Κατά Αφόβου Επιτροπής Α: Διαφορά μεταξύ των αναθεωρήσεων

Περιεχόμενο που διαγράφηκε Περιεχόμενο που προστέθηκε
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
Odoiporos (συζήτηση | Συνεισφορά)
Χωρίς σύνοψη επεξεργασίας
 
Γραμμή 39:
{{χ|15}} οὐ γὰρ διδόντος τούτου σῖτον τῇ μητρί, τὴν προῖκ᾽ ἔχοντος, οὐδὲ τὸν οἶκον μισθοῦν ἐθέλοντος, ἀλλὰ μετὰ τῶν ἄλλων ἐπιτρόπων διαχειρίζειν ἀξιοῦντος, ἐποιήσατο λόγους περὶ τούτων ὁ Δημοχάρης. Οὗτος δ᾽ ἀκούσας οὔτ᾽ ἠμφεσβήτησεν μὴ ἔχειν οὔτε χαλεπῶς ἤνεγκεν ὡς οὐκ εἰληφώς, ἀλλ᾽ ὡμολόγει καὶ ἔτι μικρὸν ἔφη πρὸς τὴν ἐμὴν μητέρα περὶ χρυσιδίων ἀντιλέγεσθαι· τοῦτ᾽ οὖν διευκρινησάμενος, καὶ περὶ τῆς τροφῆς καὶ περὶ τῶν ἄλλων ποιήσειν οὕτως ὥστ᾽ ἔχειν μοι πάντα καλῶς.
 
{{χ|16}} Καίτοι εἰ φανήσεται πρός τε τὸν Δημοχάρη ταῦθ᾽ ὡμολογηκὼς καὶ πρὸς τοὺς ἄλλους οἳ παρῆσαν, παρά τε τοῦ Δημοφῶντος καὶ τοῦ Θηριππίδου τῶν ἀνδραπόδων εἰς τὴν προῖκα τὰς τιμὰς εἰληφώς, αὐτός θ᾽ ἑαυτὸν ἔχειν τὴν προῖκ᾽ ἀπογράψας πρὸς τοὺς συνεπιτρόπους, οἰκῶν τε τὴν οἰκίαν ἐπειδὴ τάχιστ᾽ ἐτελεύτησεν ὁ πατήρ, πῶς οὐκ ἐκ πάντων ὁμολογουμένου τοῦ πράγματος εὑρεθήσεται φανερῶς τὴν προῖκα, τὰς ὀγδοήκοντα μνᾶς, κεκομισμένος, καὶ λίαν ἀναιδῶς μὴ λαβεῖν ἐξαρνούμενος;
 
{{χ|17}} ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. Μαρτυρίαι τὴν μὲν τοίνυν προῖκα τοῦτον τὸν τρόπον ἔχει λαβών. Μὴ γήμαντος δ᾽ αὐτοῦ τὴν μητέρα τὴν ἐμήν, ὁ μὲν νόμος κελεύει τὴν προῖκ᾽ ὀφείλειν ἐπ᾽ ἐννέ᾽ ὀβολοῖς, ἐγὼ δ᾽ ἐπὶ δραχμῇ μόνον τίθημι. Γίγνεται δ᾽, ἐάν τις συντιθῇ τό τ᾽ ἀρχαῖον καὶ τὸ ἔργον τῶν δέκ᾽ ἐτῶν, μάλιστα τρία τάλαντα.
Γραμμή 73:
{{χ|32}} Ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δ᾽ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τ᾽ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.
 
{{χ|33}} Καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τ᾽ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος; ἆρ᾽ ὀλίγον, ἀλλ᾽ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθ᾽ αὐτοῖς. Μαρτυρίαι τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτ᾽ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.
 
{{χ|34}} ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ἢ ὀκτὼ τάλαντ᾽ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δ᾽ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τ᾽ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσ᾽ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵν᾽ εἰδῆθ᾽ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματ᾽ αὐτῶν ἐστίν.
Γραμμή 83:
{{χ|37}} ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δ᾽ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς. Ἐγὼ δ᾽ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδ᾽ ἀντειπεῖν ἔχωσιν. Οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμεν᾽ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον. Τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντ᾽ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτ᾽ ἐκ τῶν ἐμῶν.
 
{{χ|38}} Νῦν δὲ τί ποιοῦσιν ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντ᾽ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε. Ταῦτ᾽ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία ταῦτ᾽ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας; τί οὖν ποτ᾽ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα
 
{{χ|39}} οὗτος τοίνυν τὸ καθ᾽ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκ᾽ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας. Καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμ᾽ ἕκαστος τοῦθ᾽ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. Μαρτυρίαι
Γραμμή 119:
{{χ|55}} Εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτ᾽ ἂν τἄλλ᾽ ἐπέτρεπεν οὔτ᾽ ἂν ταῦθ᾽ οὕτω καταλείπων αὐτοῖς ἔφραζε· μανία γὰρ δεινὴ τὰ κεκρυμμέν᾽ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντ᾽ ἐπιτρόπους καταστήσειν. Εἰ δ᾽ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστ᾽ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δ᾽ οὐκ ἂν κυρίους ἐποίησεν. Οὐδ᾽ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δ᾽ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκ᾽ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν.
 
{{χ|56}} Ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθ᾽ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός; ὃς τὴν μὲν προῖκ᾽ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρ᾽ ἔγημεν· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτ᾽ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθ᾽ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετ᾽ ἐκείνης αὐτῶν κύριον
 
{{χ|57}} ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δ᾽ οὐκ ἐμέλλεθ᾽ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετ᾽ ἂν ἐξὸν αὐτῷ λαβεῖν καὶ τίς ἂν πιστεύσειεν οὐκ ἔστιν ταῦτ᾽, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δ᾽, ἵν᾽ ἧττον ἐλεηθῶ παρ᾽ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.
Γραμμή 135:
{{χ|63}} καίτοι τί ποτ᾽ ἂν ἔπαθον ὑπ᾽ αὐτῶν, εἰ πλείω χρόνον ἐπετροπεύθην οὐκ ἂν ἔχοιεν εἰπεῖν. Ὅπου γὰρ δέκ᾽ ἐτῶν διαγενομένων παρὰ μὲν τῶν οὕτω μικρὰ κεκόμισμαι, τῷ δὲ καὶ πρὸς ὀφείλων ἐγγέγραμμαι, πῶς οὐκ ἄξιον διαγανακτεῖν δῆλον δὲ παντάπασιν· εἰ κατελείφθην μὲν ἐνιαύσιος, ἓξ ἔτη δὲ πρὸς ἐπετροπεύθην ὑπ᾽ αὐτῶν, οὐδ᾽ ἂν τὰ μικρὰ ταῦτα παρ᾽ αὐτῶν ἀπέλαβον. Εἰ γὰρ ἐκεῖν᾽ ἀνήλωται ὀρθῶς, οὐδὲν ἂν τῶν νῦν παραδοθέντων ἐξήρκεσεν εἰς ἕκτον ἔτος, ἀλλ᾽ ἢ παρ᾽ αὑτῶν ἄν μ᾽ ἔτρεφον ἢ τῷ λιμῷ περιεῖδον ἀπολόμενον.
 
{{χ|64}} καίτοι πῶς οὐ δεινόν, εἰ ἕτεροι μὲν οἶκοι ταλαντιαῖοι καὶ διτάλαντοι καταλειφθέντες ἐκ τοῦ μισθωθῆναι διπλάσιοι καὶ τριπλάσιοι γεγόνασιν, ὥστ᾽ ἀξιοῦσθαι λῃτουργεῖν, ὁ δ᾽ ἐμὸς τριηραρχεῖν εἰθισμένος καὶ μεγάλας εἰσφορὰς εἰσφέρειν μηδὲ μικρὰς δυνήσεται διὰ τὰς τούτων ἀναισχυντίας; τίνας δ᾽ οὗτοι λελοίπασιν ὑπερβολὰς εἰπεῖν οἳ καὶ τὴν διαθήκην ἠφανίκασιν ὡς λήσοντες, καὶ τὰς μὲν σφετέρας αὐτῶν οὐσίας ἐκ τῶν ἐπικαρπιῶν διῳκήκασι καὶ τἀρχαῖα τῶν ὑπαρχόντων ἐκ τῶν ἐμῶν πολλῷ μείζω πεποιήκασι, τῆς δ᾽ ἐμῆς οὐσίας, ὥσπερ τὰ μέγισθ᾽ ὑφ᾽ ἡμῶν ἀδικηθέντες, ὅλον τὸ κεφάλαιον ἀνῃρήκασι
 
{{χ|65}} καὶ ὑμεῖς μὲν οὐδὲ τῶν εἰς ὑμᾶς ἁμαρτανόντων ὅταν τινὸς καταψηφίσησθε, οὐ πάντα τὰ ὄντ᾽ ἀφείλεσθε, ἀλλ᾽ ἢ γυναῖκας ἢ παιδί᾽ αὐτῶν ἐλεήσαντες μέρος τι κἀκείνοις ὑπελίπετε· οὗτοι δὲ τοσοῦτον διαφέρουσιν ὑμῶν, ὥστε καὶ δωρεὰς παρ᾽ ἡμῶν προσλαβόντες ἵνα δικαίως ἐπιτροπεύσωσι, τοιαῦτ᾽ εἰς ἡμᾶς ὑβρίκασι. Καὶ οὐδ᾽ ᾐσχύνθησαν, εἰ μὴ ἠλέησαν, τὴν ἐμὴν ἀδελφήν, εἰ δυοῖν ταλάντοιν ὑπὸ τοῦ πατρὸς ἀξιωθεῖσα, μηδενὸς τεύξεται τῶν προσηκόντων, ἀλλ᾽ ὥσπερ ἔχθιστοί τινες, ἀλλ᾽ οὐ φίλοι καὶ συγγενεῖς καταλειφθέντες οὐδὲν τῆς οἰκειότητος ἐφρόντισαν.