Κατά Αριστογείτονος Α (Δημοσθένης): Διαφορά μεταξύ των αναθεωρήσεων

καμία σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
Χωρίς σύνοψη επεξεργασίας
 
{{χ|25}} Εἰ δὲ μή, λέλυται πάντα, ἀνέῳκται, συγκέχυται, τῶν πονηροτάτων καὶ ἀναιδεστάτων ἡ πόλις γίγνεται. Φέρε γὰρ πρὸς θεῶν, εἰ ἕκαστος τῶν ἐν τῇ πόλει τὴν Ἀριστογείτονος τόλμαν καὶ ἀναισχυντίαν λαβών, καὶ διαλογισάμενος ταῦθ᾽ ἅπερ οὗτος, ὅτι ἔξεστι καὶ λέγειν καὶ ποιεῖν μέχρι παντὸς ὅ τι ἂν βούληταί τις ἐν δημοκρατίᾳ, ἄνπερ τοῦ ποῖός τις εἶναι δόξει ὁ ταῦτα ποιῶν ὀλιγωρήσῃ, καὶ οὐδεὶς ἐπ᾽ οὐδενὶ τῶν ἀδικημάτων εὐθὺς αὐτὸν ἀποκτενεῖ·
 
{{χ|26}} εἰ ταῦτα διανοηθεὶς ὁ μὴ λαχὼν τῷ λαχόντι καὶ ὁ μὴ χειροτονηθεὶς τῷ χειροτονηθέντι ἐξ ἴσου ζητοίη εἶναι καὶ τῶν αὐτῶν μετέχειν, καὶ ὅλως μὴ νέος, μὴ πρεσβύτερος τὰ προσήκοντα πράττοι, ἀλλὰ πᾶν τὸ τεταγμένον ἐξελάσας ἕκαστος ἐκ τοῦ βίου, τὴν ἑαυτοῦ βούλησιν νόμον, ἀρχήν, πάνθ᾽ ὑπολαμβάνοι· εἰ ταῦτα ποιοῖμεν, ἔστι τὴν πόλιν οἰκεῖσθαι τί δέ τοὺς νόμους κυρίους εἶναι πόσην δ᾽ ἂν οἴεσθε βίαν καὶ ὕβριν καὶ παρανομίαν ἐν ἁπάσῃ τῇ πόλει καθ᾽ ἑκάστην τὴν ἡμέραν γίγνεσθαι καὶ βλασφημίαν ἀντὶ τῆς νῦν εὐφημίας καὶ τάξεως;
 
{{χ|27}} καὶ τί δεῖ λέγειν ὅτι τοῖς νόμοις ἅπαντα κοσμεῖται καὶ τῷ τούτοις πείθεσθαι ἀλλ᾽ ὑμεῖς αὐτοὶ πάντων ἄρτι κληρουμένων Ἀθηναίων, καὶ πάντων εὖ οἶδ᾽ ὅτι βουλομένων εἰς τοῦτο λαχεῖν τὸ δικαστήριον, μόνοι δικάζεθ᾽ ἡμῖν. Διὰ τί ὅτι ἐλάχετε, εἶτ᾽ ἀπεκληρώθητε· ταῦτα δ᾽ οἱ νόμοι λέγουσιν. Εἶθ᾽ ὑμεῖς αὐτοὶ κατὰ τοὺς νόμους εἰσεληλυθότες τὸν παρὰ τοὺς νόμους λέγειν ἢ πράττειν τι βιαζόμενον λαβόντες ἀφήσετε καὶ οὐδεὶς ὑμῶν χολὴν οὐδ᾽ ὀργὴν ἔχων φανήσεται ἐφ᾽ οἷς ὁ βδελυρὸς καὶ ἀναιδὴς ἄνθρωπος βιάζεται τοὺς νόμους;
 
{{χ|28}} ὅς, ὦ μιαρώτατε πάντων τῶν ὄντων ἀνθρώπων, κεκλειμένης σου τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασιν, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὸ ἐντὸς τούτων βιάζει καὶ προσέρχει πρὸς ταῦτ᾽ ἀφ᾽ ὧν ἀπελαύνουσίν σ᾽ οἱ νόμοι· ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις, γνώσει δικαστηρίων τριῶν, ἐγγραφῇ θεσμοθετῶν, ἑτέρᾳ πρακτόρων, τῇ τῆς βουλεύσεως, ἣν αὐτὸς διώκεις, γραφῇ, μόνον οὐχ ἁλύσει σιδηρᾷ, ὑποδύει παρὰ ταῦτα καὶ διασπᾷς, καὶ προφάσεις πλάττων καὶ ψευδεῖς αἰτίας συντιθεὶς τὰ κοινὰ δίκαι᾽ ἀνατρέψειν οἴει.
{{χ|31}} Ὃ καὶ θαυμαστόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν ἢ χρηστὸν ἢ τῆς πόλεως ἄξιον πρᾶγμ᾽ οὐδὲν οὗτός ἐστι χρήσιμος μὴ γάρ, ὦ Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ πόλει ὥστε παρ᾽ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαι· ἐφ᾽ ἃ δ᾽ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς θεοῖς μὴ γενέσθαι δεῖ. Εἰ δ᾽ ἄρα συμβαίη, μεῖζόν ἐστιν εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν δι᾽ οὗ τοῦτο ποιήσουσιν, ἢ τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον ὑπάρξαι.
 
{{χ|32}} Τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν ἀνηκέστων ἢ δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δ᾽ ἂν ἄλλος μᾶλλον, ὃ μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτ᾽ ἐξουσίας; οὐχ ὁρᾶθ᾽ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς οὐδ᾽ αἰδὼς οὐδεμία, ἀλλ᾽ ἀπόνοι᾽ ἡγεῖται, μᾶλλον δ᾽ ὅλον ἔστ᾽ ἀπόνοι᾽ ἡ τούτου πολιτεία ἣ μέγιστον μέν ἐστιν αὐτῷ τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δ᾽ οὐκ ἀνεκτόν. Ὁ γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται.
 
{{χ|33}} Τίς ἂν οὖν εὖ φρονῶν αὑτὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν τίς οὐκ ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκποδὼν ποιήσαιτο, ἵνα μηδ᾽ ἄκων αὐτῇ ποτε περιπέσῃ οὐκ ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευομένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν ἀγαθῶν καὶ προνοίας πολλῆς. Ταῦτα μὲν γὰρ εἰς εὐδαιμονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δ᾽ οἷ τοῦτον ἀπελθεῖν δεῖ.
{{χ|35}} Καὶ δίκης γε καὶ εὐνομίας καὶ αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλ᾽ οὐκ ἀναισχυντίας οὐδὲ συκοφαντίας οὐδ᾽ ἐπιορκίας οὐδ᾽ ἀχαριστίας, ἃ πάντα τούτῳ πρόσεστιν.
 
{{χ|36}} οἶδα τοίνυν ὅτι τὴν μὲν ὀρθὴν καὶ δικαίαν ὁδὸν τῆς ἀπολογίας οὗτος φεύξεται, ἔξωθεν δὲ κύκλῳ περίεισιν λοιδορούμενος καὶ διαβάλλων καὶ ὑπισχνούμενος κρινεῖν, εἰσάξειν, παραδώσειν. Ἔστιν δὲ πάντ᾽ αὐτῷ ταῦτα, ἐάνπερ ὑμεῖς ὀρθῶς σκοπῆτε, ἀδόκιμα. Τί γὰρ οὐκ ἐξελήλεγκται τούτων ἐπὶ πάντων πολλάκις;
 
{{χ|37}} καὶ τὰ μὲν ἄλλ᾽ ἐάσω· ἀλλ᾽, Ἀριστογεῖτον, ἑπτὰ γραφὰς κέκρικάς με, τοῖς ὑπὲρ Φιλίππου τότε πράττουσιν σεαυτὸν μισθώσας, καὶ εὐθύνας διδόντος δὶς κατηγόρησας· καὶ Ἀδράστειαν μὲν ἄνθρωπος ὢν προσκυνῶ, καὶ ἔχω τοῖς θεοῖς καὶ πᾶσιν ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς σώσασί με πολλὴν χάριν· οὐδεπώποτε δ᾽ οὐδὲν ἀληθὲς λέγων ἐφάνης, ἀλλ᾽ ἀεὶ συκοφαντῶν ἠλέγχου. Ἐὰν οὖν ἀκύρους τοὺς νόμους οὗτοι ποιήσαντες ἀφῶσί σε τήμερον, νῦν μ᾽ ἐξελέγξεις; περὶ τοῦ
 
{{χ|38}} σκοπεῖτε γὰρ οὑτωσί. Δύ᾽ ἔτη βιάζεται λέγειν οὗτος οὐκ ἐξὸν αὐτῷ, ἀλλὰ λέγει γ᾽ ὅμως. Ἔπειτ᾽ ἐν τούτοις τὸν μὲν ταλαίπωρον Φωκίδην καὶ τὸν χαλκοτύπον τὸν ἐκ Πειραιῶς καὶ τὸν σκυλόδεψον, καὶ ὅσων ἄλλων κατηγόρηκε παρ᾽ ὑμῖν, εἶδ᾽ ἀδικοῦντας τὴν πόλιν, ἐμὲ δ᾽ οὐχ ἑώρα τὸν ῥήτορ᾽ ᾧ ἐπολέμει, οὐδὲ τὸν Λυκοῦργον, οὐδὲ τοὺς ἄλλους, περὶ ὧν αὐτίκα δὴ τὰ πόλλ᾽ ἐρεῖ καὶ μὴν κατ᾽ ἀμφότερ᾽ ἄξιός ἐστ᾽ ἀπολωλέναι, τοῦτο μέν, εἴ τι καθ᾽ ἡμῶν ἔχων ἀδίκημα δεικνύναι ἡμᾶς μὲν ἀφίει, ἐπὶ δὲ τοὺς ἰδιώτας ἐπορεύετο, τοῦτο δέ, εἰ μηδὲν ἔχων ἕνεκα τοῦ παρακρούσασθαι καὶ φενακίσαι ὑμᾶς ταῦτ᾽ ἐρεῖ.
{{χ|39}} Εἰ τοίνυν ἄρα καὶ τοιοῦτός τίς ἐστιν ἄνθρωπος ἐν τῇ πόλει, οἷος ἐκ παντὸς τρόπου τὸν κρινοῦντά τινα καὶ συκοφαντήσοντα ζητεῖν, εἰ δὲ δικαίως ἢ ἀδίκως μηδὲν φροντίζειν, οὐδέν᾽ ἂν ἧττον εὕροι χρήσιμον ὄντ᾽ ἢ τοῦτον ἑαυτῷ. Διὰ τί ὅτι τὸν κατηγορήσοντα τῶν ἄλλων καὶ πάντας κρινοῦντα αὐτὸν ἀνεξέλεγκτον ὑπάρχειν δεῖ, ἵνα μὴ διὰ τὴν τούτου πονηρίαν ἀποφεύγωσιν ἐκεῖνοι. Τούτου δ᾽ οὔτε πλειόνων οὔτε μειζόνων ἁμαρτημάτων οὐδεὶς μᾶλλόν ἐστι μεστὸς ἐν τῇ πόλει.
 
{{χ|40}} τί οὖν οὗτός ἐστι κύων νὴ Δία, φασί τινες, τοῦ δήμου. Ποδαπός; οἷος οὓς μὲν αἰτιᾶται λύκους εἶναι μὴ δάκνειν, ἃ δέ φησι φυλάττειν πρόβατ᾽ αὐτὸς κατεσθίειν. Τίνα γὰρ τῶν ῥητόρων οὗτος εἴργασταί τι κακὸν τοσοῦτον ἡλίκον τοὺς ἰδιώτας, περὶ ὧν ψηφίσματα γράψας ἑάλω τίνα δ᾽, ἐξ οὗ νῦν πάλιν λέγει, κέκρικεν ῥήτορα οὐδ᾽ ἕνα· ἀλλ᾽ ἰδιώτας πολλούς. Ἀλλὰ μὴν τοὺς γευομένους κύνας τῶν προβάτων κατακόπτειν φασὶ δεῖν, ὥστ᾽ οὐκ ἂν φθάνοι κατακοπτόμενος.
 
{{χ|41}} Οὐδέν, ὦ ἄνδρες Ἀθηναῖοι, χρήσιμός ἐστιν ὧν φησίν, ἀλλ᾽ οὗτος πρᾶγμ᾽ ἑόρακεν μιαρὸν καὶ ἀναιδές. Λοιδορούμενος γὰρ ἐν ταῖς ἐκκλησίαις καὶ προπετῶς ἅπασι προσκρούων, ὧν ἂν ἐκ τούτων ἁθρόους πάντας ὑμᾶς ἐκεῖ παρακρούσηται, τούτων καταβὰς καθ᾽ ἕν᾽ ὑμῶν παρ᾽ ἑκάστου δίκην λαμβάνει, συκοφαντῶν, αἰτῶν, εἰσπράττων ἀργύριον, οὐχὶ μὰ Δία τοὺς λέγοντας οὗτοι μὲν γὰρ ἐπίστανται τούτῳ διαβαπτίζεσθαι, ἀλλὰ τοὺς ἰδιώτας καὶ τοὺς ἀπείρους· ἴσασι δ᾽ οἱ πεπληγμένοι.
 
{{χ|42}} Ἀλλὰ νὴ Δία ταῦτα μὲν οὕτως ἔχειν ὁμολογήσετε, χρήσιμον δ᾽ ἄνθρωπον τῇ πόλει κρίνειν, ὥστε πάντα ταῦτα παριδόντας δεῖν αὐτὸν σῴζειν. Ἀλλ᾽ ὧν ἔργῳ πεῖραν εἰλήφατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, μηδέποτ᾽ ἐκ λόγου ταῦτα σκοπεῖσθε. Οὗτος ὑμῖν οὐχὶ προσῆλθε πέντ᾽ ἐτῶν, ὧν ἐτιμήθη μὴ λέγειν αὐτῷ. Τίς οὖν ἐν τούτῳ τῷ χρόνῳ τοῦτον ἐπόθησεν τί τῶν τῆς πόλεως ἐλλειφθὲν διὰ τὴν ἀπουσίαν εἶδε τὴν τούτου τί δέ, ἀφ᾽ οὗ νῦν λέγει, βέλτιον γεγονός; ἐμοὶ μὲν γὰρ δοκεῖ τοὐναντίον, ὃν μὲν οὐ προσῄει χρόνον ὑμῖν, ἀναπαύσασθαι τῶν κακῶν ἡ πόλις ὧν ἅπασιν οὗτος παρεῖχεν, ἀφ᾽ οὗ δὲ πάλιν δημηγορεῖ, πολιορκεῖσθαι, λόγους στασιώδεις καὶ ταραχώδεις ἐν ἁπάσαις ἀεὶ ταῖς ἐκκλησίαις λέγοντος τούτου.
 
{{χ|43}} βούλομαι τοίνυν καὶ παρακινδυνευτικοῦ τινος ἅψασθαι λόγου καὶ διαλεχθῆναι τοῖς διὰ ταῦτα φιλοῦσιν αὐτόν· οὓς ὁποίους μέν τινας χρὴ νομίζειν, αὐτοὶ σκοπεῖσθε, ἐγὼ δ᾽ οὐδὲν ἂν εἴποιμι, πλὴν ὅτι γ᾽ οὐ σωφρονοῦσι προσνέμοντες αὑτοὺς τούτῳ. Τῶν μὲν οὖν ἐν τῷ δικαστηρίῳ νῦν ὄντων ὑμῶν οὐδέν᾽ εἶναι τοιοῦτον τίθεμαι· καὶ γὰρ δίκαιον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ καλὸν καὶ συμφέρον οὕτω καὶ λέγειν ἐμὲ καὶ φρονεῖν περὶ ὑμῶν.
{{χ|45}} Τὸ μὲν οὖν ἐξετάζειν ἀκριβῶς οἷον ἀνάγκη τὴν φύσιν εἶναι τὸν Ἀριστογείτονι χαίροντα, ἐάσω, ἵνα μὴ πολλὰ καὶ βλάσφημ᾽ ἀναγκάζωμαι λέγειν καὶ διεξιέναι· ἀλλ᾽ ἐκεῖνο λέγω. Εἰ πονηρός ἐστιν Ἀριστογείτων ἁπλῶς καὶ πικρὸς καὶ συκοφάντης καὶ τοιοῦτος οἷος ὑπισχνεῖται, δίδωμι, συγχωρῶ, Φιλόκρατες, σοὶ τῷ τοιούτῳ τὸν ὅμοιον σῴζειν· τῶν γὰρ ἄλλων ἁπάντων καὶ φρονούντων ἃ δεῖ καὶ φυλαττόντων τοὺς νόμους, οὐδὲν ἂν παρὰ τοῦτ᾽ οἶμαι γενέσθαι.
 
{{χ|46}} Εἰ δὲ κάπηλός ἐστι πονηρίας καὶ παλιγκάπηλος καὶ μεταβολεύς, καὶ μόνον οὐ ζυγὰ καὶ στάθμ᾽ ἔχων πάνθ᾽ ὅσα πώποτ᾽ ἔπραξεν ἐπώλει, τί τοῦτον, ὦ μάται᾽, ἀκονᾷς; οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστ᾽ ὄφελος δήπουθεν ἥτις μὴ τέμνει, οὔτε τῷ βουλομένῳ δι᾽ αὑτοῦ πᾶσι πράγματα καὶ κακὰ γίγνεσθαι ὁ ταῦτ᾽ ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστι χρήσιμος.
 
{{χ|47}} Ἀλλὰ μὴν ὅτι τοιοῦτος οὗτός ἐστιν εἰδότι σοι φράσω. Τὴν καθ᾽ Ἡγήμονος εἰσαγγελίαν μέμνησαι ὡς ἀπέδοτο· τὰς κατὰ Δημάδου γραφὰς οἶσθ᾽ ὡς ἐξέλιπεν. Τὸν ἐλαιοπώλην Ἀγάθωνα ταυτὶ γὰρ τὰ πρώην βοῶν καὶ κεκραγὼς καὶ ἰοὺ ἰού, πάντ᾽ ἄνω τε καὶ κάτω ποιῶν ἐν ταῖς ἐκκλησίαις ὡς δέον στρεβλοῦν, λαβὼν ὁτιδήποτε, παρὼν ὅτ᾽ ἀφίετο, ἄφωνος ἐγένετο. Τὴν κατὰ Δημοκλέους εἰσαγγελίαν ἀνασείσας ποῖ ἔτρεψεν ἄλλα μυρία, ὧν ἐμοὶ μὲν ἔργον ἁπάντων μνησθῆναι, σὺ δ᾽ εὖ οἶδ᾽ ὅτι καὶ τὰ ἀντίγραφ᾽ αὐτῶν ἔχεις, ἐργολαβῶν αὐτῷ.
 
{{χ|48}} Τίς οὖν ὁ τὸν τοιοῦτον σώσων ἢ πονηρὸς ἢ χρηστός; ἢ διὰ τί τῶν μὲν γὰρ ὁμοίων προδότης, τῶν δὲ χρηστῶν ἐχθρὸς ἐκ φύσεως καὶ γένους· πλὴν εἰ συκοφάντου τις καὶ πονηροῦ σπέρμα καὶ ῥίζαν, ὡσπερανεὶ γεωργός, οἴεται δεῖν ὑπάρχειν τῇ πόλει. Τοῦτο δ᾽ οὐ καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω δὲ μὰ τοὺς θεοὺς οὐδ᾽ ὅσιον· οὐδὲ γὰρ τοὺς προγόνους ὑπολαμβάνω τὰ δικαστήρια ταῦθ᾽ ὑμῖν οἰκοδομῆσαι, ἵνα τοὺς τοιούτους ἐν αὐτοῖς μοσχεύητε, ἀλλὰ τοὐναντίον ἵν᾽ ἀνείργητε καὶ κολάζητε καὶ μηδεὶς ζηλοῖ μηδ᾽ ἐπιθυμῇ κακίας.
 
{{χ|49}} δυσκατάπαυστον δέ τι κινδυνεύει πρᾶγμ᾽ εἶναι πονηρία. Ὅπου γὰρ Ἀριστογείτων ἐπὶ τοῖς ὡμολογημένοις ἀδικήμασι κρίνεται καὶ οὐκ ἀπόλωλε πάλαι, τί χρὴ ποιεῖν ἢ λέγειν ὃς εἰς τοῦθ᾽ ἥκει πονηρίας ὥστ᾽ ἐνδεδειγμένος ἤδη βοῶν, συκοφαντῶν, ἀπειλῶν οὐκ ἐπαύετο, οἷς μὲν ὑμεῖς τὰ μέγιστ᾽ ἐνεχειρίζετε στρατηγοῖς, ὅτι αὐτῷ ἀργύριον αἰτοῦντι οὐκ ἔδοσαν, οὐδὲ τῶν κοπρώνων ἂν ἐπιστάτας ἑλέσθαι φάσκων,
{{χ|52}} ἀλλὰ πορεύεται διὰ τῆς ἀγορᾶς, ὥσπερ ἔχις ἢ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι συμφορὰν ἢ βλασφημίαν ἢ κακόν τι προστριψάμενος καὶ καταστήσας εἰς φόβον ἀργύριον εἰσπράξεται. Οὐδὲ προσφοιτᾷ πρός τι τούτων τῶν ἐν τῇ πόλει κουρείων ἢ μυροπωλίων ἢ τῶν ἄλλων ἐργαστηρίων οὐδὲ πρὸς ἕν· ἀλλ᾽ ἄσπειστος, ἀνίδρυτος, ἄμεικτος, οὐ χάριν, οὐ φιλίαν, οὐκ ἄλλ᾽ οὐδὲν ὧν ἄνθρωπος μέτριος γιγνώσκων· μεθ᾽ ὧν δ᾽ οἱ ζωγράφοι τοὺς ἀσεβεῖς ἐν Ἅιδου γράφουσιν, μετὰ τούτων, μετ᾽ ἀρᾶς καὶ βλασφημίας καὶ φθόνου καὶ στάσεως καὶ νείκους, περιέρχεται.
 
{{χ|53}} Εἶθ᾽ ὃν οὐδὲ τῶν ἐν Ἅιδου θεῶν εἰκός ἐστιν τυχεῖν ἵλεων, ἀλλ᾽ εἰς τοὺς ἀσεβεῖς ὠσθῆναι διὰ τὴν πονηρίαν τοῦ βίου, τοῦτον ὑμεῖς ἀδικοῦντα λαβόντες οὐ μόνον οὐ τιμωρήσεσθε, ἀλλὰ καὶ μειζόνων ἀξιώσαντες δωρειῶν ἀφήσετ᾽ ἢ τοὺς εὐεργέτας; τίνι γὰρ πώποθ᾽ ὑμεῖς ἔδοτε, ἐὰν ὄφλῃ τι τῷ δημοσίῳ, τοῦτο μὴ καταθέντι τῶν ἴσων μετέχειν οὐδενί. Μὴ τοίνυν μηδὲ τούτῳ δῶτε νῦν, ἀλλὰ τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις.
 
{{χ|54}} ἄξιον δ᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τὰ λοίπ᾽ ἀκοῦσαι· δεινῶν γὰρ ὄντων, οὐ μὲν οὖν ἐχόντων ὑπερβολήν, ὧν ἠκούσατ᾽ ἄρτι λέγοντος Λυκούργου, τὰ λοίπ᾽ ἐνάμιλλα τούτοις καὶ τῆς αὐτῆς φύσεως εὑρεθήσεται. Πρὸς μὲν γὰρ τῷ τὸν πατέρ᾽ ἐν τῷ δεσμωτηρίῳ προδοὺς ἀπελθεῖν ἐξ Ἐρετρίας, ὥσπερ ἠκούσατε Φαίδρου, ἀποθανόνθ᾽ ὁ ἀσεβὴς οὗτος καὶ μιαρὸς οὐκ ἔθαψεν, οὐδὲ τοῖς θάψασι τὴν ταφὴν ἀπέδωκεν, ἀλλὰ καὶ δίκην πρὸς ἔλαχεν.
{{χ|62}} Καὶ ὅτι ταῦτ᾽ ἀληθῆ λέγω, κάλει μοι τὸν ἄνθρωπον οὗ τὴν ῥῖν᾽ ὁ μιαρὸς οὗτος ἐσθίων κατέφαγεν. Μαρτυρία καλῶν γ᾽ ἔργων ὁ ῥήτωρ δημιουργὸς ὑμῖν γέγονεν. Ἄξιόν γ᾽ ἐκ τοῦ τοιαῦτα πεποιηκότος στόματος λόγον ἢ συμβουλήν τιν᾽ ἀκοῦσαι. Ἀνάγνωθι δὴ καὶ τουτὶ τὸ καλὸν περὶ αὐτοῦ δόγμα. Δόγμα
 
{{χ|63}} εἶτ᾽ οὐκ αἰσχύνεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ οἱ μὲν ἐπὶ πονηρίᾳ καὶ τοῖς ἐσχάτοις ἐμπεπτωκότες εἰς τὸ οἴκημα τοσούτῳ τοῦτον ἡγήσανθ᾽ ἑαυτῶν εἶναι πονηρότερον ὥστ᾽ ἄμεικτον ἑαυτοῖς καταστῆσαι, ὑμεῖς δ᾽ ἐξεληλακότων τῶν νόμων αὐτὸν ἐκ τῆς πολιτείας εἰς ὑμᾶς αὐτοὺς καταμείξετε τί τῶν πεπραγμένων ἢ βεβιωμένων ἐπαινέσαντες; ἢ τί τῶν πάντων οὐχὶ δυσχεράναντες; οὐκ ἀσεβής; οὐκ ὠμός; οὐκ ἀκάθαρτος; οὐ συκοφάντης;
 
{{χ|64}} ἀλλ᾽ ὅμως τοιαῦτα ποιῶν καὶ τοιοῦτος ὢν ἐν ἁπάσαις ἀεὶ βοᾷ ταῖς ἐκκλησίαις ἐγὼ μόνος εὔνους ὑμῖν· πάντες οὗτοι συνεστᾶσιν· προδέδοσθε· ἡ παρ᾽ ἐμοὶ μόνον εὔνοια λοιπή. Βούλομαι δὴ τὴν σφοδρὰν καὶ μεγάλην εὔνοιαν αὐτοῦ ταύτην ἐξετάσαι, πόθεν ἐστὶ καὶ ἐκ τίνος αὐτῷ γεγονυῖα, ἵν᾽ εἰ μέν ἐστι τοιαύτη, χρῆσθ᾽ αὐτῇ καὶ πιστεύητε, εἰ δὲ μή, φυλάττησθε.
{{χ|77}} βάραθρα. Τί γὰρ ὡς ἀληθῶς ἐρεῖ ὧν ὁ πατήρ τι πεποίηκε νὴ Δία. Ἀλλὰ κατεγνώκαθ᾽ ὑμεῖς ἐν τουτοισὶ τοῖς δικαστηρίοις αὐτοῦ θάνατον, ὡς πονηροῦ δηλονότι καὶ ἀξίου τεθνάναι. Ἀλλὰ νὴ Δία, εἰ ταῦτ᾽ ἐστὶν αὐτῷ δυσχερῆ τὰ περὶ τὸν πατέρα, εἰς τὸν ἑαυτοῦ βίον καταφεύξεται ὡς σώφρονα καὶ μέτριον. Ποῖον ὃν ποῦ βεβίωκεν ὃν μὲν γὰρ ἅπαντες ὑμεῖς ἑοράκατε, οὐκ ἔστι τοιοῦτος.
 
{{χ|78}} Ἀλλ᾽ ὦ τᾶν, εἰς τὰς λῃτουργίας ἀποχωρήσεται. Τὰς πότ᾽ ἢ ποῦ γεγονυίας; τὰς τοῦ πατρός; ἀλλ᾽ οὐκ εἰσίν. Ἀλλὰ τὰς ἑαυτοῦ φάσεις, ἀπαγωγάς, ἐνδείξεις, οὐχὶ λῃτουργίας εὑρήσετε. Ἀλλὰ νὴ Δία καὶ χωρὶς τούτων συγγενεῖς πολλοὶ καὶ καλοὶ κἀγαθοὶ παραστάντες αὐτὸν ἐξαιτήσονται. Ἀλλ᾽ οὔτ᾽ εἰσὶν οὔτ᾽ ἐγένοντο πώποτε· πῶς γὰρ τῷ γε μηδ᾽ ἐλευθέρῳ
 
{{χ|79}} πλὴν ἔστι νὴ Δία, ἔστιν ἀδελφός τις οὗτος αὐτῷ, ὁ παρὼν καὶ τὴν καλὴν δίκην αὐτῷ λαχών. Περὶ οὗ τὰ μὲν ἄλλα τί δεῖ λέγειν ἀδελφὸς δ᾽ ἐστὶ τούτου ὁμομήτριος καὶ ὁμοπάτριος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς δίδυμος. Οὑτοσί- τὰ μὲν ἄλλα σιωπῶ, ἀλλ᾽ ἐφ᾽ οἷς ὑμεῖς τὴν μιαρὰν Θεωρίδα, τὴν Λημνίαν, τὴν φαρμακίδα, καὶ αὐτὴν καὶ τὸ γένος ἅπαν ἀπεκτείνατε,
{{χ|81}} τί οὖν λοιπόν, ὦ ἄνδρες Ἀθηναῖοι ἃ κοινὰ νὴ Δία πᾶσιν ὑπάρχει τοῖς ἀγωνιζομένοις παρὰ τῆς τῶν ἄλλων ὑμῶν φύσεως, καὶ οὐδεὶς αὐτὸς ἑαυτῷ ταῦτα φέρει τῶν κρινομένων, ἀλλ᾽ ὑμῶν ἕκαστος ἔχων οἴκοθεν ἔρχεται, ἔλεον, συγγνώμην, φιλανθρωπίαν. Ἀλλὰ τούτων γ᾽ οὔθ᾽ ὅσιον οὔτε θέμις τῷ μιαρῷ τούτῳ μεταδοῦναι. Διὰ τί ὅτι ὃν ἂν αὐτὸς ἕκαστος νόμον τῇ φύσει κατὰ πάντων ἔχῃ, τούτου τυγχάνειν παρ᾽ ἑκάστου δίκαιός ἐστι καὶ αὐτός.
 
{{χ|82}} Τίν᾽ οὖν νόμον ὑμῖν ἢ τίνα βούλησιν ἔχειν Ἀριστογείτων κατὰ πάντων δοκεῖ πότερ᾽ εὐτυχοῦντας ὁρᾶν καὶ ἐν εὐδαιμονίᾳ καὶ χρηστῇ δόξῃ διάγοντας; καὶ τί ποιῶν ζήσεται τὰ γὰρ τῶν ἄλλων κακὰ τοῦτον τρέφει. Οὐκοῦν ἐν κρίσεσι καὶ ἀγῶσι καὶ πονηραῖς αἰτίαις ἅπαντας εἶναι βούλεται· ταῦτα γεωργεῖ, ταῦτ᾽ ἐργάζεται. Ὁ δὲ ποῖός τις, ὦ ἄνδρες Ἀθηναῖοι, καλοῖτ᾽ ἂν δικαίως ὁ τρισκατάρατος, ὁ κοινὸς ἐχθρός, ὁ πᾶσι δυσμενής, ὅτῳ μήτε γῆ φέροι καρπὸν μήτ᾽ ἀποθανόντα δέξαιτο οὐχ ὁ τοιοῦτος; ἔγωγε νομίζω.
 
{{χ|83}} τίνος δὲ συγγνώμης ἢ ποίων ἐλέων οἱ σεσυκοφαντημένοι τετυχήκασιν παρὰ τούτου, οἷς οὗτος θανάτου πᾶσιν ἐτιμᾶτ᾽ ἐν τουτοισὶ τοῖς δικαστηρίοις, καὶ ταῦτα πρὶν τὴν πρώτην ψῆφον διενεχθῆναι καὶ ἐφ᾽ οἷς ὁ βάσκανος οὗτος οὕτως ὠμῶς καὶ πικρῶς εἶχεν, τούτους ὑμῶν οἱ λαχόντες, ἄνδρες Ἀθηναῖοι, τὰ δίκαια ποιοῦντες ἔσῳζον, καὶ τοὺς ὑπὸ τούτου συκοφαντουμένους ἀπεψηφίζοντο, καὶ τὸ πέμπτον μέρος τῶν ψήφων οὐ μετεδίδοσαν τούτῳ.
{{χ|99}} πῶς δ᾽ εἰς τὸ μητρῷον βαδιεῖσθε, ἄν τι βούλησθε οὐ γὰρ δήπου καθ᾽ ἕν᾽ ὑμῶν ἕκαστος ὡς ἐπὶ κυρίους τοὺς νόμους πορεύσεται, εἰ νῦν μὴ βεβαιώσαντες αὐτοὺς ἔξιθ᾽ ἅπαντες κοινῇ. Πῶς δὲ ταῖς νουμηνίαις εἰς ἀκρόπολιν ἀναβαίνοντες τἀγαθὰ τῇ πόλει διδόναι καὶ ἕκαστος ἑαυτῷ τοῖς θεοῖς εὔξεσθε, ὅταν ὄντος τούτου ἐκεῖ καὶ τοῦ πατρὸς αὐτοῦ τοῦ χρηστοῦ τἀναντία τοῖς ὅρκοις καὶ τοῖς ἐκεῖ γράμμασιν ἐγνωκότες ἦτε
 
{{χ|100}} τί ἐρεῖτ᾽, ἄνδρες Ἀθηναῖοι, τί ἐρεῖτε, ἄν τις ὑμᾶς ἐρωτᾷ γνωρίσας τοὺς ἀπεψηφισμένους; τί φήσετε ἀρέσκειν τοῦτον ὑμῖν καὶ τίς ὁ τοῦτο τολμήσων εἰπεῖν τίς ὁ τῆς τούτου πονηρίας μετ᾽ ἀρᾶς καὶ κακῆς δόξης κληρονομεῖν βουλησόμενος; ἀλλ᾽ οὐκ αὐτὸς ἕκαστος οὐκ ἀποψηφίσασθαι οὐκοῦν καταράσεσθε τοῖς ἀποψηφισαμένοις, τοῦτο τὸ πιστὸν ἕκαστος διδοὺς ὡς οὐκ αὐτὸς οὗτός ἐστι.
 
{{χ|101}} Καὶ τί δεῖ ταῦτα ποιεῖν, ἐξὸν εὐφημεῖν καὶ ἅπαντας ἅπασι πάντα τἀγάθ᾽ εὔχεσθαι, καὶ ὑμᾶς ὑμῖν αὐτοῖς καὶ τοὺς ἄλλους Ἀθηναίους ἅπαντας ὑμῖν, προσθήσω δὲ καὶ τοὺς ξένους καὶ παῖδας καὶ γυναῖκας; ἐφῖκται γάρ, ἐφῖκται πάντων ἡ τούτου κακοπραγμοσύνη, καὶ πᾶσι βουλομένοις ἐστὶν ἀπαλλαγῆναι τῆς τούτου πονηρίας καὶ δίκην δεδωκότ᾽ ἰδεῖν.
[[Κατηγορία:Ομιλίες]]
[[Κατηγορία:Αρχαία και Κλασική γραμματεία]]
368

επεξεργασίες