθρώπους λέγει.
 
{{χ|149}} Γένους εἵνεκα νὴ Δία· καὶ τίς οὐκ οἶδεν ὑμῶν τὰς ἀπορρήτους, ὥσπερ ἐν τραγῳδίᾳ, τὰς τούτου γονάς; ᾧ δύ᾽ ἐναντιώτατα συμβέβηκεν εἶναι· ἡ μὲν γὰρ ὡς ἀληθῶς μήτηρ, ἡ τεκοῦσ᾽ αὐτόν, πλεῖστον ἁπάντων ἀνθρώπων εἶχε νοῦν, ἡ δὲ δοκοῦσα καὶ ὑποβαλομένη πασῶν ἦν ἀνοητοτάτη γυναικῶν. Σημεῖον δέ· ἡ μὲν γὰρ ἀπέδοτ᾽ εὐθὺς γενόμενον, ἡ δ᾽ ἐξὸν αὐτῇ βελτίω πρίασθαι τῆς αὐτῆς τιμῆς τοῦτον ἠγόρασεν.
 
{{χ|150}} Καὶ γάρ τοι διὰ τοῦτο τῶν οὐ προσηκόντων ἀγαθῶν κύριος γεγονώς, καὶ πατρίδος τετυχηκὼς ἣ νόμοις τῶν ἁπασῶν πόλεων μάλιστ᾽ οἰκεῖσθαι δοκεῖ, οὐδέν᾽ οἶμαι τρόπον φέρειν οὐδὲ χρῆσθαι τούτοις δύναται, ἀλλὰ τὸ τῆς φύσεως ὡς ἀληθῶς βάρβαρον καὶ θεοῖς ἐχθρὸν ἕλκει καὶ βιάζεται, καὶ φανερὸν ποιεῖ τοῖς παροῦσιν ὥσπερ ἀλλοτρίοις, ὅπερ ἔστιν, αὐτὸν χρώμενον.
 
{{χ|151}} Τοσούτων τοίνυν καὶ τοιούτων ὄντων ἃ τῷ βδελυρῷ τούτῳ καὶ ἀναιδεῖ βεβίωται, ἔνιοί μοι προσιόντες, ὦ ἄνδρες δικασταί, τῶν χρωμένων αὐτῷ, παραινοῦντες ἀπαλλαγῆναι καὶ καθυφεῖναι τὸν ἀγῶνα τουτονί, ἐπειδή με μὴ πείθοιεν, ὡς μὲν οὐ πολλὰ καὶ δεινὰ πεποίηκεν οὗτος καὶ δίκην ἡντινοῦν ἂν δοίη δικαίως; τῶν πεπραγμένων, οὐκ ἐτόλμων λέγειν, ἐπὶ ταῦτα δ᾽ ἀπήντων ὡς ἑάλωκεν ἤδη καὶ κατεψήφισται· τίνος τιμήσειν αὐτῷ προσδοκᾷς τὸ δικαστήριον οὐχ ὁρᾷς ὅτι πλουτεῖ καὶ τριηραρχίας ἐρεῖ καὶ λῃτουργίας σκόπει δὴ μὴ τούτοις αὑτὸν ἐξαιτήσηται, καὶ ἐλάττω πολὺ τῇ πόλει καταθεὶς ἢ ὅσα σοι δίδωσι καταγελάσῃ.
 
{{χ|152}} Ἐγὼ δὲ πρῶτον μὲν οὐδὲν ἀγεννὲς ὑμῶν καταγιγνώσκω, οὐδ᾽ ὑπολαμβάνω τιμήσειν οὐδὲν ἐλάττονος τούτῳ ἢ ὅσον καταθεὶς οὗτος παύσεται τῆς ὕβρεως· τοῦτο δ᾽ ἐστὶ μάλιστα μὲν θάνατος, εἰ δὲ μή, πάντα τὰ ὄντ᾽ ἀφελέσθαι. Ἔπειθ᾽ ὑπὲρ τῶν τούτου λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν τοιούτων λόγων ὡδὶ γιγνώσκω.
Γραμμή 315:
{{χ|156}} Ἀλλὰ μὴν τί ἄλλο τραγῳδοῖς κεχορήγηκέ ποθ᾽ οὗτος, ἐγὼ δ᾽ αὐληταῖς ἀνδράσιν. Καὶ ὅτι τοῦτο τἀνάλωμ᾽ ἐκείνης τῆς δαπάνης πλέον ἐστὶ πολλῷ, οὐδεὶς ἀγνοεῖ δήπου. Κἀγὼ μὲν ἐθελοντὴς νῦν, οὗτος δὲ καταστὰς ἐξ ἀντιδόσεως τότε, οὗ χάριν οὐδεμίαν δήπου δικαίως ἄν τις ἔχοι. Τί ἔτι εἱστίακα τὴν φυλὴν ἐγὼ καὶ Παναθηναίοις κεχορήγηκα, οὗτος δ᾽ οὐδέτερα.
 
{{χ|157}} Ἡγεμὼν συμμορίας ὑμῖν ἐγενόμην ἐγὼ ἔτη δέκα, ἴσον Φορμίωνι καὶ Λυσιθείδῃ καὶ Καλλαίσχρῳ καὶ τοῖς πλουσιωτάτοις, εἰσφέρων οὐκ ἀφ᾽ ὑπαρχούσης οὐσίας ὑπὸ γὰρ τῶν ἐπιτρόπων ἀπεστερήμην, ἀλλ᾽ ἀπὸ τῆς δόξης ὧν ὁ πατήρ μοι κατέλιπεν καὶ ὧν δίκαιον ἦν με δοκιμασθέντα κομίσασθαι. Ἐγὼ μὲν οὖν οὕτως ὑμῖν προσενήνεγμαι, Μειδίας δὲ πῶς; οὐδέπω καὶ τήμερον συμμορίας ἡγεμὼν γέγονεν, οὐδὲν τῶν πατρῴων ἀποστερηθεὶς ὑπ᾽ οὐδενός, ἀλλὰ παρὰ τοῦ πατρὸς πολλὴν οὐσίαν παραλαβών.
 
{{χ|158}} Τίς οὖν ἡ λαμπρότης, ἢ τίνες αἱ λῃτουργίαι καὶ τὰ σέμν᾽ ἀναλώματα τούτου ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ, πλὴν εἰ ταῦτά τις θεωρεῖ· οἰκίαν ᾠκοδόμηκεν Ἐλευσῖνι τοσαύτην ὥστε πᾶσιν ἐπισκοτεῖν τοῖς ἐν τῷ τόπῳ, καὶ εἰς μυστήρια τὴν γυναῖκ᾽ ἄγει, κἂν ἄλλοσέ ποι βούληται, ἐπὶ τοῦ λευκοῦ ζεύγους τοῦ ἐκ Σικυῶνος, καὶ τρεῖς ἀκολούθους ἢ τέτταρας αὐτὸς ἔχων διὰ τῆς ἀγορᾶς σοβεῖ, κυμβία καὶ ῥυτὰ καὶ φιάλας ὀνομάζων οὕτως ὥστε τοὺς παριόντας ἀκούειν.
Γραμμή 345:
{{χ|171}} Ὅτι τοίνυν καὶ κεκόμισται χάριν, ὦ ἄνδρες Ἀθηναῖοι, παρ᾽ ὑμῶν, οὐ μόνον ὧν αὐτὸς λελῃτούργηκε λῃτουργιῶν ἀξίαν μικρὰ γὰρ αὕτη γέ τις ἦν, ἀλλὰ καὶ τῶν μεγίστων, καὶ τοῦτο βούλομαι δεῖξαι, ἵνα μηδ᾽ ὀφείλειν οἴησθέ τι τῷ καταπτύστῳ τούτῳ. Ὑμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐχειροτονήσατε τοῦτον τῆς Παράλου ταμίαν, ὄντα τοιοῦτον οἷός ἐστι, καὶ πάλιν ἵππαρχον, ὀχεῖσθαι διὰ τῆς ἀγορᾶς ταῖς πομπαῖς οὐ δυνάμενον, καὶ μυστηρίων ἐπιμελητὴν καὶ ἱεροποιόν ποτε καὶ βοώνην, καὶ τὰ τοιαῦτα δή.
 
{{χ|172}} Εἶτα πρὸς τῶν θεῶν τὸ τὴν τῆς φύσεως κακίαν καὶ ἀνανδρίαν καὶ πονηρίαν ταῖς παρ᾽ ὑμῶν ἀρχαῖς καὶ τιμαῖς καὶ χειροτονίαις ἐπανορθοῦσθαι μικρὰν ὑπολαμβάνετ᾽ εἶναι δωρειὰν καὶ χάριν καὶ μὴν εἴ τις αὐτοῦ ταῦτ᾽ ἀφέλοιτο ἱππάρχηκα, τῆς Παράλου ταμίας γέγονα, τίνος ἔστ᾽ ἄξιος οὗτος;
 
{{χ|173}} ἀλλὰ μὴν κἀκεῖνό γ᾽ ἐπίστασθε, ὅτι τῆς μὲν Παράλου ταμιεύσας Κυζικηνῶν ἥρπασε πλεῖν ἢ πέντε τάλαντα, ὑπὲρ ὧν ἵνα μὴ δῷ δίκην, πάντα τρόπον περιωθῶν καὶ ἐλαύνων τοὺς ἀνθρώπους καὶ τὰ σύμβολα συγχέων τὴν μὲν πόλιν ἐχθρὰν τῇ πόλει πεποίηκεν, τὰ χρήματα δ᾽ αὐτὸς ἔχει· ἵππαρχος δὲ χειροτονηθεὶς λελύμανται τὸ ἱππικὸν ὑμῶν, τοιούτους θεὶς νόμους οὓς πάλιν αὐτὸς ἔξαρνος ἦν μὴ τεθεικέναι.
Γραμμή 391:
{{χ|194}} Εἰς γὰρ τοῦτο θράσους καὶ ἀναιδείας τότ᾽ ἀφίκετ᾽, ὦ ἄνδρες δικασταί, ὡς ἴσασιν ὅσοι παρῆσαν ὑμῶν, ὥστε κακῶς λέγων καὶ ἀπειλῶν καὶ βλέπων εἰς τὸν ἀεὶ θορυβοῦντα τόπον τῆς ἐκκλησίας καταπλήξειν ᾤετο τὸν δῆμον ἅπαντα. ᾟ καὶ γελοῖ᾽ εἶναι τὰ νῦν, οἶμαι, δάκρυ᾽ εἰκότως ἂν αὐτοῦ δοκοίη.
 
{{χ|195}} Τί λέγεις, ὦ μιαρὰ κεφαλή σὺ τὰ σαυτοῦ παιδί᾽ ἀξιώσεις ἐλεεῖν ἢ σὲ τούσδε, ἢ σπουδάζειν εἰς τὰ σά, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους; σὺ μόνος τῶν ὄντων ἀνθρώπων ἐπὶ μὲν τοῦ βίου τοσαύτης ὑπερηφανίας πλήρης ὢν πάντων ἀνθρώπων ἔσει φανερώτατος, ὥστε καὶ πρὸς οὓς μηδέν ἐστί σοι πρᾶγμα, λυπεῖσθαι τὴν σὴν θρασύτητα καὶ φωνὴν καὶ τὸ σχῆμα καὶ τοὺς σοὺς ἀκολούθους καὶ πλοῦτον καὶ ὕβριν θεωροῦντας, ἐν δὲ τῷ κρίνεσθαι παραχρῆμ᾽ ἐλεηθήσει
 
{{χ|196}} μεγάλην μέντἂν ἀρχήν, μᾶλλον δὲ τέχνην, εἴης εὑρηκώς, εἰ δύο τἀναντιώταθ᾽ ἑαυτοῖς ἐν οὕτω βραχεῖ χρόνῳ περὶ σαυτὸν δύναιο ποιεῖσθαι, φθόνον ἐξ ὧν ζῇς, καὶ ἐφ᾽ οἷς ἐξαπατᾷς ἔλεον. Οὐκ ἔστιν οὐδαμόθεν σοι προσήκων ἔλεος οὐδὲ καθ᾽ ἕν, ἀλλὰ τοὐναντίον μῖσος καὶ φθόνος καὶ ὀργή· τούτων γὰρ ἄξια ποιεῖς. Ἀλλ᾽ ἐπ᾽ ἐκεῖν᾽ ἐπάνειμι, ὅτι τοῦ δήμου κατηγορήσει καὶ τῆς ἐκκλησίας.
 
{{χ|197}} Ὅταν οὖν τοῦτο ποιῇ, ἐνθυμεῖσθε παρ᾽ ὑμῖν αὐτοῖς, ἄνδρες δικασταί, ὅτι οὗτος τῶν μεθ᾽ ἑαυτοῦ στρατευσαμένων ἱππέων, ὅτ᾽ εἰς Ὄλυνθον διέβησαν, ἐλθὼν πρὸς ὑμᾶς εἰς τὴν ἐκκλησίαν κατηγόρει. Πάλιν νῦν μείνας πρὸς τοὺς ἐξεληλυθότας τοῦ δήμου κατηγορήσει. Πότερον οὖν ὑμεῖς, ἐάν τε μένητε ἐάν τ᾽ ἐξίητε, ὁμολογήσετ᾽ εἶναι τοιοῦτοι οἵους Μειδίας ὑμᾶς ἀποφαίνει, ἢ τοὐναντίον τοῦτον ἀεὶ καὶ πανταχοῦ θεοῖς ἐχθρὸν καὶ βδελυρόν ἐγὼ μὲν οἶμαι τοῦτον τοιοῦτον· ὃν γὰρ οὐχ ἱππεῖς, οὐ συνάρχοντες, οὐ φίλοι δύνανται φέρειν, τί τοῦτον εἴπῃ τις;
 
{{χ|198}} ἐμοὶ μὲν νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Ἀθηνᾶν εἰρήσεται γάρ, εἴτ᾽ ἄμεινον εἴτε μή, ὅθ᾽ οὗτος ὡς ἀπήλλαγμαι περιιὼν ἐλογοποίει, ἔνδηλοί τινες ἦσαν ἀχθόμενοι τῶν πάνυ τούτῳ λαλούντων ἡδέως. Καὶ νὴ Δί᾽ αὐτοῖς πολλὴ συγγνώμη· οὐ γάρ ἐστι φορητὸς ἅνθρωπος, ἀλλὰ καὶ πλουτεῖ μόνος καὶ λέγειν δύναται μόνος, καὶ πάντες εἰσὶ τούτῳ καθάρματα καὶ πτωχοὶ καὶ οὐδ᾽ ἄνθρωποι.
Γραμμή 445:
{{χ|221}} Ὁρᾶτε δέ· αὐτίκα δὴ μάλα, ἐπειδὰν ἀναστῇ τὸ δικαστήριον, εἷς ἕκαστος ὑμῶν, ὁ μὲν θᾶττον ἴσως, ὁ δὲ σχολαίτερον, οἴκαδ᾽ ἄπεισιν οὐδὲν φροντίζων οὐδὲ μεταστρεφόμενος οὐδὲ φοβούμενος, οὔτ᾽ εἰ φίλος οὔτ᾽ εἰ μὴ φίλος αὑτῷ συντεύξεταί τις, οὐδέ γ᾽ εἰ μέγας ἢ μικρός, ἢ ἰσχυρὸς ἢ ἀσθενής, οὐδὲ τῶν τοιούτων οὐδέν. Τί δήποτε ὅτι τῇ ψυχῇ τοῦτ᾽ οἶδε καὶ θαρρεῖ καὶ πεπίστευκε τῇ πολιτείᾳ, μηδέν᾽ ἕλξειν μηδ᾽ ὑβριεῖν μηδὲ τυπτήσειν.
 
{{χ|222}} Εἶτ᾽ ἐφ᾽ ἧς ἀδείας αὐτοὶ πορεύεσθε, ταύτην οὐ βεβαιώσαντες ἐμοὶ βαδιεῖσθε καὶ τίνι χρή με λογισμῷ περιεῖναι ταῦτα παθόντα, εἰ περιόψεσθέ με νῦν ὑμεῖς θάρρει νὴ Δία, φήσειέ τις ἄν· οὐ γὰρ ἔτ᾽ οὐδὲν ὑβρισθήσει. Ἐὰν δέ, τότ᾽ ὀργιεῖσθε, νῦν ἀφέντες; μηδαμῶς, ὦ ἄνδρες δικασταί, μὴ προδῶτε μήτ᾽ ἐμὲ μήθ᾽ ὑμᾶς αὐτοὺς μήτε τοὺς νόμους.
 
{{χ|223}} Καὶ γὰρ αὐτὸ τοῦτ᾽ εἰ ᾽θέλοιτε σκοπεῖν καὶ ζητεῖν, τῷ ποτ᾽ εἰσὶν ὑμῶν οἱ ἀεὶ δικάζοντες ἰσχυροὶ καὶ κύριοι τῶν ἐν τῇ πόλει πάντων, ἐάν τε διακοσίους ἐάν τε χιλίους ἐάν θ᾽ ὁποσουσοῦν ἡ πόλις καθίσῃ, οὔτε τῷ μεθ᾽ ὅπλων εἶναι συντεταγμένοι μόνοι τῶν ἄλλων πολιτῶν, εὕροιτ᾽ ἄν, οὔτε τῷ τὰ σώματ᾽ ἄριστ᾽ ἔχειν καὶ μάλιστ᾽ ἰσχύειν τοὺς δικάζοντας, οὔτε τῷ τὴν ἡλικίαν εἶναι νεώτατοι, οὔτε τῶν τοιούτων οὐδενί, ἀλλὰ τῷ τοὺς νόμους ἰσχύειν.